Humanitext Reader

狄摩西尼 · 控诉阿波布斯三 §23-30

证人的可信度与阿福布斯败诉的原因

第 4 段,共 8 段 · 希腊语

内容简介

发言人论证了他的证人没有任何作伪证的动机(如朋党关系、敌意或贫困),并通过其母亲提出进行庄严宣誓一事,进一步证实了米利亚斯的自由人身份。此外,他指出阿福布斯在过去的监护诉讼中败诉,并非因为涉及米利亚斯的问题,而是因为他自己无法否认的侵吞家产的事实。

§23τούτων τοίνυν οὐδὲ διʼ ἓν ἂν εἶεν ἐμοὶ μεμαρτυρηκότες.
因此,他们绝对不会是因为这些原因中的任何一个而为我作证。
οὔτε γὰρ ἑταιρίᾳ (πῶς γάρ;
这既不是因为朋党关系(怎么可能呢?
οἵ γε μήτʼ ἐν ταῖς αὐταῖς διατριβαῖς μήτε καθʼ ἡλικίαν, μὴ ὅτι ἐμοί τινες αὐτῶν, ἀλλʼ οὐδὲ σφίσιν αὐτοῖς εἰσίν), οὔτʼ ἔχθρᾳ τούτου· φανερὸν γὰρ καὶ τοῦτʼ ἔστιν·
因为他们中有些人不仅与我,而且彼此之间也既没有共同的活动,也没有相仿的年龄),也不是因为对这个人的敌意;因为这一点也是显而易见的。
ὁ μὲν γὰρ ἀδελφὸς καὶ σύνδικος, Φᾶνος δʼ ἐπιτήδειος καὶ φυλέτης, Φίλιππος δʼ οὔτε φίλος οὔτʼ ἐχθρός, ὥστʼ οὐδὲ ταύτην ἄν τις ἐπενέγκοι δικαίως τὴν αἰτίαν.
因为其中一人是他的兄弟和共同辩护人,法诺斯是他的密友和同部落人,而菲利普斯既非友也非敌;所以,谁也不能公正地把这一指控强加给他们。
§24καὶ μὴν οὐδὲ διʼ ἀπορίαν ἄν τις φήσειεν· πάντες γὰρ κέκτηνται τοσαύτην οὐσίαν ὥστε καὶ λῃτουργεῖν ὑμῖν προθύμως καὶ τὰ προσταττόμενα ποιεῖν.
而且,谁也不能说是由于贫困;因为他们所有人都拥有如此丰厚的财产,以至于能够热心地为你们履行公益服务(公益捐助),并完成被指派的任务。
χωρὶς δὲ τούτων οὔτʼ ἀγνῶτες ὑμῖν οὔτʼ ἐπὶ τὰ χείρω γιγνωσκόμενοι, μέτριοι δʼ ὄντες ἄνθρωποι.
除此以外,他们在你们当中既非默默无闻,也非声名狼藉,而是安分守己的人。
καίτοι εἰ μήτʼ ἄποροι μήτʼ ἐχθροὶ τούτου μήτʼ ἐμοὶ φίλοι, πῶς χρὴ κατὰ τούτων λαβεῖν τινʼ ὑποψίαν ὡς τὰ ψευδῆ μαρτυροῦσιν;
然而,如果他们既不贫困,又不是此人的敌人,也不是我的朋友,人们怎么可能对他们产生怀疑,认为他们作伪证呢?
ἐγὼ μὲν γὰρ οὐκ οἶδα.
就我而言,我实不知。
§25ταῦτα τοίνυν οὗτος εἰδώς, καὶ πάντων μάλιστʼ ἐπιστάμενος τἀληθῆ μεμαρτυρηκότας αὐτούς, ὅμως συκοφαντεῖ καί φησιν οὐ μόνον οὐκ εἰπεῖν ταῦτα, ἃ πῶς τις ἂν μᾶλλον ἐξελέγξειεν εἰρηκότα;
因此,此人虽然知道这些,比任何人都清楚他们证明的是实情,但他仍然进行恶意诉讼,不仅说他们没有说这些话——但人们又怎么能更清楚地证明他们确实说了呢?
ἀλλὰ καὶ δοῦλον εἶναι τὸν ἄνθρωπον τῷ ὄντι.
——甚至说那个人实际上是个奴隶。
βούλομαι δὲ διὰ βραχέων εἰπὼν πρὸς ὑμᾶς ἐξελέγξαι καὶ ταῦτʼ αὐτὸν ψευδόμενον.
我希望通过向你们作简短的说明,来揭穿他在这一点上同样在撒谎。
ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, καὶ περὶ τούτων ἠθέλησα τούτῳ παραδοῦναι βασανίζειν τὰς θεραπαίνας, αἳ τελευτῶντος τοῦ πατρὸς μνημονεύουσιν ἀφεθέντα τοῦτον ἐλεύθερον εἶναι τότε.
因为,诸位法官,关于这些事,我也曾愿意向他移交女奴隶进行拷问,她们记得在我的父亲临终时,此人被释放成为自由人。
§26καὶ πρὸς τούτοις ἡ μήτηρ κατʼ ἐμοῦ καὶ τῆς ἀδελφῆς, οἳ μόνοι παῖδές ἐσμεν αὐτῇ, διʼ οὓς κατεχήρευσε τὸν βίον, πίστιν ἤθελεν ἐπιθεῖναι παραστησαμένη, τὸν ἄνθρωπον τοῦτον ἀφεῖναι τὸν πατέρʼ ἡνίκʼ ἐτελεύτα, καὶ νομίζεσθαι παρʼ ἡμῖν τοῦτον ἐλεύθερον· ἣν μηδεὶς ὑμῶν νομιζέτω καθʼ ἡμῶν ποτʼ ἂν ὀμνύναι ταῦτʼ ἂν ἐθέλειν, εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκʼ ὀμουμένη.
除此以外,我的母亲,当着我以及我的妹妹——我们是她仅有的孩子,为了我们,她一生守寡——的面,愿意立下重誓,在神明面前声明,我的父亲在临终时释放了这个人,并且在我们当中他被视为自由人;你们谁也不要以为,如果她不清楚地知道自己将进行符合誓言的诚实宣誓,她会愿意立下这种可能对我们不利的誓言。
ἀλλὰ μὴν ὡς ἀληθῆ λέγω καὶ ταῦτʼ ἦμεν ἕτοιμοι ποιεῖν, κάλει τούτων τοὺς μάρτυρας.
然而,为了证明我所言不虚,且我们当时已准备好这样做,请传唤这些事的证人。
ΜΑΡΤΥΡΕΣ.
证人。
§27τοσαῦτα τοίνυν δίκαια λέγειν ἐχόντων ἡμῶν καὶ καταφεύγειν εἰς τοὺς μεγίστους ἐλέγχους ἐθελόντων περὶ τῶν μεμαρτυρημένων, πάντα ταῦτα φυγὼν οὗτος οἴεται, περὶ τῆς γεγενημένης δίκης διαβάλλων καὶ κατηγορῶν ἐμοῦ, τοῦ μάρτυρος ὑμᾶς πείσειν καταψηφίσασθαι, πάντων οἶμαι πρᾶγμα κατασκευάσας ἀδικώτατον καὶ πλεονεκτικώτατον.
因此,在我们拥有如此多的正当理由可以陈述,并愿意就所作证的内容诉诸最重大的检验时,此人却逃避了所有这些,认为通过诽谤过去的审判并指控我,他就能说服你们投票判决证人有罪——我认为,他策划了所有事情中最不公正、最贪婪的阴谋。
§28αὐτὸς μὲν γὰρ μάρτυρας ψευδεῖς παρεσκεύασται περὶ τούτων, συγχορηγὸν ἔχων Ὀνήτορα τὸν κηδεστὴν καὶ Τιμοκράτην· ἡμεῖς δʼ οὐχὶ προειδότες, ἀλλʼ ὑπὲρ αὐτῆς τῆς μαρτυρίας ἡγούμενοι τὸν ἀγῶνʼ ἔσεσθαι, τοὺς περὶ τῶν ἐκ τῆς ἐπιτροπῆς χρημάτων μάρτυρας οὐ παρεσκευάσμεθα νῦν.
因为他自己就这些事情准备了虚假的证人,并有他的岳父奥内托尔和提摩克拉底作为他的联合资助人;而我们并没有预料到这一点,而是认为这场斗争将围绕证言本身展开,因此这次没有准备关于监护财产所涉钱财的证人。
ὅμως δέ, καίπερ οὕτως τούτου σεσοφισμένου, τὰ πράγματʼ αὐτὰ διεξιὼν οἶμαι ῥᾳδίως ὑμῖν ἐπιδείξειν δικαιότατʼ ἀνθρώπων τοῦτον ὠφληκότα τὴν δίκην, §29οὐχ ὅτι τὸν Μιλύαν ἐκώλυον βασανίζειν, οὐδʼ ὅτι τοῦτον ἐλεύθερον ὡμολόγησεν, οἱ δὲ μάρτυρες οἵδʼ ἐμαρτύρησαν, ἀλλʼ ὅτι πολλὰ τῶν ἐμῶν ἐξηλέγχθη λαβὼν καὶ τὸν οἶκον οὐκ ἐμίσθωσεν τῶν νόμων κελευόντων καὶ τοῦ πατρὸς ἐν τῇ διαθήκῃ γράψαντος, ὡς ἐγὼ σαφῶς ὑμῖν ἐπιδείξω· ταῦτα μὲν γὰρ ἦν πᾶσιν ἰδεῖν, οἱ νόμοι καὶ τὸ πλῆθος ὧν οὗτοι διηρπάκεσαν χρημάτων· τὸν Μιλύαν δʼ οὐδʼ ὅστις ἔστιν οὐδεὶς ᾔδει.
尽管如此,哪怕此人玩弄了这样的花招,我相信通过详细阐述事实本身,我仍能轻易地向你们证明,他在那场诉讼中败诉是世人中最公正不过的,这并不是因为我阻止他拷问米利亚斯,也不是因为他承认了这个人是自由人且这些证人为此作证,而是因为他被证明拿走了我的许多财产,并且在法律命令、我父亲在遗言中也写明的情况下,没有出租(委托管理)家产,正如我将向你们清楚表明的那样;因为这些事情是所有人都能看得到的——法律以及他们掠夺的巨额钱财;至于米利亚斯,根本没有人知道他是谁。
γνώσεσθε δʼ ἐκ τῶν ἐγκεκλημένων ὅτι ταῦθʼ οὕτως ἔχοντʼ ἐστίν.
你们从起诉书中就会知道这些情况确实如此。
§30ἐγὼ γάρ, ὦ ἄνδρες δικασταί, τὴν δίκην ἔλαχον τούτῳ τῆς ἐπιτροπῆς οὐχ ἓν τίμημα συνθείς, ὥσπερ ἂν εἴ τις συκοφαντεῖν ἐπιχειρῶν, ἀλλʼ ἕκαστον ἐγγράψας καὶ πόθεν λαβὼν καὶ πόσον τὸ πλῆθος καὶ παρὰ τοῦ, καὶ οὐδαμοῦ τὸν Μιλύαν παρέγραψʼ ὡς εἰδότα τι τούτων.
因为,诸位法官,我向他提起监护诉讼时,并没有像那些企图进行恶意诉讼的人那样,拼凑出一个总的赔偿额,而是写明了每一个项目,从哪里拿走的,金额是多少,以及从谁那里拿走的,并且在任何地方都没有把米利亚斯列为知晓其中任何事情的人。

词汇与语法注释

  1. §23μὴ ὅτι ἐμοί τινες αὐτῶν, ἀλλʼ οὐδὲ σφίσιν αὐτοῖς εἰσίν — `μὴ ὅ提 ... ἀλλʼ οὐδέ` 是一个相关结构,意为“不仅……而且连……也不/更不用说……”。此处在 `μὴ ὅτι` 之后,省略了前句中的“与我有着相同的活动或相仿的年龄”(`μήτʼ ἐν ταῖς αὐταῖς διατριβαῖς μήτε καθʼ ἡλικίαν`),在理解时需要予以补充。
  2. §26ἣν μηδεῖς ὑμῶν νομιζέτω καθʼ ἡμῶν ποτʼ ἂν ὀμνύναι ταῦτʼ ἂν ἐθέλειν, εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκʼ ὀμουμένη. — 带有 `ἄν` 的不定式 `ἂν ἐθέλειν` 表示虚拟语气的归结分句(`ἂν ἤθελεν`),依附于主动词 `νομιζέτω`。介词短语 `καθʼ ἡμῶν`(“针对我们/对我们不利”)指的是如果母亲作伪誓,诅咒将会降临在她最爱的孩子们(说话者和其妹妹)身上。因此,除非她确切知道自己是在进行真诚的宣誓(`εἰ μὴ σαφῶς ᾔδει τὰ εὔορκʼ ὀμουμένη`),否则她绝不可能愿意立下这种危险的誓言。
  3. §29οὐχ ὅτι τὸν Μιλύαν ἐκώλυον ... ἀλλʼ ὅτι πολλὰ τῶν ἐμῶν ἐξηλέγχθη λαβὼν — §29开头的 `οὐχ ὅτι... ἀλλʼ ὅτι...`(“不是因为……而是因为……”)是说明§28中 `ὠφληκότα τὴν δίκην`(“在诉讼中败诉”)原因的从属节。在语境中,它构成了一个对比结构:他败诉并不是因为一些枝节问题(如说话者阻止对米利亚斯进行拷问),而是因为他被证实侵吞了财产这一根本事实。
  4. §30ὥσπερ ἂν εἴ τις συκοφαντεῖν ἐπιχειρῶν — 短语 `ὥσπερ ἂν εἴ τις` 是 `ὥσπερ ἂν [ποιήσειεν] εἴ τις [ἐπιχειροίη]` 的省略形式,意为“正如某人企图……时所会做的那样”,其中 `ἄν` 暗示了潜能希求法或条件句归结处的动词省略。

引用这一段

狄摩西尼, 控诉阿波布斯三 §23-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg029.humanitext-grc2:23-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。