Humanitext Reader

狄摩西尼 · 论海军同盟 §26-33

驳斥对波斯王财力的过度担忧

第 4 段,共 5 段 · 希腊语

内容简介

德摩斯梯尼打消了人们对国王资金实力的过度担忧,论证了如果真正的危机来临,公民会自愿出资,而国王的财富并非无穷无尽,且没有希腊人会充当雇佣兵来进攻同胞。

§26εἰ μέντοι τὰ νῦν διὰ τῶν λόγων φοβερὰ ἔργῳ πραττόμενʼ αἴσθοιντο, οὐδεὶς οὕτως ἠλίθιός ἐστιν ὅστις οὐχὶ κἂν δοίη καὶ πρῶτος εἰσενέγκαι·
然而,如果他们察觉到目前在言语中令人恐惧的事情正付诸实行,就没有人会愚蠢到不愿缴纳特别税,甚至会成为第一个缴纳的人。
τίς γὰρ αἱρήσεται μᾶλλον αὐτὸς καὶ τὰ ὄντʼ ἀπολωλέναι ἢ μέρος τῶν ὄντων ὑπὲρ αὑτοῦ καὶ τῶν λοιπῶν εἰσενεγκεῖν;
因为谁会宁愿自己和所有财产一起毁灭,也不愿为了自身和余下的财产而缴纳其中的一部分呢?
χρήματα μὲν δή φημʼ εἶναι τότε, ἂν ὡς ἀληθῶς δέῃ, πρότερον δʼ οὔ.
因此,我主张到那时,如果真的有需要,资金就会存在,而在那之前则不然。
διὸ μηδὲ ζητεῖν παραινῶ· ὅσα γὰρ νῦν πορίσαιτʼ ἄν, εἰ προέλοισθε πορίζειν, πλείων ἐστὶ γέλως τοῦ μηδενός.
因此,我建议现在甚至不要去寻找它;因为如果你们现在选择筹措,无论能筹措到多少,都不过是杯水车薪,反成笑柄。
§27φέρε γάρ, ἑκατοστήν τις εἰσφέρειν ἐρεῖ νῦν;
且看,现在有人会提议缴纳百分之一税吗?
οὐκοῦν ἑξήκοντα τάλαντα.
那也就是六十塔兰特。
ἀλλὰ πεντηκοστήν τις ἐρεῖ, τὸ διπλοῦν;
或者有人提议缴纳五十分之一税,即两倍的数额?
οὐκοῦν ἑκατὸν καὶ εἴκοσι.
那也就是一百二十塔兰特。
καὶ τί τοῦτʼ ἔστι πρὸς διακοσίας καὶ χιλίας καμήλους, ἃς βασιλεῖ τὰ χρήματʼ ἄγειν φασὶν οὗτοι;
但这与那些人所说的为国王运送资金的一千二百头骆驼相比,又算得了什么呢?
ἀλλὰ θῶ βούλεσθε δωδεκάτην ἡμᾶς εἰσοίσειν, πεντακόσια τάλαντα;
或者,如果你们愿意,我们假设我们要缴纳十二分之一税,即五百塔兰特?
ἀλλʼ οὔτʼ ἂν ἀνάσχοισθε οὔτʼ, εἰ καταθεῖτε, ἄξια τοῦ πολέμου τὰ χρήματα.
但你们既无法忍受这一点,而且即使你们支付了,这笔钱对战争来说也无济于事。
§28δεῖ τοίνυν ὑμᾶς τὰ μὲν ἄλλα παρασκευάσασθαι, τὰ δὲ χρήματα νῦν μὲν ἐᾶν τοὺς κεκτημένους ἔχειν (οὐδαμοῦ γὰρ ἂν ἐν καλλίονι σῴζοιτο τῇ πόλει), ἐὰν δέ ποθʼ οὗτος ὁ καιρὸς ἔλθῃ, τόθʼ ἑκόντων εἰσφερόντων αὐτῶν λαμβάνειν.
因此,你们必须做好其他一切准备,而至于资金,目前应当让拥有者们保留(因为对城邦而言,没有比这更安全、更妥善的保管处了),一旦那样的危机到来,那时再接受他们自愿缴纳的特别税。
ταῦτα δὲ καὶ δυνάτʼ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ πράττειν καλὰ καὶ συμφέροντα καὶ βασιλεῖ περὶ ὑμῶν ἐπιτήδειʼ ἀπαγγελθῆναι, καὶ φόβος οὐκ ὀλίγος γένοιτʼ ἂν ἐκείνῳ διὰ τούτων.
雅典的诸位,这些事情不仅是可能的,而且做起来也是体面且有利的,并且向国王报告关于你们的这些情况也是合适的,这也会给他带来不小的恐惧。
§29οἶδε μέν γε διακοσίαις τριήρεσιν, ὧν ἑκατὸν παρεσχόμεθʼ ἡμεῖς, τοὺς προγόνους αὐτοῦ χιλίας ἀπολέσαντας ναῦς, ἀκούσεται δὲ τριακοσίας αὐτοὺς ὑμᾶς νῦν παρεσκευασμένους τριήρεις· ὥστε μὴ κομιδῇ, μηδʼ εἰ πάνυ μαίνοιτο, νομίσαι ῥᾴδιόν τι τὸ τὴν ἡμετέραν πόλιν ἐχθρὰν ποιήσασθαι.
因为他确实知道,由于二百艘战船(其中我们提供了一百艘),他的先祖损失了一千艘船只,而且他也会听到,你们自己现在已经准备了三百艘战船;因此,即使他完全发疯,也绝不会认为将我们的城邦树为敌人是一件轻而易举的事。
ἀλλὰ μὴν εἴ γʼ ἐπὶ χρήμασιν αὐτῷ μέγʼ ἐπέρχεται φρονεῖν, καὶ ταύτην ἀσθενεστέραν ἀφορμὴν τῆς ὑμετέρας εὑρήσει.
再者,即使他因为财富而倾向于自傲,他也将发现,这笔资源比你们的更为脆弱。
§30ὁ μέν γε χρυσίον, ὥς φασιν, ἄγει πολύ.
确实,正如人们所说,他带走了许多黄金。
τοῦτο δʼ ἂν διαδῷ ζητήσει· καὶ γὰρ τὰς κρήνας καὶ τὰ φρέατʼ ἐπιλείπειν πέφυκεν, ἄν τις ἀπʼ αὐτῶν ἁθρόα πολλὰ λαμβάνῃ.
但如果他把这些分发出去,他就必须再去寻找;因为即使是泉水和井水,如果有人一次从中汲取太多,自然也会干涸。
ἡμῖν δὲ τὸ τῆς χώρας τίμημʼ ὑπάρχον ἀφορμὴν ἀκούσεται, ὑπὲρ ἧς ὡς μὲν τοὺς ἐπιόντας ἐκείνων ἀμυνόμεθα, οἱ Μαραθῶνι τῶν προγόνων αὐτοῦ μάλιστʼ ἂν εἰδεῖεν, ἕως δʼ ἂν κρατῶμεν, οὐκ ἔνι δήπου χρήμαθʼ ἡμᾶς ἐπιλείπειν.
但他会听到,我们有国土课税估值作为资源,为了保护它,我们是如何击退那些来犯之敌的,他的先祖在马拉松对此应该最为清楚;而且只要我们保持统治,我们的资金就绝不可能枯竭。
§31καὶ μὴν οὐδʼ ὅ τινες δεδίασι, μὴ ξενικὸν πολὺ συστήσηται χρήματʼ ἔχων, ἀληθὲς εἶναί μοι δοκεῖ.
此外,一些人所担心的,即他可能因为有钱而招募大批外国人雇佣军,在我看来也是不真实的。
ἐγὼ γὰρ ἡγοῦμαι ἐπὶ μὲν Αἴγυπτον καὶ Ὀρόνταν καί τινας τῶν ἄλλων βαρβάρων πολλοὺς ἂν ἐθελῆσαι τῶν Ἑλλήνων μισθοφορεῖν παρʼ ἐκείνῳ, οὐχ ἵνʼ ἐκεῖνος ἕλῃ τινὰ τούτων, ἀλλʼ ἵνʼ εὐπορίαν τινʼ ἕκαστος ἑαυτῷ κτησάμενος ἀπαλλαγῇ τῆς ὑπαρχούσης πενίας· ἐπὶ δὲ τὴν Ἑλλάδα Ἕλληνʼ οὐδένʼ ἂν ἐλθεῖν ἡγοῦμαι.
因为我认为,如果是针对埃及、奥隆塔斯以及其他一些蛮族,许多希腊人会愿意在他手下当雇佣兵,这并不是为了让他征服这些人中的任何一个,而是为了每个人能为自己获取一些财富,摆脱现有的贫困;但是针对希腊,我认为没有一个希腊人会随他前来。
ποῖ γὰρ αὐτὸς τρέψεται μετὰ ταῦτα;
因为在那之后,他自己能投奔何处呢?
§32εἰς Φρυγίαν ἐλθὼν δουλεύσει;
难道去弗里吉亚当奴隶吗?
οὐ γὰρ ὑπὲρ ἄλλου τινός ἐστιν ὁ πρὸς τὸν βάρβαρον πόλεμος ἢ περὶ χώρας καὶ βίου καὶ ἐθῶν καὶ ἐλευθερίας καὶ πάντων τῶν τοιούτων.
因为对抗蛮族的战争不是为了别的,而是为了国土、生命、习俗、自由以及所有类似的事情。
τίς οὖν οὕτως δυστυχής ἐστιν ὅστις ἑαυτόν, γονέας, τάφους, πατρίδα εἵνεκα κέρδους βραχέος προέσθαι βουλήσεται;
那么,谁会如此不幸,竟然愿意为了微薄的利益而抛弃自己、父母、坟墓和祖国呢?
ἐγὼ μὲν οὐδένʼ ἡγοῦμαι.
我认为一个也没有。
οὐ μὴν οὐδʼ ἐκείνῳ συμφέρει ξένοις κρατῆσαι τῶν Ἑλλήνων· οἱ γὰρ ἡμῶν κρατήσαντες ἐκείνου γε πάλαι κρείττους ὑπάρχουσιν· βούλεται δʼ ἐκεῖνος οὐκ ἀνελὼν ἡμᾶς ἐπʼ ἄλλοις εἶναι, ἀλλὰ μάλιστα μὲν πάντων, εἰ δὲ μή, τῶν γʼ ὑπαρχόντων δούλων ἑαυτῷ νῦν ἄρχειν.
此外,用雇佣兵征服希腊人对他也并无好处;因为征服了我们的人,早就比他更为强大了;他并不希望通过消灭我们而受制于他人,而是希望,如果可能的话统治所有人,否则,至少要统治那些目前已是他奴隶的人。
§33εἰ τοίνυν τις οἴεται Θηβαίους ἔσεσθαι μετʼ ἐκείνου, ἔστι μὲν χαλεπὸς πρὸς ὑμᾶς ὁ περὶ τούτων λόγος· διὰ γὰρ τὸ μισεῖν αὐτοὺς οὐδʼ ἂν ἀληθὲς οὐδὲν ἡδέως ἀγαθὸν περὶ αὐτῶν ἀκούσαιτε·
那么,如果有人认为底比斯人会站在他那边,关于他们的讨论对你们来说是困难的;因为由于憎恨他们,即使是关于他们的真话,只要是好话,你们也不会乐意听。
οὐ μὴν ἀλλὰ δεῖ τοὺς περὶ πραγμάτων μεγάλων σκοποῦντας μηδένα συμφέροντα λογισμὸν παραλιπεῖν διὰ μηδεμίαν πρόφασιν.
然而,考虑重大事务的人绝不能因为任何借口而遗漏任何有利的推论。
ἐγὼ τοίνυν οἶμαι τοσοῦτʼ ἀπέχειν Θηβαίους τοῦ μετʼ ἐκείνου ποτʼ ἂν ἐλθεῖν ἐπὶ τοὺς Ἕλληνας, ὥστε πολλῶν ἂν χρημάτων, εἰ ἔχοιεν δοῦναι,
因此,我认为底比斯人绝不可能与他一起进攻希腊人,甚至,如果他们有钱可给的话,他们会给一大笔钱……

词汇与语法注释

  1. §26αἴσθοιντο — 意为“如果他们察觉到”。它构成了一个条件句,前件为希求语气(εἰ + 希求语气),后件为潜在希求语气(κἂν δοίη... εἰσενέγκαι,带 ἄν + 希求语气),表示未来的潜在可能性。
  2. §26πλείων ἐστὶ γέλως τοῦ μηδενός — 直译为“比无还要大的笑话”。τοῦ μηδενός 是比较属格。它强调了一种反讽的荒谬性:如果现在强行筹集,所能筹集到的微小金额比起“一无所有”来,反而更容易沦为世人的笑柄。
  3. §27θῶ — 决意、宿命连接的第一人称单数形式。采取自问或向听众提问的形式:“让我假设一下如何?”或“我们要假设吗?”。
  4. §30ὑπὲρ ἧς ὡς μὲν τοὺς ἐπιόντας ἐκείνων ἀμυνόμεθα — 关系代名词 ἧς(属格、阴性、单数)的先行词是前句中的 χώρας(国土)。ὑπὲρ 意为“为了……、为了保护……”。ὡς 引导防卫方式的副词性表达。
  5. §32οὐ μὴν οὐδʼ ἐκείνῳ συμφέρει ξένοις κρατῆσαι τῶν Ἑλλήνων· — 不定式 κρατῆσαι 作为非人称动词 συμφέρει 的实质主语。ξένοις 是工具与格(“通过雇佣兵”),而 τῶν 希腊人 是受动词 κρατέω 支配的属格(“征服希腊人”)。

引用这一段

狄摩西尼, 论海军同盟 §26-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg014.humanitext-grc2:26-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。