§39οὗτος τοίνυν τὸ καθʼ αὑτὸν ὀκτὼ καὶ ἑκατὸν μνᾶς λαβεῖν ὁμολογῶν, ἔχει καὶ αὐτὰς καὶ τὸ ἔργον δέκʼ ἐτῶν, μάλιστα τρία τάλαντα καὶ χιλίας.
那么,此人承认自己拿走了一百零八米纳,他不仅持有这笔本金,还持有十年的收益,总共约为三个塔兰同和一千德拉克马。
καὶ ταῦθʼ ὡς ἀληθῆ λέγω, καὶ ἐν τοῖς λόγοις τῆς ἐπιτροπῆς τὸ λῆμμʼ ἕκαστος τοῦθʼ ὁμολογῶν λαβεῖν ἅπαν ἀνηλωκέναι λογίζεται, λαβὲ τὰς μαρτυρίας καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑΙ.
为了证明我所说属实,并且在监护账目中,他们每个人在承认收到这笔进项的同时,都申报已将其全部花光,请拿取证词并予以宣读。
§40νομίζω τοίνυν, ὦ ἄνδρες δικασταί, περὶ τούτων ἱκανῶς μὲν ὑμᾶς μεμαθηκέναι, καὶ ὅσα κλέπτουσιν καὶ κακουργοῦσιν ἕκαστος αὐτῶν· ἔτι δʼ ἀκριβέστερον ἔγνωτʼ ἄν, εἴ μοι τὰς διαθήκας, ἃς ὁ πατὴρ κατέλιπεν, οὗτοι ἀποδοῦναι ἠθέλησαν.
因此,裁判员诸位,我认为你们已经对这些事情以及他们每个人如何偷窃和作恶有了充分的了解;但如果他们过去愿意归还我父亲留下的遗嘱,你们本会了解得更加精确。
ἐν γὰρ ἐκείναις ἐγέγραπτο, ὥς φησιν ἡ μήτηρ, ἃ κατέλιπεν ὁ πατὴρ πάντα, καὶ ἐξ ὧν ἔδει τούτους λαβεῖν τὰ δοθέντα, καὶ τὸν οἶκον ὅπως μισθώσουσι.
因为正如我母亲所说,那份遗嘱里写明了我父亲留下的一切财产、他们应当从中获取赠予的财源,以及他们应当如何出租家产。
§41νῦν δʼ ἀπαιτοῦντος ἐμοῦ καταλειφθῆναι μὲν ὁμολογοῦσιν, αὐτὰς δʼ οὐκ ἀποφαίνουσι.
然而现在,尽管我要求,他们虽然承认留下了遗嘱,却不肯将其出示。
ταῦτα δὲ ποιοῦσι τό τε πλῆθος οὐ βουλόμενοι καταφανὲς ποιῆσαι τῆς οὐσίας τὸ καταλειφθέν, ὃ διηρπάκασιν οὗτοι, τάς τε δωρεὰς ἵνα μὴ δοκῶσιν ἔχειν, ὥσπερ οὐκ ἐξ αὐτοῦ τοῦ πράγματος ἐξελεγχθησόμενοι ῥᾳδίως.
他们这样做,是因为他们不想让我父亲留下的、已被他们瓜分殆尽的家产数量暴露,也是为了不让人看出他们占有了赠予,仿佛他们不会轻易被事实本身所揭穿似的。
λαβὲ δʼ αὐτοῖς τὰς μαρτυρίας ὧν ἐναντίον ἀπεκρίναντο, καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑΙ.
请为他们拿取他们反驳时所作回答的证词,并予以宣读。
§42οὗτος διαθήκην μὲν γενέσθαι φησίν, καὶ τὰ δύο τάλαντα Δημοφῶντι καὶ τὰς ὀγδοήκοντα μνᾶς τούτῳ δοθῆναι μαρτυρεῖ· τὰς δʼ ἑβδομήκοντα μνᾶς, ἃς Θηριππίδης ἔλαβεν, οὐ προσγραφῆναί φησιν, οὐδὲ τὸ πλῆθος τῆς οὐσίας τὸ καταλειφθέν, οὐδὲ τὸν οἶκον ὅπως μισθώσουσιν· οὐ γὰρ αὐτῷ συμφέρει προσομολογῆσαι ταῦτα.
此人声称遗嘱确实存在,并证明给德摩丰的两个塔兰同和给此人的八十米纳是已经给出的;但他声称塞里皮德斯拿走的七十米纳并未追加写明,也未写明留下的家产总额,以及他们应当如何出租家产;因为承认这些对他并无好处。
λαβὲ δὴ τὴν τούτου ἀπόκρισιν. ΜΑΡΤΥΡΙΑ.
请拿取他的回答。
§43οὗτος αὖ τὴν μὲν διαθήκην γενέσθαι φησίν, καὶ τὸ ἀργύριον ἐκ τοῦ χαλκοῦ καὶ τῆς κηκῖδος ἀποδοθῆναι τῷ Θηριππίδῃ, ὃ ἐκεῖνος οὔ φησιν, καὶ τὰ δύο τάλαντα τῷ Δημοφῶντι· περὶ δὲ τῶν αὐτῷ δοθέντων γραφῆναι μέν φησιν, οὐχ ὁμολογῆσαι δʼ αὐτός, ἵνα μὴ δοκῇ λαβεῖν.
另一方面,此人又说遗嘱确实存在,并称支付给塞里皮德斯的钱来自铜料和没食子——尽管后者予以否认——而且给德摩丰的有两个塔兰同;而关于给他自己的赠予,他虽然声称写在了遗嘱上,但他自己并未同意,以免显得他已经收下。
τὸ δὲ πλῆθος τῆς οὐσίας οὐδʼ οὗτος ἀποφαίνει καθόλου, οὐδὲ τὸ μισθοῦν τὸν οἶκον· οὐδὲ γὰρ οὐδὲ τούτῳ συμφέρει προσομολογῆσαι ταῦτα.
至于家产的总额,连此人也完全不予申报,也绝口不提房屋的出租;因为承认这些对他也同样没有好处。
§44δῆλον τοίνυν ἐστὶν οὐδὲν ἧττον τὸ πλῆθος τῶν καταλειφθέντων, καίπερ ἀφανιζόντων τούτων τὴν οὐσίαν ἐκ τῶν διαθηκῶν, ἐξ ὧν τοσαῦτα χρήματʼ ἀλλήλοις φασὶ δοθῆναι.
因此,虽然他们企图通过隐匿遗嘱来消匿家产,但从他们声称彼此赠予了如此巨额财物这一事实来看,留下来的家产总额依然同样明朗。
ὅστις γὰρ ἐκ τεττάρων ταλάντων καὶ τρισχιλίων τοῖς μὲν τρία τάλαντα καὶ δισχιλίας προῖκα δέδωκεν, τῷ δʼ ἑβδομήκοντα μνᾶς καρποῦσθαι, φανερὸν δήπου πᾶσιν ὅτι οὐκ ἀπὸ μικρᾶς οὐσίας, ἀλλὰ πλέον ἢ διπλασίας ἧς ἐμοὶ κατέλειπεν ταῦτʼ ἀφεῖλεν.
因为一个从四个塔兰同和三千德拉克马中,给一些人送去三个塔兰同和两千德拉克马作为嫁妆,又给另一个人七十米纳去享用收益的人,对所有人来说这显然说明,他扣除这些赠予绝非来自微薄的家产,而是来自两倍于他留给我的财产。
§45οὐ γὰρ δήπου τὸν μὲν υἱὸν ἐμὲ πένητʼ ἐβούλετο καταλιπεῖν, τούτους δὲ πλουσίους ὄντας ἔτι πλουσιωτέρους ποιῆσαι ἐπεθύμησεν, ἀλλʼ ἕνεκα τοῦ πλήθους τῶν ἐμοὶ καταλειπομένων Θηριππίδῃ τε τοσοῦτον ἀργύριον καὶ Δημοφῶντι τὰ δύο τάλαντα, οὔπω μέλλοντι τῇ ἀδελφῇ τῇ ἐμῇ συνοικήσειν, καρποῦσθαι ἔδωκεν, ἵνα δυοῖν θάτερον διαπράξαιτο, ἢ διὰ τὰ διδόμενα βελτίους αὐτοὺς εἶναι τὰ περὶ τὴν ἐπιτροπὴν προτρέψειεν, ἢ εἰ κακοὶ γίγνοιντο, μηδεμιᾶς συγγνώμης παρʼ ὑμῶν τυγχάνοιεν, εἰ τοσούτων ἀξιωθέντες τοιαῦτʼ εἰς ἡμᾶς ἐξαμαρτάνοιεν.
因为他绝不是希望留下我这个儿子受穷,而渴望让本已富有的他们变得更加富有;而是因为留给我的财产数额巨大,他才给塞里皮德斯那么多钱,并给还未与我妹妹成婚的德摩丰两个塔兰同去享受收益,好让他达到两个目的之一:要么通过这些赠予激励他们在监护事务中表现得更好,要么如果他们变坏,他们就不能从你们这里得到任何宽恕,因为他们享有了如此丰厚的回报,却对我们犯下了这样的罪行。
§46οὗτος τοίνυν καὶ αὐτὸς πρὸς τῇ προικὶ καὶ θεραπαίνας λαβὼν καὶ τὴν οἰκίαν οἰκῶν, ἐπειδὴ δεῖ λόγον αὐτὸν δοῦναι τούτων, τὰ ἑαυτοῦ πράττειν φησίν· καὶ εἰς τοσοῦτον αἰσχροκερδίας ἦλθεν, ὥστε καὶ τοὺς διδασκάλους τοὺς μισθοὺς ἀπεστέρηκεν καὶ τῶν εἰσφορῶν ἔστιν ἃς οὐ κατέθηκεν, ἐμοὶ δὲ λογίζεται.
那么,此人自己不仅拿到了嫁妆,还占有了女奴隶并居住在我的房子里,然而每当需要他对此进行交代时,他却声称自己只是在做自己的本分;他竟贪得无厌到了这种地步,以至于连教师们的学费也要剥夺,并且有些非常税他并未缴纳,却将其算在我的账上。
λαβὲ δὴ καὶ ταύτας αὐτοῖς τὰς μαρτυρίας καὶ ἀνάγνωθι. ΜΑΡΤΥΡΙΑΙ.
请为他们拿取这部分的证词,并予以宣读。