§55εἰ μὲν γὰρ ὁ πατὴρ ἠπίστει τούτοις, δῆλον ὅτι οὔτʼ ἂν τἄλλʼ ἐπέτρεπεν οὔτʼ ἂν ταῦθʼ οὕτω καταλείπων αὐτοῖς ἔφραζε·
因为如果父亲不信任他们,显而易见他既不会把其余的产业托付给他们,也不会在以这种方式留下一笔钱时告诉他们。
μανία γὰρ δεινὴ τὰ κεκρυμμένʼ εἰπεῖν, μηδὲ τῶν φανερῶν μέλλοντʼ ἐπιτρόπους καταστήσειν.
因为,当他甚至不打算指定他们为显露财产的监护人时,却谈论隐藏的资产,那将是极其荒谬的疯狂。
εἰ δʼ ἐπίστευεν, οὐκ ἂν δήπου τὰ μὲν πλεῖστʼ αὐτοῖς τῶν χρημάτων ἐνεχείρισεν, τῶν δʼ οὐκ ἂν κυρίους ἐποίησεν.
但如果他信任他们,他绝不会把大部分资金交到他们手中,却不让他们支配其余的部分。
οὐδʼ ἂν τῇ μὲν μητρί μου ταῦτα φυλάττειν ἔδωκεν, αὐτὴν δʼ ἐκείνην ἑνὶ τῶν ἐπιτρόπων τούτῳ γυναῖκʼ ἔδωκεν· οὐ γὰρ ἔχει λόγον, σῴζειν μὲν τὰ χρήματα διὰ τῆς ἐμῆς μητρὸς ζητεῖν, ἕνα δὲ τῶν ἀπιστουμένων καὶ αὐτῆς καὶ τῶν χρημάτων κύριον ποιεῖν.
他也不会把这笔钱交给我母亲保管,然后又把她嫁给这几位监护人中的这一个人;因为这根本说不通:一方面试图通过我母亲来保存这笔钱,另一方面却让一个不被信任的人成为她和这笔钱的主人。
§56ἔτι δέ, τούτων εἴ τι ἦν ἀληθές, οἴεσθʼ οὐκ ἂν αὐτὴν λαβεῖν δοθεῖσαν ὑπὸ τοῦ πατρός;
此外,如果这些话有一丝真实,你们认为在父亲把她许配给他时,他不会娶她吗?
ὃς τὴν μὲν προῖκʼ αὐτῆς ἤδη, τὰς ὀγδοήκοντα μνᾶς, ἔχων ὡς συνοικήσων αὐτῇ, τὴν Φιλωνίδου τοῦ Μελιτέως θυγατέρʼ ἔγημεν· τεττάρων δὲ ταλάντων ἔνδον ὄντων, καὶ ταῦτʼ ἐκείνης ἐχούσης, ὡς οὗτός φησιν, οὐκ ἂν ἡγεῖσθʼ αὐτὸν κἂν ἐπιδραμεῖν, ὥστε γενέσθαι μετʼ ἐκείνης αὐτῶν κύριον.
他早已拿走了她那八十个米纳的嫁妆,本打算与她同居,却娶了梅利特区菲洛尼德斯的女儿;但是,如果家里真的有四个塔兰同,而且正如这个人所说,是她拿着这笔钱,你们难道不认为他甚至会跑去娶她,以便和她一起成为这笔钱的主人吗?
§57ἢ τὴν μὲν φανερὰν οὐσίαν, ἣν καὶ ὑμῶν οἱ πολλοὶ συνῄδεσαν ὅτι κατελείφθη, μετὰ τῶν συνεπιτρόπων οὕτως αἰσχρῶς διήρπασεν, ὧν δʼ οὐκ ἐμέλλεθʼ ὑμεῖς ἔσεσθαι μάρτυρες, ἀπέσχετʼ ἂν ἐξὸν αὐτῷ λαβεῖν;
难道说,对于你们大多数人都知道留下的显露财产,他与共同监护人如此无耻地进行了侵吞,而对于你们无法作证的财产,即使他本可以拿走,却反而克制住了吗?
καὶ τίς ἂν πιστεύσειεν;
谁能相信这一点呢?
οὐκ ἔστιν ταῦτʼ, ὦ ἄνδρες δικασταί, οὐκ ἔστιν, ἀλλὰ τὰ μὲν χρήματα, ὅσα κατέλιπεν ὁ πατήρ, πάντα τούτοις παρέδωκεν, οὗτος δʼ, ἵνʼ ἧττον ἐλεηθῶ παρʼ ὑμῖν, τούτοις τοῖς λόγοις χρήσεται.
不是这样的,法官先生们,绝非如此;而是我父亲将他留下的所有资金交给了他们,而这个人为了让你们少同情我,才使用这些论调。
§58πολλὰ μὲν οὖν ἔγωγʼ ἔχω καὶ ἄλλα τούτου κατηγορεῖν· ἓν δὲ περὶ πάντων κεφάλαιον εἰπών, πάσας αὐτοῦ διαλύσω τὰς ἀπολογίας.
如今,我还有许多其他控诉要针对他;但通过就所有这些问题说明一个核心要点,我就能瓦解他所有的辩护。
τούτῳ γὰρ ἐξῆν μηδὲν ἔχειν τούτων τῶν πραγμάτων, μισθώσαντι τὸν οἶκον κατὰ τουτουσὶ τοὺς νόμους.
因为他本可以完全不卷入这些麻烦的事务中,只要按照这些法律将产业出租即可。
λαβὲ τοὺς νόμους καὶ ἀνάγνωθι.
请拿取法律并宣读。
ΝΟΜΟΙ.
κατὰ τούτους τοὺς νόμους Ἀντιδώρῳ μὲν ἐκ τριῶν ταλάντων καὶ τρισχιλίων ἐν ἓξ ἔτεσιν ἓξ τάλαντα καὶ πλέον ἐκ τοῦ μισθωθῆναι παρεδόθη, καὶ ταῦθʼ ὑμῶν τινὲς εἶδον· Θεογένης γὰρ ὁ Προβαλίσιος, ὁ μισθωσάμενος αὐτοῦ τὸν οἶκον, ἐν τῇ ἀγορᾷ ταῦτα τὰ χρήματʼ ἐξηρίθμησεν.
法律根据这些法律,在安提多罗斯的案例中,通过出租,在六年内从三个塔兰同和三千德拉克马中交付了六个以上的塔兰同,你们中的一些人也亲眼见证了这一点;因为租用他产业的普罗巴林托斯区的狄奥革涅斯,曾在广场上清点了这笔钱。
§59ἐμοὶ δʼ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐν δέκʼ ἔτεσιν πρὸς τὸν χρόνον τε καὶ τὴν ἐκείνου μίσθωσιν πλέον ἢ τριπλάσια κατὰ τὸ εἰκὸς προσῆκον γενέσθαι, τοῦτο διὰ τί οὐκ ἐποίησεν, ἐρωτᾶτʼ αὐτόν.
但至于我,从十四个塔兰同在十年内,按照时间和那次出租的比例,理应产生三倍以上的收益,请追问他为什么没有这样做。
εἰ μὲν γάρ φησι βέλτιον εἶναι μὴ μισθωθῆναι τὸν οἶκον, δειξάτω μὴ διπλάσια μηδὲ τριπλάσιά μοι γεγενημένα, ἀλλʼ αὐτὰ τὰ ἀρχαῖʼ ἐμοὶ πάντʼ ἀποδεδομένα.
因为如果他说不把产业出租更好,那就让他展示,不是我的财产翻了一倍或两倍,而是本金本身已全部归还给我。
εἰ δʼ ἐκ τεττάρων καὶ δέκα ταλάντων ἐμοὶ μὲν μηδʼ ἑβδομήκοντα μνᾶς παραδεδώκασιν, ὁ δὲ καὶ πρὸς ὀφείλοντά μʼ αὑτῷ ἀπέγραψεν, πῶς ἀποδέξασθαί τι προσήκει τούτων λεγόντων;
但是,如果他们从十四个塔兰同中连七十个米纳都没有交付给我,而且他甚至把我登记为欠他钱的债务人,那么怎么能接受他们所说的话呢?
οὐδαμῶς δήπουθεν.
当然一点也不行。
§60τοσαύτης τοίνυν οὐσίας μοι καταλειφθείσης ὅσην ἐξ ἀρχῆς ἠκούσατε, καὶ τοῦ τρίτου μέρους πρόσοδον αὐτῆς φερούσης πεντήκοντα μνᾶς, ἐξὸν τούτοις τοῖς ἀπληστοτάτοις χρημάτων, καὶ εἰ μὴ μισθοῦν τὸν οἶκον ἐβούλοντο, ἀπὸ μὲν τούτων τῶν προσιόντων, ἐῶντας ὥσπερ εἶχεν κατὰ χώραν, ἡμᾶς τε τρέφειν καὶ τὰ πρὸς τὴν πόλιν διοικεῖν, καὶ ὅσʼ ἐξαὐτῶν περιεγίγνετο. §61ταῦτα προσπεριποιεῖν, τὴν δʼ ἄλλην οὐσίαν ἐνεργὸν ποιήσασιν, οὖσαν ταύτης διπλασίαν, αὑτοῖς τε, εἰ χρημάτων ἐπεθύμουν, μέτριʼ ἐξ αὐτῶν λαβεῖν, ἐμοί τε σὺν τοῖς ἀρχαίοις τὸν οἶκον ἐκ τῶν προσόδων μείζω ποιῆσαι, τούτων μὲν οὐδὲν ἐποίησαν, ἀποδόμενοι δʼ ἀλλήλοις τὰ πλείστου ἄξια τῶν ἀνδραπόδων, τὰ δὲ παντάπασιν ἀφανίσαντες, ἐμοῦ μὲν ἀνεῖλον καὶ τὴν ὑπάρχουσαν πρόσοδον, σφίσι δʼ αὐτοῖς οὐ μικρὰν ἐκ τῶν ἐμῶν κατεσκευάσαντο.
因此,既然留给我的家产正如你们起初所听到的那样庞大,且其中三分之一的部分就带来了五十个米纳的收益,这些极度贪得无厌的人本可以——即使他们不想出租家产——利用这些进账的收益来抚养我们并向城邦履行公共义务,而让财产维持原样,并将其中产生的盈余进一步积攒起来,并且通过使相当于此数额两倍的其余财产产生效益,如果他们渴望金钱,他们自己也可以从中获取适度的数额,同时也可以利用收益连同本金为我把产业扩大——但他们没有做其中的任何一件事,反而通过互相变卖最值钱的奴隶,并使其他奴隶彻底消失,夺走了我现有的收益,并利用我的财产为他们自己建立起了不小的财富。