Humanitext Reader

狄摩西尼 · 论与亚历山大的条约 §9-16

推翻培勒涅民主政体与违反协定的指控

第 2 段,共 4 段 · 希腊语

内容简介

发言人谴责马其顿一方违反共同和平的多项条款,指出他们推翻了培勒涅的民主政体,纵容协定所明令禁止的财产没收与流放,并支持流亡者携带武器发动战争。

§9ἢ νομίζετε τὸν μὲν καιρόν ποτʼ ἰσχύειν καὶ ἄνευ τοῦ δικαίου τὸ συμφέρον πράττειν· νυνὶ δʼ, ὅτʼ εἰς ταὐτὸν τὸ δίκαιον ἅμα καὶ ὁ καιρὸς καὶ τὸ συμφέρον συνδεδράμηκεν, ἄλλον ἄρα τινὰ χρόνον ἀναμενεῖτε τῆς ἰδίας ἐλευθερίας ἅμα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἀντιλαβέσθαι;
难道你们认为,时机曾经有力量在没有正义的情况下带来利益;而在今天,当正义、时机和利益同时汇聚在一起时,你们还要等待另一个什么时候,来争取自身的自由以及其他希腊人的自由呢?
§10ἐπʼ ἄλλο δὲ δίκαιον ἔρχομαι τῶν κατὰ τὰς συνθήκας.
我转到协定中关于正义的另一个条款。
ἔστι γὰρ γεγραμμένον, ἐάν τινες τὰς πολιτείας τὰς παρʼ ἑκάστοις οὔσας, ὅτε τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης ὤμνυσαν, καταλύωσι, πολεμίους εἶναι πᾶσι τοῖς τῆς εἰρήνης μετέχουσιν.
因为协定中写着:如果有人推翻在宣誓实现和平时各邦存在的政体,他们将是所有参与和平者的公敌。
σκέψασθε δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι Ἀχαιοὶ μὲν οἱ ἐν Πελοποννήσῳ ἐδημοκρατοῦντο, τούτων δʼ ἐν Πελλήνῃ νῦν καταλέλυκε τὸν δῆμον ὁ Μακεδὼν ἐκβαλὼν τῶν πολιτῶν τοὺς πλείστους, τὰ δʼ ἐκείνων τοῖς οἰκέταις δέδωκε, Χαίρωνα δὲ τὸν παλαιστὴν τύραννον ἐγκατέστησεν.
雅典的公民们,请看,伯罗奔尼撒的阿开亚人原先实行民主制,但其中的培勒涅,马其顿人现在推翻了其平民政体,驱逐了大多数公民,将他们的财产分给奴隶,并扶植格斗家凯隆为僭主。
§11ἡμεῖς δὲ τῆς εἰρήνης μετέχομεν τῆς προσταττούσης πολεμίους ἡγεῖσθαι τοὺς ταῦτα πράττοντας.
而我们参与了这桩和平,而该和平命令我们要将做出此类行为的人视为敌人。
ἐκ δὴ τούτων πότερα πειθόμεθα τοῖς κοινοῖς προστάγμασι πολεμίοις αὐτοῖς χρώμενοι, ἢ βδελυρεύσεταί τις οὐ φάσκων, τούτων τῶν μισθοφορούντων παρὰ τοῦ Μακεδόνος, τῶν καθʼ ὑμῶν πεπλουτηκότων;
那么,根据这些,我们是应当通过把他们视为敌人来服从共同的指令,还是那些从马其顿人那里领取军饷、靠损害你们而致富的人中,会有人厚颜无耻地予以否定呢?
§12οὐ γὰρ δὴ λέληθέ γʼ αὐτοὺς οὐδὲν τούτων· ἀλλʼ εἰς τοῦθʼ ὕβρεως ἥκουσιν ὥστε δορυφορούμενοι τοῖς τοῦ τυράννου στρατοπέδοις ἐν μὲν τοῖς παραβεβασμένοις ὅρκοις ἐμμένειν ὑμῖν διακελεύονται, ὡς καὶ τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου, τοὺς δʼ ἰδίους ὑμᾶς νόμους ἀναγκάζουσι λύειν, τοὺς μὲν κεκριμένους ἐν τοῖς δικαστηρίοις ἀφιέντες, ἕτερα δὲ παμπληθῆ τοιαῦτα βιαζόμενοι παρανομεῖν.
因为他们对这些事情绝非一无所知;但他们已经嚣张到了如此地步,以至于在僭主军队的护卫下,一方面劝告你们遵守已被违反的誓言,仿佛那个人对背誓也拥有全权,另一方面却强迫你们破坏自己的法律,释放法庭判决的人,并强行犯下无数其他类似的违法行为。
§13εἰκότως· τοῖς γὰρ πεπρακόσιν ἑαυτοὺς εἰς τἀναντία τοῖς τῇ πατρίδι συμφέρουσιν οὐκ ἔνι μέλειν νόμων οὐδʼ ὅρκων· τοῖς δʼ ὀνόμασι μόνον αὐτῶν ἀποχρώμενοι παρακρούονται τοὺς παρέργως ἐνταυθὶ ἀλλʼ οὐκ ἐξεταστικῶς ἐκκλησιάζοντας, καὶ νομίζοντας τὴν παραυτίχʼ ἡσυχίαν οὐκ ἔσεσθαί ποτʼ αἰτίαν ταραχῆς ἀτόπου.
这是理所当然的;因为对于那些为了违背国家利益而卖身的人来说,是不可能在乎法律和誓言的;他们只是滥用这些名词,来欺骗那些在这里(公民大会上)漫不经心、不加审查地开会,并认为眼前的平静永远不会成为异常混乱之原因的人。
§14κελεύω δʼ ἔγωγε, καθάπερ ἐν ἀρχῇ προεῖπον, πείθεσθαι τούτοις τοῖς φάσκουσι δεῖν ἐν ταῖς κοιναῖς ὁμολογίαις ἐμμένειν, εἰ μὴ ἐκεῖνο νομίζουσιν, ὅταν μὲν λέγωσιν ὡς ἐμμενετέον τοῖς ὅρκοις, οὐ λέγειν αὐτοὺς τὸ μηδὲν ἀδικεῖσθαι, οὐδένα δʼ οἴονται αἰσθήσεσθαι, τυραννίδων ἀντὶ δημοκρατιῶν καθισταμένων καὶ τῶν πολιτειῶν καταλυομένων.
而我,正如我在开头所说的那样,主张服从这些声称必须遵守共同协议的人,除非他们认为:当他们说必须遵守誓言时,他们并不是说不应受到任何不义,并且以为在僭主政体取代民主政体、政体被推翻时,没有人会察觉。
§15τὸ δʼ ἔτι καταγελαστότερον· ἔστι γὰρ ἐν ταῖς συνθήκαις ἐπιμελεῖσθαι τοὺς συνεδρεύοντας καὶ τοὺς ἐπὶ τῇ κοινῇ φυλακῇ τεταγμένους ὅπως ἐν ταῖς κοινωνούσαις πόλεσι τῆς εἰρήνης μὴ γίγνωνται θάνατοι καὶ φυγαὶ παρὰ τοὺς κειμένους ταῖς πόλεσι νόμους, μηδὲ χρημάτων δημεύσεις, μηδὲ γῆς ἀναδασμοί, μηδὲ χρεῶν ἀποκοπαί, μηδὲ δούλων ἀπελευθερώσεις ἐπὶ νεωτερισμῷ.
更荒谬的是:协定规定,代表们和负责共同防卫的人员应当注意,在参与和平的城市中,不发生违反该城市法律的死刑和流放,也不发生财产没收、土地重新分配、债务消减,以及为了煽动革命而解放奴隶的行为。
οἱ δὲ τοσούτου δέουσι τούτων τι κωλύειν ὥστε καὶ συγκατασκευάζουσιν· οὓς πῶς οὐ προσήκει ἀπολωλέναι;
而他们不仅不阻止这些事情,反而共同策划;这样的人难道不该被处死吗?
οἳ τηλικαύτας συμφορὰς παρασκευάζουσιν ἐν ταῖς πόλεσιν, ἃς διὰ τὸ μέγεθος αὐτοῖς τοσούτοις οὖσι μὴ περιορᾶν ἐπέταξαν.
他们竟然在各城市中制造如此巨大的灾难,而由于灾难的严重性,协定才命令他们这群人绝不能对此视而不见。
§16ἔτι δʼ ἕτερον δείξω τὸ λελυκὸς τὰς συνθήκας.
我还要指出另一个破坏协定的事实。
ἔστι γὰρ γεγραμμένον, ἐκ τῶν πόλεων τῶν κοινωνουσῶν τῆς εἰρήνης μὴ ἐξεῖναι φυγάδας ὁρμήσαντας ὅπλʼ ἐπιφέρειν ἐπὶ πολέμῳ ἐπὶ μηδεμίαν πόλιν τῶν μετεχουσῶν τῆς εἰρήνης· εἰ δὲ μή, ἔκσπονδον εἶναι τὴν πόλιν ἐξ ἧς ἂν ὁρμήσωσιν.
因为上面写着:不准从参与和平的城市中出发的流亡者携带武器,对参与和平的任何城市发动战争;否则,他们所出发的城市将被排除在协定之外。
οὕτω τοίνυν ῥᾳδίως ἐπήνεγκε τὰ ὅπλʼ ὁ Μακεδὼν ὥστʼ οὐδὲ κατέθετο πώποτε, ἀλλʼ ἔτι καὶ νῦν ἔχων περιέρχεται καθʼ ὅσον δύναται, καὶ τοσούτῳ νῦν μᾶλλον ἢ πρότερον, ὅσῳ ἐκ προστάγματος ἄλλους θʼ ἑτέρωσε καὶ τὸν παιδοτρίβην εἰς Σικυῶνα κατήγαγεν.
然而,马其顿人极其轻易地动用了武力,以至于从未放下武器,甚至现在仍然尽可能地带着武器四处活动,并且现在比以前更甚,因为他通过命令,将其他人遣往他处,并将体育教师送回了西基翁。

词汇与语法注释

  1. §9τῆς ἰδίας ἐλευθερίας ἅμα καὶ τῆς τῶν ἄλλων Ἑλλήνων ἀντιλαβέσθαι — 关身动词 ἀντιλαμβάνομαι 接属格,意为“紧紧抓住、获得、捍卫”。此处它支配属格 τῆς ἰδίας ἐλευθερίας 和 τῆς τῶν ἄλλων Ἑλλήνων(省略了 ἐλευθερίας)。
  2. §10ἔστι γὰρ γεγραμμένον... πολεμίους εἶναι — 无人称表达 ἔστι γεγραμμένον(“……是写着的”)后接一个带对格的不定式短语 πολεμίους εἶναι 作为其主语,其中包含条件从句 ἐάν τινες... καταλύωσι。
  3. §12ὡς καὶ τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου — 这是一个由连词 ὡς 引导的属格绝对独立结构(τῆς ἐπιορκίας αὐτοκράτορος ὄντος ἐκείνου),表示主观的借口或设想(“仿佛他对背誓也拥有全权”)。
  4. §14εἰ μὴ ἐκεῖνο νομίζουσιν, ὅταν μὲν λέγωσιν ὡς ἐμμενετέον τοῖς ὅρκοις, οὐ λέγειν αὐτοὺς τὸ μηδὲν ἀδικεῖσθαι, οὐδένα δʼ οἴονται αἰσθήσεσθαι — 这是一个复杂且具讽刺意味的条件结构:“除非他们认为那件事(ἐκεῖνο)……”,其中 ἐκεῖνο 由两个不定式从句解释:οὐ λέγειν...(他们并非在说……)和 οὐδένα... αἰσθήσεσθαι(且他们以为没人会发觉)。该句旨在揭示亲马其顿派主张的逻辑矛盾。
  5. §15οἱ δὲ τοσούτου δέουσι τούτων τι κωλύειν — 惯用表达 τοσούτου δέω(“离……还差得远”)后接不定式 κωλύειν(“阻止”)。字面意思是“他们距离阻止这些事还差得很远”,意为“他们不仅不阻止,反而……”。

引用这一段

狄摩西尼, 论与亚历山大的条约 §9-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg017.humanitext-grc2:9-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。