§20πρὸς δὲ τούτοις, εἰ μὲν μὴ καὶ πρότερον τοῖς αὐτοῖς τούτοις χρώμενος λόγοις ἐξηπάτησεν ὑμᾶς, ὅτʼ ἠγωνίσατο τὴν προτέραν ἔνδειξιν, ἦν μὲν οὐδʼ οὕτω δίκαιον παρὰ τοὺς ὑπάρχοντας νόμους τι συγχωρεῖν (οὐ δεῖ γὰρ παρανομεῖν δόντας τισὶ τοὺς ἄλλους κατὰ τοὺς νόμους ἀξιοῦν πράττειν), οὐ μὴν ἀλλʼ ἴσως γʼ εὐλογώτερον ἦν τὸ πιστεῦσαι καὶ καταχαρίσασθαι καὶ προέσθαι τι τῶν τοιούτων.
此外,如果他以前在应对第一次指控时,没有用这完全相同的言论欺骗你们,那么即使在那时,做出任何违背现有法律的让步也是不对的(因为我们绝不能在允许某些人违法的同时,却要求其他人依法办事);然而,在当时的情况下,去相信他、施予恩惠并放弃某些此类权利,或许要合理得多。
§21ἐπειδὴ δὲ τότʼ ἀφέντες ἐπὶ ταῖς ὁμολογουμέναις ἐλπίσιν, μικρὸν ὕστερον τὸν αὐτὸν τοῦτον, ὡς πράττοντα καὶ λέγοντα μὴ τὰ ἄριστα τῷ δήμῳ, πάλιν ἐκολάσατε, τίς ὑπολείπεται σκῆψις ὑμῖν ἁρμόττουσα, ἂν νῦν παρακρουσθῆτε;
但是,既然你们当时凭着明确的期望放过了他,不久之后又因为这个相同的男人所做所言不符合民众的最大利益而再次惩罚了他,那么如果现在你们再次被蒙蔽,还有什么合适的借口留给你们呢?
ὧν μὲν γὰρ ἔργῳ πεῖραν εἰλήφατε, τί δεῖ τοῖς λόγοις πιστεύειν;
对于你们在事实上已经有了经验的事,为什么还要相信言辞呢?
ὧν δὲ μηδέπω τὴν δοκιμασίαν ἔχετʼ ἀκριβῆ παρʼ ὑμῖν αὐτοῖς, ἐκ τῶν λεγομένων ἴσως ἀναγκαῖόν ἐστι κρίνειν.
而对于那些你们自己尚未进行准确检验的事,或许有必要根据所说的话来做出判断。
§22θαυμάζω δʼ ἔγωγε τῶν οὕτως ἐχόντων ὥστε τὰ μὲν ἴδια τοῖς ἐκ τῶν παρεληλυθότων χρόνων οὖσιν ἐπιεικέσι, τούτοις παρακατατίθεσθαι, τὰ δʼ ἐν τῇ πολιτείᾳ κοινὰ τοῖς ὁμολογουμένως ἐξεληλεγμένοις οὖσι φαύλοις ἐπιτρέπειν.
我本人感到惊奇的是,有些人竟然如此行事:他们把私人财产委托给过去被证明是正派的人,却把国家公共事务托付给那些公认被证明是恶劣的人。
καὶ κύνα μὲν ἐπὶ ποίμνην ἀγεννῆ καὶ φαῦλον οὐδʼ ἂν εἷς ἐπιστήσειε φυλάττειν· ἐπὶ δὲ τοὺς τὰ κοινὰ πράττοντας τοὺς τυχόντας ἀνθρώπους φασὶν ἔνιοι φύλακας δεῖν ἐπιπέμπειν, οἳ προσποιούμενοι μηνύειν τοὺς ἁμαρτάνοντας αὐτοὶ τῆς μεγίστης εἰσὶ φυλακῆς δεόμενοι.
没有一个人会把一只血统低贱且无用的狗放在羊群中去守护;然而有些人却说,我们应当派遣那些随便什么人去当作管理公共利益之人的监视者,这些人声称要举报犯错者,而他们自己却最需要被严加监视。
§23ὧν, ἐὰν ἔχητε νοῦν, ἐνθυμούμενοι τοὺς μὲν φάσκοντας τούτους τῷ λόγῳ φιλεῖν ὑμᾶς χαίρειν ἐάσετε, αὐτοὶ δὲ τοῦτʼ ἐκ παντὸς τρόπου παραφυλάξετε, ὅπως μηδενὶ δῶτʼ ἐξουσίαν ἀκύρους τοὺς νόμους ποιεῖν, ἄλλως τε καὶ τῶν ὑπὲρ τοῦ πλήθους καὶ λέγειν καὶ γράφειν δύνασθαι προσποιουμένων.
如果你们有头脑,考虑到这些,你们就会不去理会那些口头上声称爱你们的人,而你们自己则会千方百计地防范,不给任何人废除法律的权力,尤其是那些自称能够代表大众发言和起草法案的人。
ὡς πάνδεινόν ἐστιν τοὺς μὲν προγόνους ὑπὲρ τοῦ μὴ καταλυθῆναι τοὺς νόμους ἀποθνῄσκειν τολμᾶν, ὑμᾶς δὲ μηδὲ τοὺς ἐξαμαρτάνοντας εἰς αὐτοὺς τιμωρεῖσθαι, καὶ τὸν μὲν γράψαντα τοὺς νόμους Σόλωνα χαλκοῦν ἐν ἀγορᾷ στῆσαι, αὐτῶν δὲ τῶν νόμων ὀλιγωροῦντας φαίνεσθαι, διʼ οὓς κἀκεῖνον ὑπερβαλλόντως συμβέβηκε τιμᾶσθαι.
因为这是极其可怕的事情:你们的先祖为了不让法律被废除而甘愿冒死,而你们甚至不惩罚对法律犯下罪行的人;你们在广场上为制定法律的索伦树立了青铜像,但你们却显得轻视法律本身,而那正是他获得无上荣耀的原因。
§24πῶς δʼ οὐκ ἂν εἴη τὸ συμβαῖνον ἄλογον, εἰ νομοθετοῦντες μὲν ὀργίζεσθε τοῖς πονηροῖς, ἐπʼ αὐτοφώρῳ δέ τινας εἰληφότες ἀθῴους ἐάσετε;
如果你们在立法时对恶人表示愤怒,而在当场捉住某些人时却让他们免受惩罚,其结果怎能不荒谬呢?
καὶ τὸν μὲν νομοθέτην ἕνʼ ὄντα πᾶσιν ὑπὲρ ὑμῶν ἀπεχθάνεσθαι τοῖς φαύλοις, ὑμᾶς δὲ μηδʼ ὑπὲρ ὑμῶν αὐτῶν κοινῇ συλλεγέντας ἐπιδείξασθαι μισοῦντας τοὺς πονηρούς, ἀλλʼ ὑφʼ ἑνὸς ἀνδρὸς πονηρίας ἡττηθῆναι;
如果立法者虽只一人,却为了你们而被所有恶人憎恨,而你们为了自己共同聚集在一起,却甚至不能表现出对恶人的憎恨,反而屈服于一个人的邪恶?
καὶ θάνατον μὲν ὡρικέναι τὴν ζημίαν, ἐάν τις οὐκ ὄντα νόμον παράσχηται, τοὺς δὲ τοὺς ὄντας εἰς τὴν τῶν οὐκ ὄντων νόμων τάξιν ἄγοντας, τούτους ἀτιμωρήτους περιορᾶν;
如果你们已经规定,若有人出示不存在的法律,则处以死刑,而你们却对那些将现有法律降至不存在法律地位的人视而不见,不予惩罚?
§25οὕτω δʼ ἂν ἀκριβέστατα συνθεωρήσαιτε τὸ τοῖς κειμένοις νόμοις πείθεσθαι ἡλίκον ἀγαθόν ἐστιν, καὶ τὸ καταφρονεῖν καὶ τὸ μὴ πειθαρχεῖν αὐτοῖς ἡλίκον κακόν, εἰ τά τʼ ἐκ τῶν νόμων ἀγαθὰ χωρὶς καὶ τὰ διὰ τῆς παρανομίας συμβαίνοντα πρὸ ὀφθαλμῶν ὑμῖν αὐτοῖς ποιησάμενοι θεωρήσαιτε.
如果你们将法律带来的好处与因违法而产生的事情分别置于你们自己的眼前来加以观察,你们就能最准确地体会到,服从既定法律是多么大的善,而轻视和不服从法律又是多么大的恶。
εὑρήσετε γὰρ τὴν μὲν τὰ τῆς μανίας καὶ ἀκρασίας καὶ πλεονεξίας, τοὺς δὲ τὰ τῆς φρονήσεως καὶ σωφροσύνης καὶ δικαιοσύνης ἔργα διαπραττομένους.
因为你们会发现,后者(违法行为)行的是疯狂、无节制和贪婪之事,而前者(法律)成就的是智慧、节制和正义之业。
§26δῆλον δέ· τῶν γὰρ πόλεων ταύτας ἄριστʼ οἰκουμένας ἴδοιμεν ἂν ἐν αἷς ἄριστοι νομοθέται γεγόνασιν· τὰ μὲν γὰρ ἐν τοῖς σώμασιν ἀρρωστήματα τοῖς τῶν ἰατρῶν εὑρήμασι καταπαύεται, τὰς δʼ ἐν ταῖς ψυχαῖς ἀγριότητας αἱ τῶν νομοθετῶν ἐξορίζουσι διάνοιαι.
这是显而易见的:因为我们会看到,在那些出现了最优秀立法者的城邦中,城邦得到了最好的治理;因为身体的疾病可以通过医生的发现来止住,而灵魂中的粗野野蛮则由立法者的智慧来驱逐。
ὅλως δʼ οὐδὲν οὔτε σεμνὸν οὔτε σπουδαῖον εὑρήσομεν ὃ μὴ νόμου κεκοινώνηκεν,
总之,我们找不到任何一件尊贵或严肃的事物,是没有法律参与其中的。
§27ἐπεὶ καὶ τὸν ὅλον κόσμον καὶ τὰ θεῖα καὶ τὰς καλουμένας ὥρας νόμος καὶ τάξις, εἰ χρὴ τοῖς ὁρωμένοις πιστεύειν, διοικεῖν φαίνεται.
因为如果必须相信所见之物,那么整个宇宙、神圣之物以及所谓的季节,似乎都由法律和秩序来主宰。
παρακαλέσαντες οὖν ὑμᾶς αὐτούς, ἄνδρες Ἀθηναῖοι, βοηθήσατε μὲν τοῖς νόμοις, καταψηφίσασθε δὲ τῶν εἰς τὸ θεῖον ἀσεβεῖν προῃρημένων.
因此,雅典的公民们,请你们振作起来,去捍卫法律,投票惩罚那些选择对神明不敬的人。
καὶ ταῦτʼ ἐὰν πράξητε, τὰ δέοντα ποιήσετε καὶ τὰ κράτιστα ψηφιεῖσθε.
如果你们这样做,你们就尽到了自己的责任,并且做出了最好的决议。