Humanitext Reader

狄摩西尼 · 腓力书信 §9-16

驳斥雅典的自相矛盾并提议通过仲裁解决

第 2 段,共 3 段 · 希腊语

内容简介

腓力针对雅典在授予公民权上的前后矛盾、关于卡尔迪亚和佩帕雷索斯的冲突以及雅典的敌对行为,为自己行为的合理性进行辩护,并再次提议通过仲裁解决争端。

§9καίτοι πῶς ἐστὶ τοῦτʼ ἴσον ἢ δίκαιον, ὅταν μὲν ὑμῖν συμφέρῃ, πολέμιον εἶναι φάσκειν αὐτὸν τῆς πόλεως, ὅταν δʼ ἐμὲ συκοφαντεῖν βούλησθε, πολίτην ἀποδείκνυσθαι τὸν αὐτὸν ὑφʼ ὑμῶν· καὶ Σιτάλκου μὲν ἀποθανόντος, ᾧ μετέδοτε τῆς πολιτείας, εὐθὺς ποιήσασθαι πρὸς τὸν ἀποκτείναντα φιλίαν, ὑπὲρ δὲ Κερσοβλέπτου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς;
然而,这怎么能说是公平或正义的呢? 在对你们有利的时候,你们就声称他是城邦的敌人,而当你们企图诽谤我时,同一个人却被你们宣布为公民;在你们曾授予公民权的西塔尔克斯死后,你们立即与杀害他的人建立友好关系,却为了克索布莱普特斯而对我们发动战争。
καὶ ταῦτα σαφῶς εἰδότας ὅτι τῶν λαμβανόντων τὰς δωρεὰς τὰς τοιαύτας οὐδεὶς οὔτε τῶν νόμων οὔτε τῶν ψηφισμάτων οὐδὲν φροντίζει τῶν ὑμετέρων.
而且这还是在你们明知那些接受此类馈赠的人中,没有一个人会在意你们的法律或决议的情况下。
§10οὐ μὴν ἀλλʼ εἰ δεῖ πάντα τἄλλα παραλιπόντα συντόμως εἰπεῖν, ὑμεῖς ἔδοτε πολιτείαν Εὐαγόρᾳ τῷ Κυπρίῳ καὶ Διονυσίῳ τῷ Συρακοσίῳ καὶ τοῖς ἐκγόνοις τοῖς ἐκείνων.
尽管如此,如果撇开其他一切,必须简短来说,你们曾将公民权授予塞浦路斯的欧阿戈拉斯、叙拉古的狄奥尼修斯以及他们的后代。
ἐὰν οὖν πείσητε τοὺς ἐκβαλόντας ἑκατέρους αὐτῶν ἀποδοῦναι πάλιν τὰς ἀρχὰς τοῖς ἐκπεσοῦσι, κομίζεσθε καὶ παρʼ ἐμοῦ τὴν Θρᾴκην, ὅσης Τήρης καὶ Κερσοβλέπτης ἦρχον.
因此,如果你们能说服驱逐他们两人的那些人将统治权归还给流亡者,那么你们也可以从我这里收回色雷斯——凡是特雷斯和克索布莱普特斯曾经统治过的地方。
εἰ δὲ τοῖς μὲν ἐκείνων κρατήσασι μηδʼ ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δʼ ἐνοχλεῖτε, πῶς οὐ δικαίως ὑμᾶς ἀμυνοίμην ἄν;
但是,如果你们对打败他们的人甚至不愿提出任何抱怨,却一味纠缠我,我防卫自己对抗你们,又怎能说不是正当的呢?
§11περὶ μὲν οὖν τούτων πολλὰ λέγειν ἔχων ἔτι δίκαια, παραλιπεῖν προαιροῦμαι· Καρδιανοῖς δέ φημι βοηθεῖν, γεγονὼς αὐτοῖς πρὸ τῆς εἰρήνης σύμμαχος, οὐκ ἐθελόντων δʼ ὑμῶν ἐλθεῖν εἰς κρίσιν, πολλάκις μὲν ἐμοῦ δεηθέντος, οὐκ ὀλιγάκις δʼ ἐκείνων·
关于这些事,虽然我还有许多正当的理由可说,但我选择予以略过;但我声明我是在援助卡尔迪亚人,因为我在和平条约之前就已成为他们的盟友,而你们却拒绝进行仲裁,尽管我多次请求,他们也屡次提出。
ὥστε πῶς οὐκ ἂν εἴην πάντων φαυλότατος, εἰ καταλιπὼν τοὺς συμμάχους μᾶλλον ὑμῶν φροντίζοιμι τῶν πάντα μοι τρόπον ἐνοχλούντων ἢ τῶν βεβαίως μοι φίλων ἀεὶ μενόντων;
因此,如果我抛弃盟友,反而去关心千方百计刁难我的你们,而不是那些始终忠实于我的朋友,我岂不成了所有人中最卑劣的人?
§12εἰ τοίνυν δεῖ μηδὲ τοῦτο παραλιπεῖν, εἰς τοσοῦτον ἐληλύθατε πλεονεξίας ὥστε πρότερον μὲν ἐνεκαλεῖτέ μοι τὰ προειρημένα μόνον, τὰ δʼ ὑπογυιότατα Πεπαρηθίων φασκόντων δεινὰ πεπονθέναι προσετάξατε τῷ στρατηγῷ δίκην παρʼ ἐμοῦ λαβεῖν ὑπὲρ ἐκείνων, οὓς ἐγὼ μὲν ἐτιμωρησάμην ἐνδεεστέρως ἢ προσῆκεν, ἐκεῖνοι δʼ εἰρήνης οὔσης καταλαβόντες Ἁλόννησον οὔτε τὸ χωρίον οὔτε τοὺς φρουροὺς ἀπεδίδοσαν πέμψαντος ὑπὲρ αὐτῶν ἐμοῦ πολλάκις.
此外,如果连这件事也不容忽略的话,你们的贪得无厌已达到了如此程度:以前你们仅就上述事情指责我,而最近由于佩帕雷索斯人声称遭受了残酷的对待,你们竟命令将军为他们向我讨回公道。 对这些佩帕雷索斯人,我的惩罚比他们应得的还要轻,因为他们顶着和平时期强占了哈隆内索斯岛,既不归还该地也不释放守军,尽管我多次就此派人交涉。
§13ὑμεῖς δʼ ὧν μὲν ἠδίκησαν ἐμὲ Πεπαρήθιοι, τούτων μὲν οὐδὲν ἐπεσκέψασθε, τὴν δὲ τιμωρίαν, ἀκριβῶς εἰδότες.
然而你们对佩帕雷索斯人对我的伤害却不加审查,而只关心对他们的惩罚,尽管你们对此一清二楚。
καίτοι τὴν νῆσον οὔτʼ ἐκείνους οὔθʼ ὑμᾶς ἀφειλόμην, ἀλλὰ τὸν λῃστὴν Σώστρατον.
然而,那座岛屿我既没有从他们那里夺取,也没有从你们那里夺取,而是从海盗索斯特拉托斯手中夺回的。
εἰ μὲν οὖν αὐτοί φατε παραδοῦναι Σωστράτῳ, λῃστὰς ὁμολογεῖτε καταπέμπειν· εἰ δʼ ἀκόντων ὑμῶν ἐκεῖνος ἐκράτει, τί δεινὸν πεπόνθατε λαβόντος ἐμοῦ καὶ τὸν τόπον τοῖς πλέουσιν ἀσφαλῆ παρέχοντος;
因此,如果你们说是你们自己将岛屿交给了索斯特拉托斯,那你们就是承认派遣了海盗;但如果他是违背你们的意愿占领那里的,那么在我夺取该岛并为航海者提供安全场所时,你们又遭受了什么侵害呢?
§14τοσαύτην δέ μου ποιουμένου πρόνοιαν τῆς ὑμετέρας πόλεως, καὶ διδόντος αὐτῇ τὴν νῆσον, οἱ ῥήτορες λαμβάνειν μὲν οὐκ εἴων, ἀπολαβεῖν δὲ συνεβούλευον, ὅπως ὑπομείνας μὲν τὸ προσταττόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον ὕποπτος γένωμαι τῷ πλήθει.
在我对你们的城邦寄予如此关切并要把岛屿赠予城邦时,你们的演说家却不准你们接受,而是建议你们“收回”,以便如果我服从命令,就等于承认占有了他人的土地,而如果我不放弃该地,就会引起群众对我的猜疑。
γνοὺς ἐγὼ ταῦτα προὐκαλούμην κριθῆναι περὶ τούτων πρὸς ἡμᾶς, ἵνʼ ἐὰν μὲν ἐμὴ γνωσθῇ, παρʼ ἐμοῦ δοθῇ τὸ χωρίον ὑμῖν, ἐὰν δʼ ὑμετέρα κριθῇ, τότʼ ἀποδῶ τῷ δήμῳ.
我洞悉了这一点,因而提议就此与你们进行裁判,以便如果判定是我的,就由我把该地赠予你们,但如果判定是你们的,我届时就将其归还给人民。
§15ταῦτα δʼ ἐμοῦ πολλάκις ἀξιοῦντος, ὑμεῖς μὲν οὐ προσείχετε, Πεπαρήθιοι δὲ τὴν νῆσον κατέλαβον.
尽管我多次提出这一要求,你们却置之不理,佩帕雷索斯人反而强占了该岛。
τί οὖν ἐχρῆν με ποιεῖν;
那我该怎么办?
οὐ δίκην λαβεῖν παρὰ τῶν ὑπερβεβηκότων τοὺς ὅρκους;
难道我不该惩罚那些违反誓言的人吗?
οὐ τιμωρήσασθαι τοὺς οὕτως ὑπερηφάνως ἀσελγαίνοντας;
难道不该惩处那些如此傲慢无礼、肆意妄为的人吗?
καὶ γὰρ εἰ Πεπαρηθίων ἦν ἡ νῆσος, τί προσῆκεν ἀπαιτεῖν Ἀθηναίους;
因为即使该岛属于佩帕雷索斯人,雅典人又有什么资格要求它?
εἰ δʼ ὑμετέρα, πῶς οὐκ ἐκείνοις ὀργίζεσθε καταλαβοῦσι τὴν ἀλλοτρίαν;
但如果是你们的,对于他们强占他人的土地,你们又为什么不对他们发怒呢?
§16εἰς τοῦτο δὲ προβεβήκαμεν ἔχθρας ὥστε βουλόμενος ταῖς ναυσὶν εἰς τὸν Ἑλλήσποντον παραβαλεῖν ἠναγκάσθην αὐτὰς παραπέμψαι διὰ Χερρονήσου τῇ στρατιᾷ, τῶν μὲν κληρούχων κατὰ τὸ Πολυκράτους δόγμα πολεμούντων ἡμῖν, ὑμῶν δὲ τοιαῦτα ψηφιζομένων, τοῦ δὲ στρατηγοῦ Βυζαντίους τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς ἅπαντας ὅτι πολεμεῖν αὐτῷ προστάττετε, ἂν καιρὸν λάβῃ.
我们的敌对状态已发展到如此地步:当我想率领船只前往赫勒斯滂时,由于你们的殖民者根据波吕克拉底的决议对我们交战,你们也通过了此类决议,且你们的将军正在召集拜占庭人并向所有人宣告如果一有机会你们就命令他对我们开战,我被迫由陆军护卫船只通过色雷斯赫尔索尼苏斯。
τοιαῦτα δὲ πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν ἢ πάντα, καὶ διατετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν ἐλθεῖν ὑπὲρ ὧν αἰτιώμεθʼ ἀλλήλους.
尽管遭受如此待遇,我依然对你们的城邦、三段舵船及领土秋毫无犯,尽管我完全有能力夺取其中大部分或全部,而且我一直在提议,就我们彼此指控的事进行仲裁裁判。

词汇与语法注释

  1. 9εἰδότας — 宾格分词 `εἰδότας` 的逻辑主语指向雅典人(即主句主语)。它在性、数、格上与前文不定式 `φάσκειν` 和 `ἀποδείκνυσθαι` 的未显在逻辑主语相一致。
  2. 13τὴν δὲ τιμωρίαν — 在 `τὴν δὲ τιμωρίαν`(惩罚)之后,在语义上必须补出一个与前半句 `οὐδὲν ἐπεσκέψασθε`(完全未审查)形成对比的动词(如 `σκοπεῖτε` “你们却在审查”或 `αἰτιᾶσθε` “你们却在谴责”)。
  3. 14ὅπως ὑπομείνας μὲν τὸ προσταττόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον ὕποπτος γένωμαι τῷ πλήθει — 由目的连词 `ὅπως` 引导的从句,其中现在时虚拟语气 `ὁμολογῶ`(或作将来直陈式)与不定过去时虚拟语气 `γένωμαι` 并列。分词 `ὑπομείνας` 与 `μὴ προέμενος` 带有条件意味(“若顺从”、“若不放弃”)。

引用这一段

狄摩西尼, 腓力书信 §9-16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg012.humanitext-grc2:9-16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。