§1οἱ μὲν ἐπαινοῦντες, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς προγόνους ὑμῶν λόγον εἰπεῖν μοι δοκοῦσι προαιρεῖσθαι κεχαρισμένον, οὐ μὴν συμφέροντά γʼ ἐκείνοις οὓς ἐγκωμιάζουσι ποιεῖν· περὶ γὰρ πραγμάτων ἐγχειροῦντες λέγειν ὧν οὐδʼ εἷς ἀξίως ἐφικέσθαι τῷ λόγῳ δύναιτο, αὐτοὶ μὲν τοῦ δοκεῖν δύνασθαι λέγειν δόξαν ἐκφέρονται, τὴν δʼ ἐκείνων ἀρετὴν ἐλάττω τῆς ὑπειλημμένης παρὰ τοῖς ἀκούουσιν φαίνεσθαι ποιοῦσιν.
雅典的诸位,那些赞美你们祖先的人,在我看来是选择发表讨人喜欢的演说,然而对他们所颂扬的人却并未做出有益的事;因为他们企图谈论那些即使没有一个人能用言语配得上表达的事物,结果他们自己虽然赢得了似乎长于辞令的名声,却使祖先的德行在听众原有的印象中显得逊色了。
ἐγὼ δʼ ἐκείνων μὲν ἔπαινον τὸν χρόνον ἡγοῦμαι μέγιστον, οὗ πολλοῦ γεγενημένου μείζω τῶν ὑπʼ ἐκείνων πραχθέντων οὐδένες ἄλλοι παραδείξασθαι δεδύνηνται·
但我认为,对他们最大的赞美莫过于“时间”,因为尽管时间已经过去许久,却没有其他任何人能展现出比他们所成就的更为伟大的功业。
§2αὐτὸς δὲ πειράσομαι τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι. καὶ γὰρ οὕτως ἔχει·
我自己则将努力阐述在我看来你们最能做好准备的方式。
εἰ μὲν ἡμεῖς ἅπαντες οἱ μέλλοντες λέγειν δεινοὶ φανείημεν ὄντες, οὐδὲν ἂν τὰ ὑμέτερʼ εὖ οἶδʼ ὅτι βέλτιον σχοίη· εἰ δὲ παρελθὼν εἷς ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς ὁ παρὼν φόβος λελύσεται.
因为事实确实如此:如果我们所有将要发言的人都显得极其雄辩,我确信你们的境况也不会有丝毫改善;但如果任何一个登台发言的人能够教导并说服大家,什么样的准备、规模多大、从何处筹措才会对城邦有用,那么当前所有的恐惧都将消除。
ἐγὼ δὲ τοῦτʼ, ἂν ἄρʼ οἷός τʼ ὦ, πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω γνώμης περὶ τῶν πρὸς τὸν βασιλέα.
而我,如果真的有能力的话,将在向你们简要说明我对对待国王之事的看法后,努力做到这一点。
§3ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων εἶναι βασιλέα, οὐ μὴν διὰ τοῦτο παραινέσαιμʼ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν ἄρασθαι· οὐδὲ γὰρ αὐτοὺς τοὺς Ἕλληνας ὁρῶ κοινοὺς ἀλλήλοις ὄντας φίλους, ἀλλʼ ἐνίους μᾶλλον ἐκείνῳ πιστεύοντας ἤ τισιν αὑτῶν.
我认为国王是全体希腊人的共同敌人,然而我绝不会因此劝你们在其他所有人之外独自向他宣战;因为我看到希腊人自己彼此之间也并非共同的朋友,反而有些人信任他甚至超过信任他们自己人中的某些人。
ἐκ δὴ τῶν τοιούτων νομίζω συμφέρειν ὑμῖν τὴν μὲν ἀρχὴν τοῦ πολέμου τηρεῖν ὅπως ἴση καὶ δικαία γενήσεται, παρασκευάζεσθαι δʼ ἃ προσήκει πάντα καὶ τοῦθʼ ὑποκεῖσθαι.
因此,在这种情况下,我认为对你们有利的是,既要监视战争的开端以使其公平和正义,又要准备一切合适的事物,并以此为根本前提。
§4ἡγοῦμαι γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς Ἕλληνας, εἰ μὲν ἐναργὲς γένοιτο καὶ σαφὲς ὡς βασιλεὺς αὐτοῖς ἐπιχειρεῖ, κἂν συμμαχῆσαι καὶ χάριν μεγάλην ἔχειν τοῖς πρὸ αὐτῶν καὶ μετʼ αὐτῶν ἐκεῖνον ἀμυνομένοις· εἰ δʼ ἔτʼ ἀδήλου τούτου καθεστηκότος προαπεχθησόμεθʼ ἡμεῖς, δέδιʼ, ὦ ἄνδρες Ἀθηναῖοι, μὴ τούτοις μετʼ ἐκείνου πολεμεῖν ἀναγκασθῶμεν, ὑπὲρ ὧν προνοούμεθα.
雅典的诸位,我之所以这样认为,是因为我相信,如果国王正在攻击他们这件事变得明显和确定,希腊人们既会联合起来,也会对那些在他们之前并与他们一起击退国王的人心怀感激;但如果在这一点仍然不明朗的时候,我们就预先招致怨恨,雅典的诸位,我担心我们可能会被迫与那些我们正为之操心的人一起,在国王的那一边作战。
§5ὁ μὲν γὰρ ἐπισχὼν ὧν ὥρμηκεν, εἰ ἄρʼ ἐγχειρεῖν ἔγνωκε τοῖς Ἕλλησι, χρήματα δώσει τισὶν αὐτῶν καὶ φιλίαν προτενεῖται, οἱ δὲ τοὺς ἰδίους πολέμους ἐπανορθῶσαι βουλόμενοι καὶ τοῦτον τὸν νοῦν ἔχοντες τὴν κοινὴν ἁπάντων σωτηρίαν παρόψονται.
因为他如果真的决定攻击希腊人,就会暂时搁置他已着手的事,向他们中的某些人提供资金并表示友好,而那些人由于急于解决自己的私人战争并抱有这种意图,将会忽视大家共同的安全。
εἰς δὲ τὴν ταραχὴν ταύτην καὶ τὴν ἀγνωμοσύνην παραινῶ μὴ προκαθεῖναι τὴν πόλιν ἡμῶν.
我建议,我们的城邦不要预先陷入这种混乱和愚蠢之中。
§6οὐδὲ γὰρ οὐδʼ ἀπʼ ἴσης ὁρῶ τοῖς τʼ ἄλλοις Ἕλλησι καὶ ὑμῖν περὶ τῶν πρὸς τὸν βασιλέα τὴν βουλὴν οὖσαν, ἀλλʼ ἐκείνων μὲν πολλοῖς ἐνδέχεσθαί μοι δοκεῖ τῶν ἰδίᾳ τι συμφερόντων διοικουμένοις τῶν ἄλλων Ἑλλήνων ἀμελῆσαι, ὑμῖν δʼ οὐδʼ ἀδικουμένοις παρὰ τῶν ἀδικούντων καλόν ἐστιν λαβεῖν ταύτην τὴν δίκην, ἐᾶσαί τινας αὐτῶν ὑπὸ τῷ βαρβάρῳ γενέσθαι.
因为我看到,关于对待国王的商议,对其他希腊人和对你们而言并不是在对等的地位上进行的。 在我看来,他们中的许多人为了处理某些私人利益而忽视其他希腊人是完全可能的,但对你们来说,即使受到不义之人的伤害,通过允许他们中的一些人落入蛮族的统治之下作为报复,也是不体面的。
§7ὅτε δʼ οὕτω ταῦτʼ ἔχει, σκεπτέον ὅπως μήθʼ ἡμεῖς ἐν τῷ πολέμῳ γενησόμεθʼ οὐκ ἴσοι, μήτʼ ἐκεῖνος, ὃν ἡμεῖς ἐπιβουλεύειν ἡγούμεθα τοῖς Ἕλλησι, τὴν τοῦ φίλος αὐτοῖς δοκεῖν εἶναι πίστιν λήψεται.
既然情况如此,我们必须考虑,如何既不使我们在战争中处于不对等的地位,又不使那个我们认为对希腊人图谋不轨的国王获得在他们看来是朋友的信任。
πῶς οὖν ταῦτʼ ἔσται;
那么,这该如何实现呢?
ἂν ἡ μὲν δύναμις τῆς πόλεως ἐξητασμένη καὶ παρεσκευασμένη πᾶσιν ᾖ φανερά, φαίνηται δὲ δίκαιʼ ἐπὶ ταύτῃ φρονεῖν αἱρουμένη.
如果城邦的力量经过检阅和准备,向所有人彰显出来,并且城邦显得是在这一力量的基础之上选择持有正义的态度,这就能够实现。
§8τοῖς δὲ θρασυνομένοις καὶ σφόδρʼ ἑτοίμως πολεμεῖν κελεύουσιν ἐκεῖνο λέγω, ὅτι οὐκ ἔστιν χαλεπὸν οὔθʼ ὅταν βουλεύεσθαι δέῃ, δόξαν ἀνδρείας λαβεῖν, οὔθʼ ὅταν κίνδυνός τις ἐγγὺς ᾖ, δεινὸν εἰπεῖν φανῆναι, ἀλλʼ ἐκεῖνο καὶ χαλεπὸν καὶ προσῆκον, ἐπὶ μὲν τῶν κινδύνων τὴν ἀνδρείαν ἐνδείκνυσθαι, ἐν δὲ τῷ συμβουλεύειν φρονιμώτερα τῶν ἄλλων εἰπεῖν ἔχειν.
对于那些态度豪壮、极力主张立即宣战的人,我要说:在需要商议时获得勇敢的名声并不难,在危险逼近时显得言辞犀利也不难;但既困难又本分的事,是在危险面前展现出勇气,并在商议时能够提出比别人更明智的见解。