Humanitext Reader

狄摩西尼 · 控诉阿波布斯一 §47-54

阿波博斯侵吞遗产与埋藏巨款的虚假辩解

第 7 段,共 9 段 · 希腊语

内容简介

狄摩西尼通过诸多证据揭露了阿波博斯侵吞遗产的事实,讲述了被告在仲裁人面前的无理狡辩与回避,并戳穿了其所谓父亲在地下埋藏四个塔兰同的恶劣谎言。

§47πῶς οὖν ἄν τις σαφέστερον ἐπιδείξειεν πάντα διηρπακότα καὶ μηδὲ τῶν μικρῶν ἀπεσχημένον, ἢ τοῦτον τὸν τρόπον ἐπιδεικνὺς μετὰ τοσούτων μαρτύρων καὶ τεκμηρίων;
那么,除了用这么多证人和证据以这种方式予以证明之外,还能怎样更清楚地表明此人侵吞了一切,连微小之物也未放过呢?
τὴν μὲν προῖκα λαβεῖν ὁμολογήσαντα καὶ ἔχειν αὐτὸν πρὸς τοὺς ἐπιτρόπους ἀπογράψαντα, τὸ δʼ ἐργαστήριον κεκαρπωμένον αὐτὸν καὶ τὴν πρόσοδον οὐκ ἀποφαίνοντα.
也就是证明:一方面,他承认收下了嫁妆并将其占有,且已在其他监护人处登记;另一方面,他从作坊中获利却未申报其收益。
§48τῶν δʼ ἄλλων τὰ μὲν πεπρακότα καὶ τὰς τιμὰς οὐκ ἀποδεδωκότα, τὰ δʼ ὡς ἑαυτὸν λαβόντα καὶ ταῦτʼ ἠφανικότα, ἔτι δὲ παρὰ τὸν λόγον ὃν αὐτὸς ἀπέδωκε τοσαῦτα κλέπτοντα, πρὸς δὲ τούτοις τὴν διαθήκην ἠφανικότα, τὰ ἀνδράποδα πεπρακότα, τἄλλʼ οὕτω πάντα διῳκηκότα, ὡς οὐδʼ ἂν οἱ ἔχθιστοι διοικήσειαν;
并且证明:至于其他财产,他有的已经变卖却未归还所得款项,有的则据为己有并使其消失;此外,他还违反了自己提交的账目,窃取了如此巨额的财物;不仅如此,他还隐匿了遗嘱,卖掉了奴隶,并以连最凶恶的仇敌都不会采用的方式管理了其余的一切。
ἐγὼ μὲν οὐκ οἶδʼ ὅπως ἄν τις σαφέστερον ἐπιδείξειεν.
我实在不知道还能怎样更清楚地予以证明。
§49ἐτόλμα τοίνυν πρὸς τῷ διαιτητῇ λέγειν, ὡς ἀπὸ τῶν χρημάτων χρέα τε πάμπολλʼ ἐκτέτεικεν ὑπὲρ ἐμοῦ Δημοφῶντι καὶ Θηριππίδῃ τοῖς συνεπιτρόποις, καὶ ὡς πολλὰ τῶν ἐμῶν λάβοιεν, οὐδέτερʼ ἔχων ἐπιδεικνύναι τούτων.
那么,他竟然在仲裁人面前声称,他已从资产中替我向共同监护人德摩丰和塞里皮德斯偿还了极多的债务,并称他们拿走了我的许多财产,但他对这两点都无法予以证明。
οὔτε γὰρ ὡς ὀφείλοντά με κατέλιπεν ὁ πατὴρ ἐν τοῖς γράμμασιν ἀπέφηνεν, οὐδʼ οἷς ἀποδεδωκέναι ταῦτʼ ἔφη παρέσχηται μάρτυρας, οὔτʼ αὖ τὸν ἀριθμὸν τῶν χρημάτων εἰς τοὺς συνεπιτρόπους ἐπανέφερεν ὅσον αὐτὸς φαίνεται λαβών, ἀλλὰ πολλοῖς ἐλάττω χρήμασιν.
因为他既没有在字据中表明我父亲留下债务,也没有为他自称偿还这些债务的对方提供证人,更没有把与自己显而易见所拿走的同样多的金额归于共同监护人账下,而是归于少得多的数额。
§50ἐρωτηθεὶς δʼ ὑπὸ τοῦ διαιτητοῦ ταῦτά τε καθʼ ἕκαστον, καὶ τὴν οὐσίαν τὴν αὑτοῦ πότερον ἐκ τῶν ἐπικαρπιῶν ἢ τἀρχαῖʼ ἀναλίσκων διῴκηκεν, καὶ πότερον ἐπιτροπευθεὶς ἀπεδέξατʼ ἂν τοῦτον τὸν λόγον παρὰ τῶν ἐπιτρόπων ἢ τἀρχαῖʼ ἂν ἀπολαβεῖν ἠξίου σὺν τοῖς ἔργοις τοῖς γεγενημένοις, πρὸς μὲν ταῦτʼ ἀπεκρίνατʼ οὐδέν, προὐκαλεῖτο δʼ ἐθέλειν ἐπιδεῖξαί μοι τὴν οὐσίαν δέκα ταλάντων οὖσαν· εἰ δέ τι ἐλλείποι, αὐτὸς ἔφη προσθήσειν.
当仲裁人就这些问题逐一询问他,并问他自己管理家产时是靠收益开销还是消耗本金,以及如果他自己是被监护人,他是否会接受监护人给出的这种账目,还是会要求收回本金连同已产生的收益时,对于这些问题他什么也没有回答,反而提出挑战,说他愿意向我展示我的财产价值十个塔兰同;并称如果有什么短缺,他自己会补上。
§51κελεύοντος δʼ ἐμοῦ πρὸς τὸν διαιτητὴν ἐπιδεικνύναι ταῦτʼ οὐκ ἐπέδειξεν, οὐδʼ ὡς οἱ συνεπίτροποι παρέδοσαν (οὐ γὰρ ἂν αὐτοῦ κατεδιῄτησεν), μαρτυρίαν δʼ ἐνεβάλετο τοιαύτην, περὶ ἧς πειράσεταί τι λέγειν.
但当我在仲裁人面前催促他展示这些时,他并没有展示,也没有证明共同监护人已经移交(否则仲裁人就不会做出对他不利的裁决),而是提交了这样一份证词,对此他将会企图辩解。
ἂν μὲν οὖν καὶ νῦν ἔχειν με φῇ, τίνος παραδόντος ἐρωτᾶτʼ αὐτόν, καὶ καθʼ ἕκαστον παρασχέσθαι μάρτυρας ἀξιοῦτε.
因此,如果他现在还说我拥有这些财产,请追问他是谁移交的,并要求他逐一提供证人。
§52ἐὰν δʼ εἶναί μοι φῇ τοῦτον τὸν τρόπον, λογιζόμενος τὰ παρʼ ἑκατέρῳ τῶν ἐπιτρόπων, διπλασίοις ἐλάττω φανήσεται λέγων, ἔχοντα δʼ οὐδὲν μᾶλλον ἀποφαίνων.
如果他声称我的财产是以这种方式存在的——通过计算每个监护人手头的数额——那么显然他所说的数额要比实际少了一半,而且同样未能表明我拥有这些财产。
ἐγὼ γὰρ ὥσπερ καὶ τοῦτον τοσαῦτʼ ἔχοντʼ ἐξήλεγξα, οὕτως κἀκείνων ἑκάτερον οὐκ ἐλάττω τούτων ἔχοντʼ ἐπιδείξω.
因为正如我揭露了此人占有如此多的财产一样,我同样会证明他们中的每个人占有的财产也不比他少。
ὥστʼ οὐ τοῦτʼ αὐτῷ λεκτέον, ἀλλʼ ὡς ἢ αὐτὸς ἢ οἱ συνεπίτροποι παρέδοσαν.
因此,他不应当说这些,而应当证明是他自己或共同监护人移交了财产。
εἰ δὲ μὴ τοῦτʼ ἐπιδείξει, πῶς χρὴ ταύτῃ τῇ προκλήσει προσέχειν ὑμᾶς τὸν νοῦν;
如果他不能证明这一点,你们又怎能理会这一挑战呢?
οὐδὲν γὰρ μᾶλλον ἔχοντά μʼ ἐπιδείκνυσι.
因为这根本无法证明我拥有财产。
§53πολλὰ τοίνυν ἀπορηθεὶς πρὸς τῷ διαιτητῇ περὶ πάντων τούτων, καὶ καθʼ ἕκαστον ἐξελεγχόμενος ὥσπερ νυνὶ παρʼ ὑμῖν, ἐτόλμησε ψεύσασθαι πάντων δεινότατον, ὡς τέτταρά μοι τάλανθʼ ὁ πατὴρ κατέλιπε κατορωρυγμένα καὶ τούτων κυρίαν τὴν μητέρʼ ἐποίησεν.
因此,在仲裁人面前对所有这些事情一筹莫展、并且像现在在你们面前一样被逐一揭露之后,他竟敢撒下最恶毒的谎言,称我父亲给我留下了埋在地底下的四个塔兰同,并让我的母亲支配这些钱。
ταῦτα δʼ εἶπεν, ἵνʼ εἰ μὲν καὶ νῦν προσδοκήσαιμʼ αὐτὸν ἐρεῖν, ἀπολογούμενος περὶ αὐτῶν διατρίβοιμι, δέον ἕτερά μʼ αὐτοῦ κατηγορεῖν πρὸς ὑμᾶς· εἰ δʼ ὡς οὐ ῥηθησομένων παραλίποιμι, νῦν αὐτὸς εἴποι, ἵνα δοκῶν εἶναι πλούσιος ἧττον ὑφʼ ὑμῶν ἐλεοίμην.
他说这些话,是为了如果我预料到他现在还会这么说,就会在辩解中耗费时间,而耽误了在你们面前指控他的其他罪行;或者如果我以为他不会说而予以忽略,他现在就会自己说出来,以便让我显得富有,从而少得到你们的同情。
§54καὶ μαρτυρίαν μὲν οὐδεμίαν ἐνεβάλετο τούτων ὁ ταῦτʼ εἰπεῖν ἀξιώσας, ψιλῷ δὲ λόγῳ χρησάμενος ὡς πιστευθησόμενος διʼ ἐκείνων.
而这位自认为可以如此信口雌黄的人,却没有为这些话提交任何证词,只是凭空捏造,以为能凭此令人信服。
καὶ ὅταν μὲν ἔρηταί τις αὐτόν, εἰς τί τῶν ἐμῶν τοσαῦτα χρήματʼ ἀνήλωκεν, χρέα φησὶν ὑπὲρ ἐμοῦ ἐκτετεικέναι καὶ πένητʼ ἐνταυθοῖ ζητεῖ ποιεῖν· ὅταν δὲ βούληται, πλούσιον ὡς ἔοικεν, εἴπερ γε καὶ τοσοῦτον ἐκεῖνος ἀργύριον οἴκοι κατέλιπεν.
每当有人问他把我的这么多钱花在什么地方时,他就说替我偿还了债务,企图在这里把我贬为穷光蛋;但每当他愿意时,他又似乎要把我当成富翁,如果我父亲真的在家里留下了那么多钱的话。
ὡς δʼ οὐκ ἀληθῆ λέγειν οἷόν τʼ αὐτόν, ἀλλʼ ἀδύνατόν τι γενέσθαι τούτων, ἐκ πολλῶν ῥᾴδιον μαθεῖν.
然而,从许多事实中不难看出,他不可能在说真话,而且这些事情也根本不可能发生。

词汇与语法注释

  1. §47τὴν μὲν προῖκα λαβεῖν ... διῳκηκότα — 从§47延伸至§48的一系列宾格分词(ὁμολογήσαντα, ἀπογράψαντα, κεκαρπωμένον, οὐκ ἀποφαίνοντα, πεπρακότα, οὐκ ἀποδεδωκότα, λαβόντα, ἠφανικότα, κλέπτοντα, ἠφανικότα, πεπρακότα, διῳκηκότα)充当主句动词 ἐπιδείξειεν 或分词 ἐπιδεικνύς 的宾语(表示事实的补充性分词)。它们具体列举了被告阿波博斯的种种不义行为(隐匿嫁妆、不申报收入、侵吞变卖款、违反账目窃款、隐匿遗嘱、变卖奴隶等),构成了长而复杂的句子结构。
  2. §50πότερον ἐπιτροπευθεῖς ἀπεδέξατʼ ἂν τοῦτον τὸν λόγον παρὰ τῶν ἐπιτρόπων ἢ τἀρχαῖʼ ἂν ἀπολαβεῖν ἠξίου σὺν τοῖς ἔργοις τοῖς γεγενημένοις — 间接疑问句中的 ἀπεδέξατ' ἄν(直说语气过去时配合 ἄν)与 ἂν ... ἠξίου(直说语气未完成过去时配合 ἄν)表示与过去事实相反的虚拟条件(违实条件)。充当条件从句(Protasis)功能的是被动分词 ἐπιτροπευθείς(“如果他自己曾是被监护人”)。
  3. §52διπλασίοις ἐλάττω — 与格 διπλασίοις 是表示程度差异的与格(dative of degree of difference),修饰比较级 ἐλάττω。其字面意思是“少了两倍”,意味着被告所声称的数额只有他实际应当交代数额的一半(或更少)。

引用这一段

狄摩西尼, 控诉阿波布斯一 §47-54. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg027.humanitext-grc2:47-54

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。