Humanitext Reader

狄摩西尼 · 论与亚历山大的条约 §24-30

批判亲马其顿派与对违约者宣战的提议

第 4 段,共 4 段 · 希腊语

内容简介

发言者批评了雅典内部亲马其顿分子的荒谬立场,他们对马其顿在船舶和比雷埃夫斯港准入等方面的违约行为视而不见,却单方面要求雅典遵守协定。发言者指出,只要雅典维持海上霸权就完全有能力自卫,并提议根据协定对违约者宣战。

§24καὶ ἅμα μικρὰ μὲν τὰ ὑμέτερα ποιοῦσι, τὰ δὲ τῶν ἐχθρῶν ἰσχυρά, ἅμα δὲ λανθάνουσιν ἑαυτοὺς ἀνυπόστατον τὴν πόλιν ὁμολογοῦντες εἶναι, διακελευόμενοι τὸ δίκαιον οὐ δικαίως διαφυλάττειν, ὡς τῷ συμφέροντί γε προελομένην χρῆσθαι κρατεῖν ἂν τῶν πολεμίων ῥᾳδίως δυνηθεῖσαν.
同时,他们一方面贬低你们的力量,抬高敌人的实力,另一方面,在促使你们以不正当的方式维护正义时,他们自己也无意中承认了我们城邦是不可战胜的,因为他们实际上认为,如果城邦选择为自身利益而行动,就能够轻易战胜敌人。
§25εἰκότως δʼ αὐτὸ πεπόνθασιν· ἕως γὰρ ἂν ἐξῇ τῶν κατὰ θάλατταν καὶ μόνοις ἀναμφισβητήτως εἶναι κυρίοις, τοῖς γε κατὰ γῆν πρὸς τῇ ὑπαρχούσῃ δυνάμει ἔστι προβολὰς ἑτέρας ἰσχυροτέρας εὑρέσθαι, ἄλλως τε καὶ πεπαυμένων ὑπὸ τῆς τύχης τῶν δορυφορουμένων ὑπὸ τῶν τυραννικῶν στρατοπέδων, καὶ τῶν μὲν ἐφθαρμένων, τῶν δὲ ἐξεληλεγμένων οὐδενὸς ἀξίων ὄντων.
他们有这种矛盾的看法也是理所当然的;因为只要我们依然可以独自毫无争议地统治海洋,那么在陆地上,除了现有的力量之外,我们完全可以找到其他更强大的防御手段,尤其是那些由僭主军队庇护的人如今已被命运终结,其中一些人已被消灭,另一些人则被证明毫无价值。
§26τὸ μὲν οὖν περὶ τὰ πλοῖα πρὸς τοῖς ἄλλοις τοῖς προειρημένοις ὁ Μακεδὼν τηλικοῦτον παρέβη· τὸ δὲ ὑβριστικώτατον καὶ ὑπεροπτικώτατον τῶν Μακεδόνων τὸ πρώην γεγενημένον ἐστί, τὸ τολμῆσαι εἰσπλεῦσαι εἰς τὸν Πειραιᾶ παρὰ τὰς κοινὰς ἡμῖν πρὸς αὐτοὺς ὁμολογίας.
因此,除了前述的其他违约行为外,马其顿人在船舶方面也犯下了如此重大的侵犯;然而,马其顿人最无礼和傲慢的行为是最近发生的事情,即他们竟然不顾我们与他们共同达成的协定,胆敢驶入比雷埃夫斯港。
καὶ τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅτι μία τριήρης ἦν, μικρὸν ὑποληπτέον, ἀλλʼ ὅτι ἀπόπειρα ἐγένετο, εἰ περιοψόμεθα, ἵνα μετὰ πλειόνων αὐτοῖς ἐγγένηται τοῦτο πράττειν, καὶ ὅτι οὐκ ἐφρόντισαν τῶν κοινῶν δογμάτων, καθάπερ οὐδὲ τῶν προειρημένων.
雅典的公民们,我们绝不能因为这只是一艘三段桨战船就将其视为小事,而应该看到这是一次试探,看我们是否会对此视而不见,以便他们将来能用更多的船只做出同样的事,并且这表明他们根本不把共同的决议放在眼里,就像他们不把前述的事情放在眼里一样。
§27ἐπεὶ ὅτι γε τοῦτο παράδυσις ἦν κατὰ μικρὸν καὶ ἐθισμὸς τοῦ ἀνέχεσθαι ἡμᾶς τοὺς τοιούτους εἴσπλους, κἀκεῖθεν δῆλον· τῷ γὰρ τὸν τότε ἐπὶ τῆς νεὼς εἰσπλεύσαντα, ὃν ἔδει εὐθὺς μετὰ τῆς τριήρους ὑφʼ ὑμῶν ἀπολωλέναι, αἰτεῖσθαι ναυπηγήσασθαι μικρὰ πλοῖα ἐν τοῖς ἡμετέροις λιμέσι πῶς οὐ καταφανὲς ὅτι ἀντὶ τοῦ εἰσπλεῖν τὸ εὐθὺς ἔνδον εἶναι ἐμηχανῶντο;
事实上,这是一种渐进式的渗透,企图让我们习惯于容忍此类侵入,这从以下事实中也显而易见:因为当时乘船驶入的那个人——他本应和他的三段桨战船一起立即被你们消灭——竟然请求在我们的港口内建造小船,这难道不是很明显地表明,他们不仅想驶入,还企图从一开始就直接赖在港内吗?
καὶ εἰ λεπτὰ πλοῖα ὑπομενοῦμεν, ὀλίγον ὕστερον καὶ τριήρεις· καὶ εἰ τὸ πρῶτον ὀλίγας, μικρῷ ὕστερον πολλάς.
如果我们容忍了小船,不久后我们也会容忍三段桨战船;如果起初是少数,不久后就会是多数。
§28οὐ γὰρ δὴ ἔστι γʼ εἰπεῖν ὡς Ἀθήνησι μὲν ἀφθόνων ὄντων τῶν ναυπηγησίμων ξύλων, τῶν μόγις καὶ πόρρωθεν εἰσκομιζομένων, ἐν δὲ τῇ Μακεδονίᾳ ἐπιλελοιπότων, τῇ καὶ τοῖς ἄλλοις τοῖς βουλομένοις εὐτελέστατα καθισταμένῃ, ἀλλʼ ᾤονθʼ ἅμα τε ναυπηγήσεσθαι ἐνταῦθα καὶ πληρώσεσθαι ἐν τῷ λιμένι, ἐν ταῖς κοιναῖς ὁμολογίαις διειρημένον μηδὲν τοιοῦτον εἰσδέχεσθαι, καὶ τοῦτʼ ἐξέσεσθαι ἐπὶ πλέον ἀεὶ ποιεῖν.
因为绝不能说,在雅典造船木材十分充足(而实际上木材是好不容易才从遥远的地方运来的),但在马其顿却已经枯竭(而实际上马其顿对其他任何需要的人都以极便宜的价格提供木材),相反,他们是想在此处造船的同时在我们的港口内配齐船员,尽管共同协议中明确规定不得接纳任何此类行为,并且他们认为自己还可以一直扩大这一违法行为。
§29οὕτω πανταχόθεν καταπεφρονηκότως ἐκεῖνοι τῇ πόλει χρῶνται διὰ τοὺς ἐντεῦθεν διδασκάλους τοὺς ὑπαγορεύοντας αὐτοῖς ἃ δεῖ ποιεῖν· οὕτω δὲ κατεγνώκασι μετὰ τούτων ἀδιήγητόν τινα τῆς πόλεως ἔκλυσιν καὶ μαλακίαν, καὶ οὔτε πρόνοιαν περὶ τῶν μελλόντων εἶναι, οὔτε λογισμὸν οὐδένα παραγίγνεσθαι τίνα τρόπον χρῆται ὁ τύραννος ταῖς κοιναῖς ὁμολογίαις.
如此,由于这里的那些向他们面授机宜、教唆他们该如何行事的导师,他们从各个方面极其蔑视地对待我们的城邦;他们与这些导师一起,判定我们的城邦具有某种无可言喻的懈怠和软弱,认为我们既对未来毫无预见,也完全不曾思考僭主是如何利用共同协议的。
§30/div>αἷς ἐγὼ διακελεύομαι, ὦ ἄνδρες Ἀθηναῖοι, πείθεσθαι, καθάπερ ἐδίδαξα, καὶ διαβεβαιωσαίμην ἄν, ὡς τοῦθʼ ἡλικίας ἔχων, ἅμα καὶ τῷ δικαίῳ ἡμᾶς ἀνεγκλήτως καὶ τοῖς καιροῖς ἀσφαλέστατα χρήσεσθαι τοῖς ἐπὶ τὸ συμφέρον κατεπείγουσιν.
/div>雅典的公民们,我强烈建议你们服从这些协定,正如我刚才所阐明的那样。 并且,作为一个已经达到这个年龄的人,我向你们保证,这样做将使我们既无可指责地坚持正义,又最安全地利用那些迫使我们争取自身利益的契机。
καὶ γὰρ ἔτι προσγέγραπται ἐν ταῖς συνθήκαις, ἐὰν βουλώμεθα τῆς κοινῆς εἰρήνης μετέχειν · τὸ δʼ ἐὰν βουλώμεθα ἐστὶν ἅμα καὶ τοὐναντίον, εἰ ἄρα ποτὲ δεῖ παύσασθαι αἰσχρῶς ἑτέροις ἀκολουθοῦντας, ἢ μηδʼ ἀναμνησθῆναι μηδεμιᾶς φιλοτιμίας τῶν ἐξ ἀρχαιοτάτου καὶ πλείστων καὶ μάλιστα πάντων ἀνθρώπων ἡμῖν ὑπαρχουσῶν.
因为在协定中还额外写着:“如果我们愿意参与共同和平”;而这个“如果我们愿意”,同时也意味着其相反的选择,那就是如果我们在未来的某一天必须停止可耻地尾随他人,或者,如果我们不能忘却从最古老的时代开始就属于我们的、在全人类中最多且最伟大的任何光荣。
ἐὰν οὖν κελεύητʼ, ὦ ἄνδρες Ἀθηναῖοι, γράψω, καθάπερ αἱ συνθῆκαι κελεύουσι, πολεμεῖν τοῖς παραβεβηκόσιν.
因此,雅典的公民们,如果你们下令,我将按照协定的规定,起草对违约者宣战的提案。

词汇与语法注释

  1. §24λανθάνουσιν ἑαυτοὺς ἀνυπόστατον τὴν πόλιν ὁμολογοῦντες εἶναι — 动词 λανθάνω 连用反身代词 ἑαυτούς 和分词 ὁμολογοῦντες 的句型。字面意思是“他们没有注意到自己承认了”,即“在不知不觉中承认了”。
  2. §24ὡς τῷ συμφέροντί γε προελομένην χρῆσθαι κρατεῖν ἂν τῶν πολεμίων ῥᾳδίως δυνηθεῖσαν — 连词 ὡς 连用分词 προελομένην 和 δυνηθεῖσαν(与前句中的 τὴν πόλιν 一致),表示主观原因或主张。分词 δυνηθεῖσαν 连用 ἄν(κρατεῖν ἂν δυνηθεῖσαν),代表假定句中的潜在希求法(potential optative),而作为条件分词的 προελομένην 则充当条件从句(“如果她选择……她就能够……”)。
  3. §27τῷ γὰρ τὸν τότε ἐπὶ τῆς νεὼς εἰσπλεύσαντα... αἰτεῖσθαι... πῶς οὐ καταφανές — 冠词与格 τῷ 引导不定式句(τὸν ... εἰσπλεύσαντα ... αἰτεῖσθαι),构成冠词性不定式(articular infinitive),表示原因或手段。由于在对格主语 τὸν ... εἰσπλεύσαντα 与其不定式 αἰτεῖσθαι 之间插入了关系从句 ὃν ἔδει...,结构较为复杂,但整个短语 τῷ ... αἰτεῖσθαι 构成了主句疑问句的因果基础。
  4. §30αἷς ἐγὼ διακελεύομαι — 句首的关系代词 αἷς(与格、复数、阴性)指代上一句中的 ταῖς κοιναῖς ὁμολογίαις,起到连接性关系代词的作用(相当于“而对于这些协定,我敦促你们……”)。

引用这一段

狄摩西尼, 论与亚历山大的条约 §24-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg017.humanitext-grc2:24-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。