§1πολλὰ καὶ μεγάλʼ ἐψευσμένου πρὸς ὑμᾶς Ἀφόβου, τοῦτʼ αὐτὸν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφʼ ᾧ μάλιστʼ ἠγανάκτησα τῶν ῥηθέντων.
阿福布斯对你们说了许多弥天大谎,我将首先尝试在最让我气愤的一点上揭露他。
εἶπεν γὰρ ὡς ὁ πάππος ὤφειλε τῷ δημοσίῳ, καὶ διὰ ταῦθʼ ὁ πατὴρ οὐκ ἐβούλετο μισθωθῆναι τὸν οἶκον, ἵνα μὴ κινδυνεύσῃ.
因为他声称我的祖父欠了国库的债,因此我的父亲为了避免危险,不希望将家产出租。
καὶ τὴν μὲν πρόφασιν ποιεῖται ταύτην, ὡς δʼ ὀφείλων ἐτελεύτησεν ἐκεῖνος, οὐδεμίαν παρέσχετο μαρτυρίαν·
他把这作为借口,但关于祖父在去世时仍欠债这一点,他没有提供任何证据。
ἀλλʼ ὡς μὲν ὦφλεν, ἐνεβάλετο τηρήσας τὴν τελευταίαν ἡμέραν, ταύτην δʼ εἰς τὸν ὕστερον λόγον ὑπελίπετο, ὡς διαβαλεῖν τὸ πρᾶγμʼ ἐξ αὐτῆς δυνησόμενος.
然而,他等到最后一天,才把祖父曾被判罚款的证据塞进证据箱里,并将这一证据留给后来的申辩,以便利用它来抹黑这件事。
§2ἐὰν οὖν ἀναγνῷ, προσέχετʼ αὐτῇ τὸν νοῦν·
因此,如果他宣读它,请你们密切注意。
εὑρήσετε γὰρ οὐχ ὡς ὀφείλει μεμαρτυρημένην, ἀλλʼ ὡς ὦφλεν.
因为你们会发现,证据并不是证明他欠债,而是证明他曾被判罚款。
τοῦτʼ οὖν ἐλέγξαι πειράσομαι πρῶτον, ἐφʼ ᾧ φρονεῖ μάλιστα· ὃ καὶ ἡμεῖς ἀμφισβητοῦμεν.
因此,我将首先尝试在这一他最得意、而我们也予以否认的论点上揭露他。
εἰ μὲν οὖν τότʼ ἐξεγένετο καὶ μὴ τῷ χρόνῳ τοῦτʼ ἐνηδρεύθημεν, παρεσχόμεθʼ ἂν μάρτυρας ὡς ἐξετείσθη τὰ χρήματα καὶ πάντʼ αὐτῷ διελέλυτο τὰ πρὸς τὴν πόλιν·
如果当时有可能,而我们又没有被时间所设陷,我们本可以提供证人,证明这笔钱已经付清,他与城邦之间的一切债务均已结清。
νῦν δὲ τεκμηρίοις μεγάλοις ἐπιδείξομεν ὡς οὔτʼ ὤφειλεν οὔτʼ ἦν κίνδυνος οὐδεὶς ἡμῖν φανερὰ κεκτημένοις τὰ ὄντα.
但现在,我们将用有力的证据来证明,他既不欠债,而我们公开拥有这些财产也没有任何危险。
§3πρῶτον μὲν γὰρ Δημοχάρης, ἔχων ἀδελφὴν τῆς ἐμῆς μητρός, θυγατέρα δὲ Γύλωνος, οὐκ ἀποκέκρυπται τὴν οὐσίαν, ἀλλὰ χορηγεῖ καὶ τριηραρχεῖ καὶ τὰς ἄλλας λῃτουργίας λῃτουργεῖ καὶ οὐδὲν τῶν τοιούτων δέδοικεν.
首先,德摩哈雷斯娶了我母亲的姐妹,即季隆的女儿,他并没有隐瞒自己的财产,而是承担合唱奉仕、三段击战船奉仕以及其他公共服务,完全不怕这样的危险。
ἔπειτʼ αὐτὸς ὁ πατὴρ τήν τʼ ἄλλην οὐσίαν καὶ τέτταρα τάλαντα καὶ τρισχιλίας φανερὰς ἐποίησεν, ἃς οὗτοι γραφῆναί τʼ ἐν ταῖς διαθήκαις καὶ λαβεῖν σφᾶς αὐτοὺς κατʼ ἀλλήλων καταμαρτυροῦσιν.
其次,父亲本人也将其他财产以及四塔兰同三千德拉克马公开,这些被告自己也互相作证说这些财产已写在遗嘱中并由他们自己分得。
§4ἔτι δὲ καὶ αὐτὸς Ἄφοβος μετὰ τῶν συνεπιτρόπων τῇ πόλει τὸ πλῆθος τῶν καταλειφθέντων χρημάτων ἐμφανὲς ἐποίησεν, ἡγεμόνα με τῆς συμμορίας καταστήσας οὐκ ἐπὶ μικροῖς τιμήμασιν, ἀλλʼ ἐπὶ τηλικούτοις ὥστε κατὰ τὰς πέντε καὶ εἴκοσι μνᾶς πεντακοσίας εἰσφέρειν.
此外,阿福布斯本人与共同监护人一起,向城邦公开了遗留财产的总额,他将我推选为纳税组合的领袖,其估税额不是小数,而是高达每二十五米纳要缴纳五百德拉克马。
καίτοι εἴ τι τούτων ἦν ἀληθές, οὐδὲν ἂν αὐτῶν ἐποίησεν, ἀλλὰ πάντʼ ἂν ηὐλαβήθη.
然而,如果这些话有任何真实性,他绝不会做这些事,而会小心防范一切。
νῦν δὲ καὶ Δημοχάρης καὶ ὁ πατὴρ καὶ αὐτοὶ οὗτοι φαίνονται φανερὰ ποιοῦντες, καὶ οὐδένα τοιοῦτον κίνδυνον δεδιότες.
但现在,德摩哈雷斯、我的父亲以及这些被告显然都公开了财产,并且不害怕任何这样的危险。
§5πάντων δʼ ἀτοπώτατόν ἐστιν, λέγοντας ὡς ὁ πατὴρ οὐκ εἴα μισθοῦν τὸν οἶκον, τὴν μὲν διαθήκην μηδαμοῦ ταύτην ἀποφαίνειν, ἐξ ἧς ἦν εἰδέναι τἀκριβές, τηλικαύτην δʼ ἀνελόντας μαρτυρίαν οὕτως οἴεσθαι δεῖν εἰκῇ πιστεύεσθαι παρʼ ὑμῖν.
但最荒谬的是,他们声称父亲不准出租家产,却绝不在任何地方出示这份本来可以让我们知道确切事实的遗嘱;他们消灭了如此重要的证据,却认为应当如此随意地得到你们的信任。
ἀλλʼ ἐχρῆν, ἐπειδὴ τάχιστʼ ἐτελεύτησεν ὁ πατήρ, εἰσκαλέσαντας μάρτυρας πολλοὺς παρασημήνασθαι κελεῦσαι τὰς διαθήκας, ἵνʼ εἴ τι ἐγίγνετʼ ἀμφισβητήσιμον, ἦν εἰς τὰ γράμματα ταῦτʼ ἐπανελθεῖν καὶ τὴν ἀλήθειαν πάντων εὑρεῖν.
其实,在父亲去世后,他们应该立刻召集许多证人,要求在遗嘱上加盖印章,这样一旦发生争议,就可以查阅这些字据,并发现一切真相。
§6νῦν δʼ ἕτερα μὲν παρασημήνασθαι ἠξίωσαν, ἐν οἷς πολλὰ τῶν καταλειπομένων οὐκ ἐγέγραπτο, ὑπομνήματα δʼ ἦν· αὐτὴν δὲ τὴν διαθήκην, διʼ ἧς τούτων ὧν ἐσημήναντο γραμμάτων καὶ τῶν ἄλλων ἁπάντων χρημάτων ἐγίγνοντο κύριοι, καὶ τοῦ μὴ μισθοῦν τὸν οἶκον τῆς αἰτίας ἀπελέλυντο, ταύτην δʼ οὐκ ἐσημήναντο, οὐδʼ αὐτὴν ἀπέδοσαν.
但现在,他们却要求对其他一些未记录许多遗留财产的备忘录文件加盖印章;而那份赋予他们对这些已盖章文件以及所有其他财产的控制权、并免除他们未出租家产之责的遗嘱本身,他们既没有盖章,也没有交出。
ἄξιόν γε πιστεύειν αὐτοῖς ὅ τι ἂν περὶ τούτων λέγωσιν.
他们对这些事所说的话,哪里值得信任呢?
§7ἀλλʼ ἐγὼ οὐκ οἶδʼ ὅ τι τοῦτʼ ἔστιν.
但我不知道这是怎么回事。
οὐκ εἴα μισθοῦν τὸν οἶκον οὐδʼ ἐμφανῆ τὰ χρήματα ποιεῖν ὁ πατήρ.
父亲不准出租家产,也不准公开财产。
πότερον ἐμοί; ἢ τῇ πόλει;
这究竟是对我,还是对城邦?
φαίνεσθε γὰρ τοὐναντίον ἐκείνῃ μὲν φανερὰ ποιήσαντες, ἐμοὶ δὲ παντάπασιν ἀφανῆ πεποιηκότες, καὶ οὐδὲ ταῦτʼ ἀποφαίνοντες ἐξ ὧν τιμησάμενοι τὰς εἰσφορὰς εἰσεφέρετε.
因为显然你们做了相反的事:对城邦你们公开了财产,对我却完全隐瞒了,甚至不出示你们据以估税并缴纳特别税的凭证。
δείξατε γὰρ ταύτην τὴν οὐσίαν, τίς ἦν καὶ ποῦ παρέδοτέ μοι καὶ τίνος ἐναντίον.
请展示这些财产,它是什么,你们在哪里以及在谁面前交给了我?
§8τὰ μὲν γὰρ δύο τάλαντα καὶ τὰς ὀγδοήκοντα μνᾶς ἀπὸ τῶν τεττάρων ταλάντων καὶ τρισχιλίων ἐλάβετε, ὥστʼ οὐδὲ ταύτας ὑπὲρ ἐμοῦ εἰς τὸ δημόσιον ἐτιμήσασθε· ὑμέτεραι γὰρ ἦσαν ἐν ἐκείνοις τοῖς χρόνοις.
因为你们从四塔兰同三千德拉克马中拿走了两塔兰同八十米纳,因此你们并没有为了我而向国库申报这部分财产,因为在那个时候,这些财产是属于你们的。
ἀλλὰ μὴν ἔκ γε τῆς οἰκίας καὶ τῶν τεττάρων καὶ δέκʼ ἀνδραπόδων καὶ τῶν τριάκοντα μνῶν, ἅ μοι παρεδώκατε, τὴν εἰσφορὰν οὐχ οἷόν τε γενέσθαι τοσαύτην ὅσην ὑμεῖς συνετάξασθε πρὸς τὴν συμμορίαν.
但是,仅凭你们交给我的一栋房子、十四个奴隶和三十米纳,是绝不可能缴纳你们向纳税组合承诺的那么大数额的税款的。