§31ἔστιν οὖν τοῦ μὲν ἐγκλήματος ἀρχή
τάδʼ ἐγκαλεῖ Δημοσθένης Ἀφόβῳ· ἔχει μου χρήματʼ Ἄφοβος ἀπʼ ἐπιτροπῆς ἐχόμενα, ὀγδοήκοντα μὲν μνᾶς, ἣν ἔλαβεν προῖκα τῆς μητρὸς κατὰ τὴν διαθήκην τοῦ πατρός
.
因此,起诉书的开头如下: “德摩斯梯尼控告阿波波斯如下事项:阿波波斯占有了我因监护而来的财产,即八十米纳,这是他根据我父亲的遗嘱作为我母亲的嫁妆收下的。 ”。
τοῦτο πρῶτόν ἐστιν τῶν χρημάτων ὧν ἀπεστερῆσθαί φημι.
这是我声称被剥夺的第一笔财产。
τοῖς δὲ μάρτυσιν τί μεμαρτύρηται;
但是,证人们证明了什么呢?
μαρτυροῦσιν παραγενέσθαι πρὸς τῷ διαιτητῇ Νοθάρχῳ, ὅτε Ἄφοβος ὡμολόγει Μιλύαν ἐλεύθερον εἶναι, ἀφεθέντα ὑπὸ τοῦ Δημοσθένους πατρός.
他们证明,在仲裁人诺塔尔科斯面前,当阿波波斯承认米利亚斯是被德摩斯梯尼的父亲释放的自由人时,他们是在场的。
§32σκοπεῖτε τοίνυν παρʼ ὑμῖν αὐτοῖς, εἴ τις ἂν ὑμῖν ἢ ῥήτωρ ἢ σοφιστὴς ἢ γόης οὕτω θαυμάσιος δοκεῖ γενέσθαι καὶ λέγειν δεινός, ὥστʼ ἐκ ταύτης τῆς μαρτυρίας διδάξαι τινʼ ἀνθρώπων, ὡς ἔχει τὴν προῖκʼ Ἄφοβος τῆς μητρὸς τῆς ἑαυτοῦ.
因此,请你们自己思考一下,是否有任何演说家、智者或魔术师能如此令人惊叹且擅长辞令,以至于能凭这份证词向任何人说明,阿波波斯占有着他自己母亲的嫁妆。
καὶ τί λέγων, ὦ πρὸς Διός;
天哪,他要说什么呢?
ὡμολόγησεν εἶναι Μιλύαν ἐλεύθερον;
说“他承认了米利亚斯是自由人”吗?
καὶ τί μᾶλλον ἔχων τὴν προῖκα;
而这又怎么能更证明他占有着嫁妆呢?
οὐδὲν ἂν δήπου διὰ τοῦτό γε δόξειεν.
绝不可能有人会因此就相信这一点。
§33ἀλλὰ πόθεν τοῦτʼ ἐπεδείχθη;
那么,这件事是从哪里被证明的呢?
πρῶτον μὲν Θηριππίδης ὢν αὐτῷ συνεπίτροπος κατεμαρτύρησε δοῦναι· δεύτερον δὲ Δήμων θεῖος ὢν καὶ τῶν ἄλλων οἱ παρόντες ἐμαρτύρησαν σῖτον τῇ μητρὶ δώσειν ὁμολογεῖν τοῦτον ὡς ἔχοντα τὴν προῖκα.
第一,作为他共同监护人的塞里皮德斯作证指控他已经给过了;第二,叔父戴蒙以及其他在场的人作证,此人承认因为占有着嫁妆而将给我的母亲提供生活费。
καὶ τούτοις οὐκ ἐπεσκήψατο, δῆλον ὅτι τἀληθῆ μεμαρτυρηκότας εἰδώς.
而他并没有对这些证人提起伪证起诉,显而易见,因为他知道他们证明的是实情。
ἔτι τοίνυν ἡ μήτηρ πίστιν ἠθέλησεν ἐπιθεῖναι κατʼ ἐμοῦ καὶ τῆς ἀδελφῆς παραστησαμένη, λαβεῖν τὴν προῖκα τοῦτον τὴν ἑαυτῆς κατὰ τὴν τοῦ πατρὸς διαθήκην.
此外,我的母亲愿意当着我和我妹妹的面立下誓言,声明此人已根据我父亲的遗嘱收下了她自己的嫁妆。
§34ταύτας τὰς ὀγδοήκοντα μνᾶς πότερʼ αὐτὸν ἔχειν φῶμεν ἢ μή;
我们是说他占有着这八十米纳,还是没有?
καὶ πότερον διὰ τούσδʼ ὀφλεῖν τοὺς μάρτυρας ἢ διὰ τούσδε;
他是因为这些证人而败诉,还是因为那些证人?
ἐγὼ μὲν γὰρ οἶμαι διὰ τὴν ἀλήθειαν.
就我而言,我认为是因为事实。
ταύτας τοίνυν δέκʼ ἔτη κεκαρπωμένος, καὶ οὐδὲ δίκην ὀφλὼν ἀποδοῦναι τετολμηκώς, δεινὰ πεπονθέναι φησὶν καὶ διὰ τούσδε τοὺς μάρτυρας ὠφληκέναι.
因此,他享受了这笔钱财十年的收益,且在败诉后甚至不敢归还,却声称自己遭受了可怕的对待,并因为这些证人而败诉。
καίτοι τούτων γʼ οὐδεὶς αὐτὸν ἔχειν ταύτην ἐμαρτύρησεν.
然而,这些证人中没有一个人证明他占有着这笔钱。
§35περὶ τοίνυν τῆς ἐκδόσεως καὶ τῶν κλινοποιῶν καὶ τοῦ σιδήρου καὶ τοῦ καταλειφθέντος ἡμῖν ἐλέφαντος καὶ τῆς προικὸς τῆς ἀδελφῆς, ἣν οὗτος καθυφεῖκεν ὑπὲρ τοῦ καὶ αὐτὸς ἔχειν ὅσα βούλοιτο τῶν ἐμῶν, ἀκούσατε, καὶ σκοπεῖθʼ ὡς δικαίως τʼ ὤφληκεν καὶ οὐδὲν ἦν Μιλύαν περὶ τούτων βασανιστέον.
因此,关于出资、床具制造奴隶、铁、留给我们的象牙、以及我妹妹的嫁妆——此人放弃了这笔嫁妆,以便他自己能够保留他想要的我的财产——请听我说,并考虑他是如何公正地败诉的,以及对于这些事情根本不需要对米利亚斯进行拷问。
§36περὶ μὲν γὰρ ὧν καθυφεῖκας, νόμος ἔστιν, διαρρήδην ὃς κελεύει σʼ ὁμοίως ὀφλισκάνειν ὥσπερ ἂν αὐτὸς ἔχῃς· ὥστε τί τῷ νόμῳ καὶ τῇ βασάνῳ;
因为关于你所放弃的财产,有法律明确规定,你应当承担赔偿责任,就如同你自己占有着它们一样;那么,法律和拷问有什么关系呢?
περὶ δʼ αὖ τῆς ἐκδόσεως, ἐπικοινωνήσαντες τῷ Ξούθῳ καὶ διανειμάμενοι τὰ χρήματα καὶ τὰς συγγραφὰς ἀνελόντες, καὶ πάνθʼ ὃν τρόπον ἐβούλεσθε κατασκευάσαντες, καὶ διαφθείραντες τὰ γράμματα, ὡς ὑμῶν ὁ Δήμων κατεμαρτύρει, φενακίζετε καὶ τουτουσὶ παρακρούσασθαι ζητεῖτε.
另一方面,关于出资,你们与克苏托斯勾结,瓜分了钱财并销毁了合同,按你们想要的任何方式进行了布置,并毁坏了字据,正如戴蒙指证你们的那样,你们在玩弄花招,并企图欺骗这里的诸位。
§37περὶ τοίνυν τῶν κλινοποιῶν, εἰ σὺ λαβὼν ἀργύριον καὶ πόλλʼ ἰδίᾳ κερδάνας ἐπὶ τοῖς ἐμοῖς δανείζων, ὃν καὶ τοὺς ἄλλους προσῆκε κωλύειν, εἶτʼ ἀφανεῖς πεποίηκας, τί σοι ποιήσωσιν οἱ μάρτυρες;
至于那些床具制造奴隶,如果你在用我的财产作为抵押放贷以谋取私利并收受金钱之后——本来你应该阻止其他人这么做的——却使他们消失了,证人们又能对你做什么呢?
οὐ γὰρ οὗτοί γε μεμαρτυρήκασιν, ὡς ὡμολόγεις ἐπὶ τοῖς ἐμοῖς δανείζειν καὶ λαβεῖν τἀνδράποδʼ ὡς σαυτόν, ἀλλʼ ἐν τῷ λόγῳ τοῦτʼ ἔγραψας σύ, κατεμαρτύρησαν δʼ οἱ μάρτυρες.
因为他们并没有证明你同意以我的财产作抵押放贷并把这些奴隶据为己有,而是你自己在账簿中写下了这一点,而证人们只是对此作证而已。
§38ἀλλὰ μὴν περί γε τοῦ ἐλέφαντος καὶ τοῦ σιδήρου, πάντας ἐγώ φημι τοὺς οἰκέτας εἰδέναι τοῦτον πωλοῦντα, καὶ παραδοῦναι καὶ τότε καὶ νῦν ἤθελον αὐτῷ τούτων ὅντινα βούλοιτο λαβὼν βασανίζειν.
然而,关于象牙和铁,我声称所有的家奴都知道此人在变卖它们,并且我当时和现在都愿意向他交出他们中他想要的任何人,让他带走并进行拷问。
εἰ τοίνυν φήσει με, τὸν εἰδότʼ οὐκ ἐθέλοντα δοῦναι, τοὺς οὐκ εἰδότας ἐκδιδόναι, πολὺ δὴ μᾶλλον αὐτῷ παραλαβεῖν φανήσεται προσῆκον· εἰ γάρ, οὓς ὡς εἰδότας ἐξεδίδουν ἐγώ, μηδὲν ἔχειν ἔφασαν τούτων αὐτόν, ἀπήλλακτο δήπουθεν ἂν τῆς αἰτίας.
那么,如果他声称我不愿意交出知情者,却交出不知情者,那么他接受他们显然要合适得多;因为如果我作为知情者交出的那些奴隶说他并没有占有这些东西,他当然就可以免除指控了。