§39ἀλλʼ οὐχὶ τοιοῦτόν ἐστιν, ἀλλὰ σαφῶς ἂν ἐξηλέγχθη πωλῶν καὶ τὴν τιμὴν κεκομισμένος.
然而事实并非如此,他变卖并收受代金一事本会被清清楚楚地证实。
διόπερ τοὺς ὁμολογουμένως δούλους παραβὰς τὸν ἐλεύθερον ἠξίου βασανίζειν, ὃν οὐδʼ ὅσιον παραδοῦναι, τὸ πρᾶγμʼ οὐκ ἄγειν εἰς ἔλεγχον ζητῶν, ἀλλὰ μὴ παραλαμβάνων βουλόμενός τι δοκεῖν λέγειν.
因此,他放着公认的奴隶不管,却要求拷问一个甚至连移交都不合法的自由人,他这样做不是为了让事情得到检验,而是因为不愿接纳奴隶,却想让自己显得有话可说。
περὶ τοίνυν πάντων τούτων, πρῶτον μὲν περὶ τῆς προικός, εἶθʼ ὑπὲρ ὧν καθυφεῖκεν, εἶθʼ ὑπὲρ τῶν ἄλλων, ἀναγνώσεται τούς τε νόμους καὶ τὰς μαρτυρίας, ἵνʼ εἰδῆτε.
那么,关于这一切,首先是关于嫁妆,其次是关于他所放弃的,再其次是关于其他的,将读出法律和证词,以便你们知晓。
ΝΟΜΟΙ. ΜΑΡΤΥΡΙΑΙ.
〔法律。 证词。
§40οὐ τοίνυν μόνον ἐκ τούτων ἂν γνοίητε, ὅτι δεινὸν οὐδʼ ὁτιοῦν πέπονθεν τὸν ἄνθρωπον οὐκ ἐκδόντος ἐμοῦ βασανίζειν, ἀλλὰ καὶ τὸ πρᾶγμʼ αὔτʼ εἰ σκέψαισθε.
〕因此,不仅从这些事中,而且如果你们考虑事情本身,你们也会明白,我没有交出那个人进行拷问,他并没有遭受任何不公。
θῶμεν γὰρ δὴ τὸν Μιλύαν ἐπὶ τοῦ τροχοῦ στρεβλοῦσθαι, καὶ τί μάλιστʼ ἂν αὐτὸν εὔξαιτο λέγειν σκοπῶμεν.
因为让我们假设米利亚斯正被绑在轮子上受拷问,我们来看看他最希望说什么。
οὐχ ὅτι τῶν χρημάτων οὐδʼ ὁτιοῦν οἶδεν τοῦτον ἔχοντα;
不就是说“他不知道此人占有任何财产”吗?
καὶ δὴ λέγει.
假设他确实这么说了。
διὰ τοῦτʼ ἄρʼ οὐκ ἔχει;
难道因此此人就没有占有吗?
πολλοῦ γε δεῖ· τοὺς γὰρ εἰδότας καὶ παρόντας μάρτυρας παρεσχόμην ἐγώ.
差得远呢;因为我提供了知情且在场的证人。
τεκμήριον δὲ καὶ πίστις ἐστίν, οὐκ εἴ τίς τι μὴ οἶδε τοῦτον ἔχοντα (πολλοὶ γὰρ ἂν εἶεν), ἀλλʼ εἴ τις οἶδεν.
而证据和确信不在于是否有人“不知道”此人占有某物(因为这样的人会很多),而在于是否有人“知道”。
§41καταμαρτυρησάντων τοίνυν τοσούτων σου μαρτύρων, τίνι τῶν ψευδομαρτυρίων ἐπεσκήψω;
既然有这么多的证人作证指控你,你对其中哪一项伪证提起了诉讼?
δεῖξον.
请指出来。
ἀλλʼ οὐκ ἂν ἔχοις δεῖξαι.
但你指不出来。
καίτοι πῶς οὐ σαφῶς σὺ σαυτὸν ἐξελέγχεις, ὅτι ψεύδει δεινὰ πεπονθέναι φάσκων καὶ τὴν δίκην ἀδίκως ὠφληκέναι τὸν ἄνθρωπον οὐ παραλαβών, ὃς τοὺς ταῦτα μαρτυρήσαντας ἔχειν σε καὶ λαβεῖν, περὶ ὧν ὡς οὐ καταλειφθέντων σὺ τὸν Μιλύαν ἐξῄτεις, ἀφῆκας τῶν ψευδομαρτυρίων;
然而,当你声称因为没有得到那个人而遭受了可怕的对待并被不公地判处败诉时,你岂不是清清楚楚地在戳穿自己的谎言吗? 因为对于那些证明你占有并收受了这些财产——你曾以这些财产未被留下来为由要求拷问米利亚斯——的证人,你却免除了他们的伪证指控。
οὓς πολὺ κάλλιον ἦν, εἴπερ ἠδίκησο, διώκειν.
如果确实受了委屈,起诉他们要合适得多。
ἀλλʼ οὐκ ἠδικημένος σὺ συκοφαντεῖς.
但是,你并没有受委屈,你只是在诬告。
§42πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν σὴν πονηρίαν, μάλιστα δʼ εἰ περὶ τῆς διαθήκης ἀκούσειεν.
人们确实可以从许多地方看出你的邪恶,但尤其是如果听了关于遗嘱的事。
τοῦ γὰρ πατρός, ὦ ἄνδρες δικασταί, τὰ καταλειφθέντα πάντʼ ἐν τῇ διαθήκῃ γράψαντος, καὶ τὸν οἶκον ὅπως μισθώσουσιν, ταύτην μὲν οὐκ ἀπέδωκεν, ἵνα μὴ τὸ πλῆθος εὕροιμʼ ἐγὼ τῶν χρημάτων ἐξ αὐτῆς, ὡμολόγει δὲ ταῦτα, ἃ μάλιστʼ οὐχ οἷόν τʼ ἦν ἐξάρνῳ γενέσθαι διὰ τὴν περιφάνειαν.
审判官诸位,我的父亲在遗嘱中写明了留下的所有财产以及他们应该如何出租家产,而此人却没有出示这份遗嘱,以免我从中发现财产的总额;但他承认了那些由于过于显而易见而绝不可能否认的事情。
§43ἦν δὲ ταῦθʼ ἃ γεγράφθαι φησὶν ἐν τῇ διαθήκῃ, δύο μὲν τάλαντα Δημοφῶντα λαβεῖν εὐθύς, τὴν δʼ ἀδελφὴν ὅταν ἡλικίαν ἔχῃ (τοῦτο δʼ ἔμελλεν εἰς ἔτος δέκατον γενήσεσθαι), τοῦτον δʼ ὀγδοήκοντα μνᾶς καὶ τὴν μητέρα τὴν ἐμὴν καὶ τὴν οἰκίαν οἰκεῖν, Θηριππίδην δʼ ἑβδομήκοντα μνᾶς λαβόντα καρπώσασθαι, τέως ἀνὴρ ἐγὼ γενοίμην.
而他声称写在遗嘱中的内容是这样的:德莫丰立即获得两塔兰托,我妹妹适龄时(这将在第十年发生)与他完婚,此人获得八十米纳并娶我的母亲为妻、居住在这所房子里,塞里皮德斯获得七十米纳并享有其收益,直到我成年。
τὰ δʼ ἄλλʼ ὅσʼ ἐμοὶ χωρὶς τούτων κατελείφθη, καὶ τὸ μισθοῦν τὸν οἶκον ἠφάνιζεν ἐκ τῆς διαθήκης, οὐ συμφέρον αὑτῷ νομίζων ταῦτʼ ἐπιδειχθῆναι παρʼ ὑμῖν.
然而,除了这些之外留给我的所有其他财产,以及出租家产的规定,他都从遗嘱中抹去了,因为他认为在你们面前出示这些对他不利。
§44ἐπειδὴ τοίνυν ὡμολόγηθʼ ὑπʼ αὐτοῦ τούτου τὸν πατέρʼ ἡμῶν τελευτῶντα τοσοῦτον ἀργύριον τούτων ἑκάστῳ δοῦναι, τεκμήριον οἱ δικάζοντες τότε τὰς ὁμολογίας ἐποιήσαντο ταύτας τοῦ πλήθους τῶν χρημάτων·
因此,既然由这同一人承认了我们的父亲临终时给他们每个人这么多钱,当时的审判官们就把这些承认作为财产总额的证据。
ὅστις γὰρ ἀπὸ τῶν ὄντων τέτταρα τάλαντα καὶ τρισχιλίας προῖκα καὶ δωρεὰν ἔδωκεν, φανερὸν ἦν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον ἢ διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτʼ ἀφεῖλεν.
因为一个从现有财产中给出四塔兰托和三千作为嫁妆与赠礼的人,显而易见他不是从微薄的家业中,而是从比留给我的财产大两倍以上的家业中扣除这些的。
§45οὐ γὰρ ἂν ἐδόκει τὸν μὲν υἱὸν ἐμὲ πένητα βούλεσθαι καταστῆσαι, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπιθυμεῖν, ἀλλʼ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τὰς ἑβδομήκοντα μνᾶς καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι δοῦναι.
因为父似乎不会想要让我这个当儿子的变得贫穷,而渴望让本已富有的他们变得更加富有;相反,正是因为留给我的财产丰厚,他才给塞里皮德斯七十米纳,给(尚未与我妹妹成婚的)德莫丰两塔兰托,让他们享有其收益。
ταῦτα δὴ τὰ χρήματʼ οὐδαμοῦ παραδοὺς ἐφαίνετο, οὐδʼ ἐλάττω μικροῖς· ἀλλὰ τὰ μὲν ἀνηλωκέναι, τὰ δʼ οὐ λαβεῖν ἔφη, τὰ δʼ οὐκ εἰδέναι, τὰ δὲ τὸν δεῖνʼ ἔχειν, τὰ δʼ ἔνδον εἶναι, τὰ δὲ πάντα μᾶλλον ἢ ὅπου παρέδωκεν εἶχεν λέγειν.
然而,这笔钱他显然在任何地方都没有交出来,连一丁点也没有;相反,他声称有些已经花掉,有些没有收到,有些不知道,有些在某人手里,有些在屋里——除了说明他在哪里交出了这些钱,他什么话都能说得出来。