Humanitext Reader

狄摩西尼 · 控诉阿里斯托格同二 §1-9

欠债者阿里斯托革同的发言禁令与法律秩序

第 1 段,共 3 段 · 希腊语

内容简介

控告人指出,阿里斯托革同因欠国库债务而失去公民权并被禁止发言,并结合历史和法律先例论证,为了维护城邦的整体秩序和正义,必须对违法者(尤其是政治人物)严加惩处。

§1ὅτι μὲν τοίνυν καὶ ὀφείλει τῷ δημοσίῳ Ἀριστογείτων οὑτοσὶ καὶ οὐκ ἔστιν ἐπίτιμος, καὶ οἱ νόμοι διαρρήδην ἀπαγορεύουσιν μὴ ἐξεῖναι λέγειν τοῖς τοιούτοις, φανερῶς ἐπιδέδεικται, ὦ ἄνδρες Ἀθηναῖοι.
雅典的公民们,这个阿里斯托革同既欠国库的债,又不享有公民权,而且法律明确禁止此类人发言,这些已经昭然若揭了。
δεῖ δʼ ὑμᾶς ἅπαντας μὲν ἀπείργειν καὶ κωλύειν τοὺς παρανομοῦντας, πολὺ δὲ μάλιστα τοὺς ἐν ταῖς ἀρχαῖς ὄντας καὶ τοὺς πολιτευομένους·
你们所有人都应当制止和防范那些违法的人,尤其是那些身居官职和参与政治的人。
§2διὰ γὰρ τούτους τὰ κοινὰ καὶ βλάπτεσθαι πέφυκεν, ἐὰν ὦσι φαῦλοι, καὶ τὰ μέγιστα πάλιν ὠφελεῖσθαι, ἐὰν ὦσιν ἐπιεικεῖς καὶ θέλωσιν ἐμμένειν τοῖς νόμοις.
因为由于这些人的缘故,如果他们品行恶劣,公共利益自然会受损;反之,如果他们正直且乐意遵守法律,公共利益就会获得最大的裨益。
ὡς ἐὰν ἅπαξ δῶτε τοῖς ὑπὲρ τῶν κοινῶν ἐγχειροῦσί τι πράττειν τὸ παρανομεῖν καὶ καταφρονεῖν τῶν ὡρισμένων δικαίων, ἀναγκαῖόν ἐστιν ἅπαντας ἀπολαύειν τοὺς μετέχοντας τῆς πόλεως.
因为如果你们一旦容许那些企图在公共事务中有所作为的人违法乱纪、藐视既定的公正,那么所有分享这个城邦的人就不可避免地要共同承担后果。
§3ὥσπερ γὰρ τῶν ἐν ταῖς ναυσὶν ἁμαρτημάτων ἃ συμβαίνει περὶ τοὺς πλοῦς, ὅταν μὲν τῶν ναυτῶν τις ἁμάρτῃ, βραχεῖαν τὴν βλάβην ἤνεγκεν, ὅταν δʼ ὁ κυβερνήτης ἀποσφαλῇ, κοινὴν τὴν ἀτυχίαν ἅπασι τοῖς ἐμπλέουσι παρεσκεύασεν, ὡσαύτως τὰ μὲν τῶν ἰδιωτῶν ἁμαρτήματα οὐκ εἰς τὸ πλῆθος, εἰς δʼ αὐτοὺς ἤνεγκε τὰς βλάβας, τὰ δὲ τῶν ἀρχόντων καὶ πολιτευομένων εἰς ἅπαντας ἀφικνεῖται.
正如在航海中的船只上发生的过失,当水手之一犯错时,带来的损害是微小的,但当舵手失误时,则会给所有乘船者带来共同的灾难;同样地,普通人的过失带来的伤害不是针对大众,而是针对他们自己,而官员和政客的过失则会波及所有人。
§4διὸ καὶ τὰς τιμωρίας ὁ Σόλων τοῖς μὲν ἰδιώταις ἐποίησε βραδείας, ταῖς δʼ ἀρχαῖς καὶ τοῖς δημαγωγοῖς ταχείας, ὑπολαμβάνων τοῖς μὲν ἐνδέχεσθαι καὶ παρὰ τὸν χρόνον τὸ δίκαιον λαβεῖν, τοῖς δʼ οὐκ ἐνεῖναι περιμεῖναι·
因此,梭伦对普通人规定的惩罚是缓慢的,而对官员和煽动家则是迅速的。
τὸ γὰρ τιμωρησόμενον οὐχ ὑπέσται τῆς πολιτείας καταλυθείσης.
他认为对前者而言,随着时间的推移,仍有可能获得公正,但对后者而言,则不容等待;因为一旦政体被颠覆,将不再有施加惩罚的主体。
καὶ τούτοις τοῖς δικαίοις οὐδεὶς οὕτως οὔτʼ ἀναιδὴς οὔθʼ ὑπὲρ ὑμᾶς φρονῶν ἐστὶν ὅστις ἀντιλέγειν ἐπιχειρήσει, πλὴν Ἀριστογείτονος τουτουὶ καὶ τῆς τούτου πονηρίας.
对于这些公正的原则,除了这个阿里斯托革同和他的邪恶之外,没有任何人会如此无耻或自大,以至于企图加以反对。
ἀλλὰ πάσας καὶ τὰς ἀρχὰς καὶ τοὺς πολιτευομένους εὑρήσομεν, ἐπειδὰν ἅπαξ τι καταγνῶθʼ ὑμεῖς, τούτοις ἐμμένοντας.
但是我们会发现,所有的官员和政客,一旦你们对他们做出了有罪判决,都会遵守这些原则。
§5τοῦτο μὲν γὰρ ὅταν ἀποχειροτονηθῶσι τινες τῶν ἐν ταῖς ἀρχαῖς, παραχρῆμα πέπαυνται ἄρχοντες καὶ τοὺς στεφάνους περιῄρηνται· τοῦτο δʼ ὅσοις τῶν θεσμοθετῶν εἰς Ἄρειον πάγον οὐχ οἷόν τʼ ἐστὶν ἀνελθεῖν, παρέντες τὸ βιάζεσθαι στέργουσιν ταῖς ὑμετέραις γνώσεσι.
事实上,一方面,每当有些在任的官员被投票罢免时,他们便立即停止行使职权,并被剥夺了花冠;另一方面,那些不被允许进入阿雷奥帕戈斯的司法官,放弃了强行行事,而顺从你们的判决。
καὶ τοῦτʼ εἰκότως· ὥσπερ γάρ, ὅταν ἄρχωσι, τοὺς ἰδιώτας οἴονται δεῖν αὑτοῖς πειθαρχεῖν, ὡσαύτως, ὅταν αὐτοὶ ἰδιῶται γένωνται πάλιν, τοῖς τῆς πόλεως ἄρχουσι νόμοις δικαίως ἂν ἀκολουθοῖεν.
这也是理所当然的;因为正如他们在掌权时,认为普通人应当服从他们,同样地,当他们自己重新成为普通人时,也应当公正地服从统治城邦的法律。
§6ἔτι τοίνυν οἱ πολιτευόμενοι πάντες, ἐκ τῶν παλαιῶν εἰ βούλεσθʼ ἀρξάμενοι χρόνων θεωρεῖν, ὡσαύτως φαίνονται εἴκοντες τοῖς ὑμετέροις δικαίοις.
此外,所有的政治家,如果你们愿意从古时开始观察,同样也会发现他们屈从于你们的公正原则。
Ἀριστείδην μέν γέ φασιν ὑπὸ τῶν προγόνων μετασταθέντʼ ἐν Αἰγίνῃ διατρίβειν, ἕως ὁ δῆμος αὐτὸν κατεδέξατο, Μιλτιάδην δὲ καὶ Περικλέα ὀφλόντας, τὸν μὲν τριάκοντα, τὸν δὲ πεντήκοντα τάλαντα, ἐκτείσαντας οὕτω δημηγορεῖν.
据说阿里斯提德被你们的先祖流放后,在埃伊纳岛度日,直到民众召回他;而米尔提亚德和伯里克利被判罚款,前者三十塔兰同,后者五十塔兰同,都是在付清罚金之后才在民众面前发言的。
§7ὃ καὶ δεινότατον ἂν εἴη συμβαῖνον, τοὺς μὲν πολλὰ καὶ μεγάλα ποιήσαντας ὑμᾶς ἀγαθὰ μὴ τυχεῖν ταύτης τῆς δωρειᾶς, ὥστε παρὰ τοὺς νόμους τι τοὺς κειμένους ὑμῖν πρᾶξαι, τὸν δὲ μηδὲν μὲν ἀγαθὸν εἰργασμένον, ὑπερπληθῆ δʼ ἐξημαρτηκότα, τοῦτον οὕτω προχείρως φαίνεσθαι καὶ παρὰ τὸ συμφέρον καὶ τὸ δίκαιον ἐξουσίαν παρʼ ὑμῶν τοῦ παρανομεῖν εἰληφότα.
如果那些为你们立下汗马功劳的人未能获得这种特权,以至于做出任何违反你们既定法律的事情,而那个毫无功绩、罪责深重的人,却公然如此轻易地从你们那里获得了违反法律的权力,违背了利益与公正,这将会是极其可怕的事情。
καὶ τί δεῖ λέγειν περὶ τῶν παλαιῶν;
又何必谈论古人呢?
ἀλλὰ τοὺς ἐφʼ ὑμῶν αὐτῶν ἀναλογίσασθε, εἴ τις οὕτως ἀναιδὴς γέγονεν πώποτε· οὐδένα γὰρ ἂν εὕροιτε, εἰ βουλήσεσθʼ ἀκριβῶς ἐξετάζειν.
想想你们同时代的人吧,是否曾有任何人如此无耻;如果你们愿意仔细察验,你们会发现一个也没有。
§8χωρὶς τοίνυν τούτων, ὅταν τις ψηφίσματος ἢ νόμου γραφὴν ἀπενέγκῃ πρὸς τοὺς θεσμοθέτας, ὁ μὲν νόμος ἢ τὸ ψήφισμʼ ἄκυρόν ἐστιν, ὁ δὲ θεὶς ἢ γράψας οὐδὲν ἀναισχυντεῖ βιαζόμενος, ἀλλʼ ὅ τι ἂν ὑμεῖς ψηφίσησθε, τούτῳ ἐμμένει, κἂν ᾖ πρῶτος τῷ δύνασθαι λέγειν ἢ πράττειν ἐν ὑμῖν.
此外,每当有人向司法官提出针对法令或法律的违法起诉时,该法律或法令便会失去效力,而提出者或起草者并不会无耻地强行违抗,而是服从你们的任何决议,即使他是你们之中言行最具影响力的人。
καίτοι πῶς οὐκ ἄτοπον, ἃ μὲν ἅπαντες ὑμεῖς συλλεγέντες ἐψηφίσασθε, διὰ τοὺς νόμους ἄκυρʼ εἶναι, τὴν δʼ Ἀριστογείτονος βούλησιν εἰς τὸ παρανομεῖν κυριωτέραν οἴεσθαι δεῖν τῶν νόμων αὐτῶν καταστῆσαι;
然而,你们所有人集会投票通过的事情因法律而失效,而你们却认为应当把阿里斯托革同違法的意愿确立为比法律本身更具权威,这难道不是很荒谬吗?
§9πάλιν τοίνυν ὅταν τις ἐπεξιὼν μὴ μεταλάβῃ τὸ πέμπτον μέρος τῶν ψήφων, ἐφʼ οἷς οἱ νόμοι κελεύουσι τὸ λοιπὸν μὴ γράφεσθαι μηδʼ ἀπάγειν μηδʼ ἐφηγεῖσθαι, τὸν αὐτὸν τρόπον παρὰ ταῦτʼ οὐδεὶς οἴεται δεῖν πράττειν τῶν ἐνόχων ὄντων τούτοις τοῖς ἐπιτιμίοις.
同样地,每当控告者在诉讼中未能获得五分之一的选票时,在法律规定此后不得再起诉、逮捕或移送的案件中,同样地,在面临这些惩罚的人中,没有人认为自己应当违反这些规定行事。
Ἀριστογείτονι δέ, ὡς ἔοικε, μόνῳ τῶν ἁπάντων οὐδὲν οὔτε δικαστήριον οὔτε νόμος κυριώτερόν ἐστι τῆς αὑτοῦ βουλήσεως.
但对阿里斯托革同而言,似乎在所有人中,唯独他不受任何法庭或法律的约束,一切皆不如他自己的意愿来得更有权威。

词汇与语法注释

  1. 1μὴ ἐξεῖναι — 在表示禁止的动词(ἀπαγορεύουσιν)之后,不定式前加上了冗余否定词 μή。在翻译时,应将其视为普通的肯定不定式(即“禁止……发言”)。
  2. 2τὸ παρανομεῖν — 带冠词的不定式。在此作为动词 δῶτε(给予、容许)的直接宾语(宾格),而与格短语 τοῖς ... ἐγχειροῦσι 则作为间接宾语(“容许那些企图……的人违法”)。
  3. 3ἤνεγκεν — 箴言过去时(gnomic aorist)。此处使用过去时来表达普遍真理或类比法则,在翻译时译为现在时。随后的动词 παρεσκεύασεν 也是同样的用法。
  4. 4τὸ γὰρ τιμωρησόμενον — 带冠词的将来主动分词(中性单数)名词化用法,意为“将来行使惩罚的主体”,在伴随表示假设条件的属格绝对句(τῆς πολιτείας καταλυθείσης)中担任主语。
  5. 7 — 句首的关系代词(连接用法)。它预示(先行指代)了后文长大的“对格加不定式”结构,并作为潜在祈愿语气迂言式 ἂν εἴη συμβαῖνον(“如果发生……,那将是极其可怕的事”)的主语。

引用这一段

狄摩西尼, 控诉阿里斯托格同二 §1-9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg026.humanitext-grc2:1-9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。