Humanitext Reader

狄摩西尼 · 控诉阿波布斯一 §31-38

原材料侵占的证实与对虚假账目的驳斥

第 5 段,共 9 段 · 希腊语

内容简介

原告证实了其亡父遗留的大量象牙和铁等原材料被监护人们隐匿并私自出售,并通过具体的数字驳斥了对方提交的不实账目,揭露了他们的侵占行为。

§31τὸν τοίνυν πλέον ἢ πεντήκοντʼ ἀνδράποδα κεκτημένον καὶ δυοῖν τέχναιν ἐπιμελούμενον, ὧν θάτερον ἐργαστήριον εἰς τὰς κλίνας ῥᾳδίως δύο μνᾶς τοῦ μηνὸς ἀνήλισκεν ἐλέφαντος, τὸ δὲ μαχαιροποιεῖον οὐκ ἔλαττον ἢ τοσοῦτον ἕτερον σὺν σιδήρῳ, τοῦτον οὔ φασιν καταλιπεῖν οὐδὲν τούτων· εἰς τοῦτʼ ἀναιδείας ἐληλύθασιν.
因此,一个拥有五十多个奴隶并经营着两门手艺的人,——其中一间制作卧榻的作坊每月轻松消耗价值两米纳的象牙,而另一间制作刀具的作坊连同铁料在内消耗的材料也不少于此数,——他们竟然声称此人没有留下这些材料中的任何一样;他们竟无耻到了这种地步。
§32ὅτι μὲν οὖν οὐ πιστὰ λέγουσιν, καὶ ἐκ τούτων αὐτῶν ῥᾴδιόν ἐστι μαθεῖν· ὅτι δʼ ἐκεῖνος κατέλιπε τοσοῦτον τὸ πλῆθος ὥστε μὴ μόνον ἱκανὸν εἶναι κατεργάζεσθαι τοῖς ἑαυτοῦ δημιουργοῖς, ἀλλὰ καὶ τῷ βουλομένῳ πρὸς ὠνεῖσθαι τῶν ἄλλων, ἐκεῖθεν φανερόν, ὅτι αὐτός τʼ ἐπώλει ζῶν καὶ Δημοφῶν καὶ οὗτος τοῦ πατρὸς ἤδη τετελευτηκότος ἐκ τῆς οἰκίας τῆς ἐμῆς ἀπεδίδοντο τοῖς βουλομένοις.
因此,他们所说的话并不可信,这从这些事实中便很容易看出来;而我父亲留下的材料数量之多,不仅足够他自己的工匠加工,而且也足够其他任何想买的人购买,这一点从以下事实中显而易见:他在世时自己就出售这些材料,而在我父亲去世后,德摩丰和这个人在我家里也向想要购买的人出售这些材料。
§33καίτοι πόσον τινὰ χρὴ τὸν καταλειφθέντα νομίζειν εἶναι, ὅταν φαίνηται τηλικούτοις τʼ ἐργαστηρίοις ἐξαρκῶν καὶ χωρὶς ὑπὸ τῶν ἐπιτρόπων πιπρασκόμενος;
然而,当这些材料既能满足如此大规模作坊的需求,又被监护人们私下出售时,我们应该认为遗留下来的数量有多少呢?
ἆρʼ ὀλίγον, ἀλλʼ οὐ πολλῷ πλείω τῶν ἐγκεκλημένων;
难道会很少,而不是远远超过诉状中所要求的数量吗?
λαβὲ τοίνυν τὰς μαρτυρίας ταυτασὶ καὶ ἀνάγνωθʼ αὐτοῖς.
那么,请拿取这些证词并向他们宣读。
ΜΑΡΤΥΡΙΑΙ τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον ἢ τάλαντον, ὃν οὔτʼ αὐτὸν οὔτε τὸ ἔργον μοι ἀποφαίνουσιν, ἀλλὰ καὶ τοῦτον ἄρδην ἀφανίζουσιν ὅλον.
ΜΑΡΤΥΡΙΑΙ 而这些象牙的价值超过一个塔兰同,他们既不向我申报其现物,也不申报其收益,而是将这笔财产也彻底隐藏得无影无踪。
§34ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, παρὰ τὸν λόγον ὃν ἀποφέρουσιν, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσιν, ἐπιδείξω ὑμῖν τρεῖς μὲν ὄντας αὐτοὺς πλέον ἢ ὀκτὼ τάλαντʼ ἐκ τῶν ἐμῶν ἔχοντας, ἰδίᾳ δʼ ἐκ τούτων Ἄφοβον τρία τάλαντα καὶ χιλίας εἰληφότα, τά τʼ ἀνηλωμένα χωρὶς τούτων πλείω τιθεὶς καὶ ὅσʼ ἐκ τούτων ἀπέδοσαν ἀφαιρῶν, ἵνʼ εἰδῆθʼ ὅτι οὐ μικρᾶς ἀναιδείας τὰ ἐγχειρήματʼ αὐτῶν ἐστίν.
此外,裁判员诸位,在他们提交的账目之外,根据他们自己承认收到的财物,我将向你们证明,他们三人从我的财产中拿走了总计八个多塔兰同,其中阿福博斯个人就拿走了三个塔兰同和一千德拉克马。 在计算时,我会将除这些以外的支出估算得高一些,并扣除他们从中偿还的部分,好让你们知道他们的行径是何等厚颜无耻。
§35λαβεῖν γὰρ ἐκ τῶν ἐμῶν ὁμολογοῦσιν οὗτος μὲν ὀκτὼ καὶ ἑκατὸν μνᾶς, χωρὶς ὧν ἔχοντʼ αὐτὸν ἐγὼ ἐπιδείξω νῦν, Θηριππίδης δὲ δύο τάλαντα, Δημοφῶν δʼ ἑπτὰ καὶ ὀγδοήκοντα μνᾶς.
因为他们承认从我的财产中拿走了这些:此人拿走了一百零八米纳(这不包括我稍后将证明他所持有的部分),塞里皮德斯拿走了两个塔兰同,德摩丰拿走了八十七米纳。
τοῦτο δʼ ἐστὶ πέντε τάλαντα καὶ πεντεκαίδεκα μναῖ.
这总共是五个塔兰同和十五米纳。
τούτου τοίνυν ὃ μὲν οὐχ ἅθρουν ἐλήφθη, σχεδόν εἰσιν ἑβδομήκοντα μναῖ καὶ ἑπτά, ἡ πρόσοδος ἡ ἀπὸ τῶν ἀνδραπόδων, ὃ δʼ εὐθὺς ἔλαβον οὗτοι, μικροῦ δέοντα τέτταρα τάλαντα·
而在这些钱中,不是一次性收取的这一部分,即来自奴隶的收益,大约是七十七米纳;而他们立即拿到的部分,则差一点不到四个塔兰同。
οἷς τὸ ἔργον ἂν προσθῆτʼ ἐπὶ δραχμῇ μόνον τῶν δέκʼ ἐτῶν, ὀκτὼ τάλανθʼ εὑρήσετε σὺν τοῖς ἀρχαίοις καὶ χιλίας γιγνομένας.
如果你们把这笔钱按仅一德拉克马的利率加上十年的收益,就会发现连同本金共计达到八个塔兰同和一千德拉克马。
§36τὴν μὲν τοίνυν τροφὴν ἀπὸ τῶν ἑβδομήκοντα μνῶν καὶ ἑπτὰ λογιστέον τῶν ἀπὸ τοῦ ἐργαστηρίου γενομένων.
因此,我们的生活费应当从作坊产生的这七十七米纳中计算。
Θηριππίδης γὰρ ἑπτὰ μνᾶς ἐδίδου καθʼ ἕκαστον τὸν ἐνιαυτὸν εἰς ταῦτα, καὶ ἡμεῖς τοῦτο λαβεῖν ὁμολογοῦμεν.
因为塞里皮德斯每年为此支付七米纳,我们也承认收到了这笔钱。
ὥσθʼ ἑβδομήκοντα μνῶν ἐν τοῖς δέκʼ ἔτεσιν τροφὴν τούτων ἡμῖν ἀνηλωκότων, τὸ περιὸν τὰς ἑπτακοσίας προστίθημʼ αὐτοῖς, καὶ τούτων πλείω εἰμὶ τεθηκώς.
所以在十年中,他们既然把其中的七十米纳作为我们的生活费花掉了,我将剩余的七百德拉克马也加到他们(占有的数额)中,而且我估算的比实际还要多。
ὃ δʼ ἐμοὶ δοκιμασθέντι παρέδοσαν καὶ ὅσον εἰς τὴν πόλιν εἰσενηνόχασιν, τοῦτʼ ἀπὸ τῶν ὀκτὼ ταλάντων καὶ τοῦ προσόντος ἀφαιρετέον ἐστίν.
而他们在我成年行礼时移交给我的数额,以及他们向城邦缴纳的税款,应当从这八个塔兰同及附带收益中扣除。
§37ἀπέδοσαν μὲν τοίνυν οὗτος καὶ Θηριππίδης μίαν καὶ τριάκοντα μνᾶς, εἰσφορὰς δʼ εἰσενηνοχέναι λογίζονται δυοῖν δεούσας εἴκοσι μνᾶς.
现在,此人和塞里皮德斯偿还了三十一米纳,并申报缴纳了十八米纳的税款。
ἐγὼ δʼ ὑπερβαλὼν τοῦτο ποιήσω τριάκοντα μνᾶς, ἵνα πρὸς ταῦτα μηδʼ ἀντειπεῖν ἔχωσιν.
为了让他们对此无话可说,我把这一项多算作三十米纳。
οὐκοῦν ἂν ἀφέλητε τὸ τάλαντον ἀπὸ τῶν ὀκτὼ ταλάντων, ἑπτὰ τὰ λειπόμενʼ ἐστί, καὶ ταῦτα, ἐξ ὧν αὐτοὶ λαβεῖν ὁμολογοῦσι, τούτους ἔχειν ἐστὶν ἀναγκαῖον.
因此,如果你们从八个塔兰同中扣除这一个塔兰同(即六十一米纳),剩下的是七个塔兰同,根据他们自己承认收到的数额,他们必然持有这笔钱。
τοῦτο τοίνυν, εἰ καὶ τἄλλα πάντʼ ἀποστεροῦσιν ἀρνούμενοι μὴ ἔχειν, ἀποδοῦναι προσῆκεν, ὁμολογοῦντάς γε λαβεῖν ταῦτʼ ἐκ τῶν ἐμῶν.
因此,即使他们矢口否认持有其他财物以剥夺我的一切,但既然他们承认从我的财产中拿走了这些,他们也理应将这部分归还。
§38νῦν δὲ τί ποιοῦσιν;
然而现在他们做了什么?
ἔργον μὲν οὐδὲν ἀποφαίνουσι τοῖς χρήμασιν, αὐτὰ δὲ τὰ ἀρχαῖα πάντʼ ἀνηλωκέναι φασὶ σὺν ταῖς ἑπτὰ καὶ ἑβδομήκοντα μναῖς· Δημοφῶν δὲ καὶ πρὸς ὀφείλοντας ἡμᾶς ἐνέγραψε.
他们没有申报这笔资金的任何收益,反而声称连同那七十七米纳在内,所有的本金都已全部花光;德摩丰甚至还将我们登记为欠债者。
ταῦτʼ οὐ μεγάλη καὶ περιφανὴς ἀναισχυντία;
这难道不是极大且昭然若揭的无耻行径吗?
ταῦτʼ οὐχ ὑπερβολὴ δεινῆς αἰσχροκερδίας;
这难道不是贪得无厌的极致吗?
τί οὖν ποτʼ ἐστὶ τὸ δεινόν, εἰ μὴ ταῦτα δόξει τηλικαύτας ὑπερβολὰς ἔχοντα.
如果连这种带有如此巨大恶行的行径都不被认为是可怕的,那还有什么能被称为可怕的呢?

词汇与语法注释

  1. 31τὸν τοίνυν πλέον ἢ πεντήκοντʼ ἀνδράποδα κεκτημένον ... τοῦτον οὔ φασιν καταλιπεῖν οὐδὲν τούτων — 在带对格的不定式结构(οὔ φασιν [αὐτὸν] καταλιπεῖν)中,句首的分词短语 τὸν ... κεκτημένον ... ἐπιμελούμενον 与指示代词 τοῦτον 一同充当不定式的对格主语。其间夹杂了长句,形成倒装结构(hyperbaton),受主句动词 οὔ φασιν(否认/声称不)支配。
  2. 33τούτου τοίνυν τοῦ ἐλέφαντός ἐστι πλέον ἢ τάλαντον — 短语 τούτου τοῦ ἐλέφαντος 作为“价值属格”使用,在句中作表语,意为“这些象牙的价值达……”。πλέον ἢ τάλαντον 中 ἤ 后面省略了主格(或宾格),表示“超过一个塔兰同”。
  3. 35ὃ μὲν οὐχ ἅθρουν ἐλήφθη ... ὃ δʼ εὐθὺς ἔλαβον οὗτοι — 中性单数关系代词 ὃ μὲν ... ὃ δʼ ... 将前文提到的总额(五个塔兰同和十五米纳)作为一个中性概念,分割为两个不同的组成部分(即非一次性收取的奴隶收益,和立即拿到的本金部分)来进行指代。

引用这一段

狄摩西尼, 控诉阿波布斯一 §31-38. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg027.humanitext-grc2:31-38

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。