Humanitext Reader

狄摩西尼 · 控诉阿波布斯二 §17-24

规避财产交换阴谋与诉说家庭困境

第 3 段,共 3 段 · 希腊语

内容简介

德摩斯梯尼解释了他如何规避由阿波波斯等人策划的财产交换(antidosis)阴谋,以防诉讼被干扰,并通过描述败诉后其家人将面临的困境,恳求陪审员予以同情并做出公正判决。

§17ὡς γὰρ τὰς δίκας ταύτας ἔμελλον εἰσιέναι κατʼ αὐτῶν, ἀντίδοσιν ἐπʼ ἐμὲ παρεσκεύασαν, ἵνʼ εἰ μὲν ἀντιδοίην, μὴ ἐξείη μοι πρὸς αὐτοὺς ἀντιδικεῖν, ὡς καὶ τῶν δικῶν τούτων τοῦ ἀντιδόντος γιγνομένων, εἰ δὲ μηδὲν τούτων ποιοίην, ἵνʼ ἐκ βραχείας οὐσίας λῃτουργῶν παντάπασιν ἀναιρεθείην.
因为当我准备对他们提起这些诉讼时,他们企图通过财产交换来对付我。 其目的是:如果我接受交换,我将无法再与他们诉讼(因为这些诉讼也将归于提出财产交换的对手);而如果我不做这些事情中的任何一件,我就会因以微薄的资产承担公共服务而彻底破产。
καὶ τοῦτʼ αὐτοῖς ὑπηρέτησε Θρασύλοχος ὁ Ἀναγυράσιος·
而阿纳吉鲁斯区的斯拉叙洛科斯为此帮了他们的忙。
ᾧ τούτων οὐδὲν ἐνθυμηθεὶς ἀντέδωκα μέν, ἀπέκλεισα δʼ ὡς διαδικασίας τευξόμενος·
我当时没有考虑到他们的这些阴谋,虽然同意了与他交换,但为了能获得财产所有权裁决而拒绝了财产的实际移交。
οὐ τυχὼν δὲ ταύτης, τῶν χρόνων ὑπογύων ὄντων, ἵνα μὴ στερηθῶ τῶν δικῶν, ἀπέτεισα τὴν λῃτουργίαν ὑποθεὶς τὴν οἰκίαν καὶ τἀμαυτοῦ πάντα, βουλόμενος εἰς ὑμᾶς εἰσελθεῖν τὰς πρὸς τουτουσὶ δίκας.
由于未能获得这一裁决,且诉讼期限临近,为了不失去起诉的机会,我将房屋和自己的全部财产进行抵押,支付了公共服务费用,以便能来到你们面前提起针对这些人的诉讼。
§18ἆρʼ οὐ μεγάλα μὲν ἐξ ἀρχῆς ἠδίκημαι, μεγάλα δʼ, ὅτι δίκην ζητῶ λαβεῖν, νῦν ὑπʼ αὐτῶν βλάπτομαι;
我难道不是从一开始就遭受了巨大的不公,而现在又因为寻求正义而受到他们巨大的伤害吗?
τίς δʼ οὐκ ἂν ὑμῶν τούτῳ μὲν φθονήσειε δικαίως, ἡμᾶς δʼ ἐλεήσειεν, ὁρῶν τῷ μὲν πρὸς τῇ οὐσίᾳ τῇ παραδοθείσῃ πλεῖν ἢ δέκα ταλάντων τὴν ἐμὴν τοσαύτην οὖσαν προσγεγενημένην, ἡμᾶς δὲ μὴ μόνον τῶν πατρῴων διημαρτηκότας, ἀλλὰ καὶ τῶν νῦν παραδοθέντων διὰ τὴν τούτων πονηρίαν ἀπεστερημένους;
当你们看到,这个人不仅拥有已交付给他的十多个塔兰同的财产,而且还吞并了我如此巨额的财产,而我们不仅失去了父辈的遗产,甚至由于他们的邪恶,连现在刚交还的这一点财产也被剥夺了,你们中谁会不理所当然地对他感到愤怒,并同情我们呢?
ποῖ δʼ ἂν τραποίμεθα, εἴ τι ἄλλο ψηφίσαισθʼ ὑμεῖς περὶ αὐτῶν;
如果你们对他们做出其他的判决,我们还能转向何处?
εἰς τὰ ὑποκείμενα τοῖς δανείσασιν;
转向抵押给债权人的财产吗?
ἀλλὰ τῶν ὑποθεμένων ἐστίν.
但那是属于抵押权人的。
ἀλλʼ εἰς τὰ περιόντʼ αὐτῶν;
转向其剩余部分吗?
ἀλλὰ τούτου γίγνεται, τὴν ἐπωβελίαν ἐὰν ὄφλωμεν.
但如果我们被判支付诉讼额六分之一的罚金,那这部分也将归这个人所有。
§19μηδαμῶς, ὦ ἄνδρες δικασταί, γένησθʼ ἡμῖν τοσούτων αἴτιοι κακῶν·
诸位陪审员,千万不要成为我们遭受如此多灾难的原因;也不要眼睁睁看着我的母亲、我和我的姐姐遭受不应有的痛苦。
μηδὲ τὴν μητέρα κἀμὲ καὶ τὴν ἀδελφὴν ἀνάξια παθόντας περιίδητε, οὓς ὁ πατὴρ οὐκ ἐπὶ ταύταις ταῖς ἐλπίσιν κατέλιπεν, ἀλλὰ τὴν μὲν ὡς Δημοφῶντι συνοικήσουσαν ἐπὶ δυοῖν ταλάντοιν προικί, τὴν δʼ ἐπʼ ὀγδοήκοντα μναῖς τούτῳ τῷ σχετλιωτάτῳ πάντων ἀνθρώπων, ἐμὲ δʼ ὑμῖν διάδοχον ἀνθʼ αὑτοῦ τῶν λῃτουργιῶν ἐσόμενον.
我的父亲并不是怀着这样的期望留下我们的,而是期望我的姐姐带着两塔兰同的嫁妆嫁给德摩丰,我的母亲带着八十米纳嫁给这个世上最冷酷无情的人,而我则代替他成为你们公共服务的继承者。
§20βοηθήσατʼ οὖν ἡμῖν, βοηθήσατε, καὶ τοῦ δικαίου καὶ ὑμῶν αὐτῶν ἕνεκα καὶ ἡμῶν καὶ τοῦ πατρὸς τοῦ τετελευτηκότος.
因此,请帮助我们,帮助我们,为了正义,为了你们自己,也为了我和我们已故的父亲。
σῴσατε, ἐλεήσατε, ἐπειδή μʼ οὗτοι συγγενεῖς ὄντες οὐκ ἠλέησαν.
救救我们,怜悯我们吧,因为这些人虽然是我们的亲戚,却不曾怜悯我。
εἰς ὑμᾶς καταπεφεύγαμεν.
我们已经投奔你们寻求庇护。
ἱκετεύω, ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ἀγαθῶν ὑμῖν.
我恳求你们,看在你们的孩子、你们的妻子以及你们所拥有的一切福祉的份上。
οὕτως ὄναισθε τούτων, μὴ περιίδητέ με, μηδὲ ποιήσητε τὴν μητέρα καὶ τῶν ἐπιλοίπων ἐλπίδων εἰς τὸν βίον στερηθεῖσαν ἀνάξιον αὑτῆς τι παθεῖν·
愿你们能享有这些福祉,不要眼睁睁看着我被毁掉,也不要让我的母亲在失去对生活的最后希望后,遭受任何配不上她身份的屈辱。
§21ἣ νῦν μὲν οἴεται τυχόντα με τῶν δικαίων παρʼ ὑμῖν ὑποδέξεσθαι καὶ τὴν ἀδελφὴν ἐκδώσειν·
她现在确实满心以为,我能在你们这里获得公正判决,从而将她接回,并将我的姐姐嫁出去。
εἰ δʼ ὑμεῖς ἄλλο τι γνώσεσθε, ὃ μὴ γένοιτο, τίνʼ οἴεσθʼ αὐτὴν ψυχὴν ἕξειν, ὅταν ἐμὲ μὲν ἴδῃ μὴ μόνον τῶν πατρῴων ἀπεστερημένον, ἀλλὰ καὶ πρὸς ἠτιμωμένον, περὶ δὲ τῆς ἀδελφῆς μηδʼ ἐλπίδʼ ἔχουσαν ὡς τεύξεταί τινος τῶν προσηκόντων διὰ τὴν ἐσομένην ἀπορίαν;
但如果你们做出其他的裁决——愿这不会发生——当她看到我不但被剥夺了父辈的产业,而且还被剥夺了公民权,并且因为即将到来的贫困,对我的姐姐能获得任何她应得的权利不抱任何希望时,你们认为她会怀着怎样的心情呢?
§22οὐκ ἄξιος, ὦ ἄνδρες δικασταί, οὔτʼ ἐγὼ δίκης ἐν ὑμῖν μὴ τυχεῖν, οὔθʼ οὗτος τοσαῦτα χρήματʼ ἀδίκως κατασχεῖν.
诸位陪审员,无论是我在你们这里无法获得正义,还是这个人不公地占有如此巨额的财富,都是不应该的。
ἐμοῦ μὲν γὰρ εἰ καὶ μήπω πεῖραν εἰλήφατε, ποῖός τις ἂν εἰς ὑμᾶς εἴην, ἐλπίζειν προσήκει μὴ χείρω τοῦ πατρὸς ἔσεσθαι.
对我而言,即使你们还没有经历过我是个怎样对待你们的人,也理当指望我不至于比我的父亲差。
τούτου δὲ πεῖραν ἔχετε, καὶ σαφῶς ἴσθʼ ὅτι πολλὴν οὐσίαν παραλαβὼν οὐ μόνον οὐδὲν πεφιλοτίμηται πρὸς ὑμᾶς, ἀλλὰ καὶ τἀλλότριʼ ἀποστερῶν ἀποδέδεικται.
但对于这个人,你们已经有了经验,并且清楚地知道他继承了巨额家产,不仅没有对你们表现出任何公共热忱,反而被证明是在掠夺他人的财产。
§23ταῦτʼ οὖν σκοποῦντες καὶ τἄλλα μνησθέντες, ᾗ δίκαιόν ἐστι, ταύτῃ ψηφίσασθε.
因此,考虑这些事情并记住其余的事,请以公正的方式投票。
πίστεις δʼ ἔχεθʼ ἱκανὰς ἐκ μαρτύρων, ἐκ τεκμηρίων, ἐκ τῶν εἰκότων, ἐξ ὧν οὗτοι λαβεῖν ὁμολογοῦντες ἁθρόα τἀμά, ταῦτʼ ἀνηλωκέναι φασὶν οὐκ ἀνηλωκότες, ἀλλʼ αὐτοὶ πάντʼ ἔχοντες.
你们已经从证人、确证和情理中获得了充分的依据,由此可见,这些人虽然承认全部接收了我的财产,却声称已经花光了,而实际上他们并没有花光,而是自己占有了一切。
§24ὧν ἐνθυμουμένους χρὴ ποιήσασθαί τινʼ ἡμῶν πρόνοιαν, εἰδότας ὅτι ἐγὼ μὲν τἀμαυτοῦ διʼ ὑμῶν κομισάμενος εἰκότως λῃτουργεῖν ἐθελήσω, χάριτας ὀφείλων ὅτι μοι δικαίως ἀπέδοτε τὴν οὐσίαν, οὗτος δʼ, ἐὰν αὐτὸν ποιήσητε τῶν ἐμῶν κύριον, οὐδὲν ποιήσει τοιοῦτον.
考虑到这些,你们应当对我们予以关照,因为你们知道,如果我通过你们收回了自己的财产,我自然会乐意承担公共服务,感激你们公正地将产业归还给我;但这个人,如果你们让他成为我财产的主人,他绝不会做这样的事。
μὴ γὰρ οἴεσθʼ αὐτόν, ὑπὲρ ὧν ἤρνηται μὴ λαβεῖν, ὑπὲρ τούτων ὑμῖν λῃτουργεῖν ἐθελήσειν, ἀλλʼ ἀποκρύψεσθαι μᾶλλον, ἵνα δικαίως ἀποπεφευγέναι δοκῇ.
因为你们不要指望他会乐意用他否认收到的财产来为你们提供公共服务,相反,他会极力隐匿这些财产,以便让自己看起来像是被公正地判决无罪的。

词汇与语法注释

  1. §17ὡς καὶ τῶν δικῶν τούτων τοῦ ἀντιδόντος γιγνομένων — 带有连词 ὡς 的属格绝对结构。它解释了雅典法律(财产交换 antidosis)中的诉讼机制:如果财产交换成立,待决诉讼的权利也将转移给提出交换的人。τοῦ ἀντιδόντος 指“提出交换的人”(在此指斯拉叙洛科斯)。
  2. §17ἀπέκλεισα δʼ — 意为“我拒不交付”或“我阻断了[财产移交]”,动词 ἀποκλείω 的不定过去时。在财产交换程序中,指德摩斯梯尼拒绝立即向对方移交自己的财产,而是要求进行所有权裁决(διαδικασία),以判定谁依法应当承担公共服务。
  3. §19τὴν μὲν ... τὴν δʼ — 冠词的代名词用法,分别指代前文“母亲、我和姐姐”中的“姐姐”和“母亲”。在语法上,τὴν μὲν 指姐姐(原定嫁给德摩丰),τὴν δʼ 指母亲(原定嫁给阿波波斯)。虽然在先前的列表中母亲先被提及,但根据随后的嫁妆金额(两塔兰同与八十米纳),两者的指代对象是确切无疑的。
  4. §24ὧν ἐνθυμουμένους — 关系代词 ὧν 是中性复数,以行前所述的全部事实为先行词。宾格分词 ἐνθυμουμένους 与无人称动词 χρή 的逻辑主语(陪审员们,宾格)保持一致,形成带不定式结构。

引用这一段

狄摩西尼, 控诉阿波布斯二 §17-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg028.humanitext-grc2:17-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。