§9καίτοι πῶς ἐστὶ τοῦτʼ ἴσον ἢ δίκαιον, ὅταν μὲν ὑμῖν συμφέρῃ, πολέμιον εἶναι φάσκειν αὐτὸν τῆς πόλεως, ὅταν δʼ ἐμὲ συκοφαντεῖν βούλησθε, πολίτην ἀποδείκνυσθαι τὸν αὐτὸν ὑφʼ ὑμῶν·
しかしながら、あなた方に都合が良いときには、彼を国家の敵であると主張し、私を中傷したいときには、まさにその人物をあなた方によって市民であると宣言することは、いかにして公平あるいは正義であろうか。
καὶ Σιτάλκου μὲν ἀποθανόντος, ᾧ μετέδοτε τῆς πολιτείας, εὐθὺς ποιήσασθαι πρὸς τὸν ἀποκτείναντα φιλίαν, ὑπὲρ δὲ Κερσοβλέπτου πόλεμον αἴρεσθαι πρὸς ἡμᾶς;
また、市民権を与えたシタルケスが死んだときには、彼を殺害した者と直ちに友好関係を結んだのに、ケルソブレプテスのためには我々に対して戦争を起こすということは、いかにして正当であろうか。
καὶ ταῦτα σαφῶς εἰδότας ὅτι τῶν λαμβανόντων τὰς δωρεὰς τὰς τοιαύτας οὐδεὶς οὔτε τῶν νόμων οὔτε τῶν ψηφισμάτων οὐδὲν φροντίζει τῶν ὑμετέρων.
しかも、そのような贈りものを受け取る者のうち、誰一人としてあなた方の法律や決議を全く気にかけていないことを、よく知っていながらにして。
§10οὐ μὴν ἀλλʼ εἰ δεῖ πάντα τἄλλα παραλιπόντα συντόμως εἰπεῖν, ὑμεῖς ἔδοτε πολιτείαν Εὐαγόρᾳ τῷ Κυπρίῳ καὶ Διονυσίῳ τῷ Συρακοσίῳ καὶ τοῖς ἐκγόνοις τοῖς ἐκείνων.
しかしながら、他のすべてのことを省いて手短に言う必要があるならば、あなた方はキプロスのエウアゴラス、シラクサのディオニュシオス、および彼らの子孫に市民権を与えた。
ἐὰν οὖν πείσητε τοὺς ἐκβαλόντας ἑκατέρους αὐτῶν ἀποδοῦναι πάλιν τὰς ἀρχὰς τοῖς ἐκπεσοῦσι, κομίζεσθε καὶ παρʼ ἐμοῦ τὴν Θρᾴκην, ὅσης Τήρης καὶ Κερσοβλέπτης ἦρχον.
それゆえ、もしあなた方が、彼ら両者を追放した者たちを説得して、追放された者たちに再び支配権を返還させるならば、あなた方は私からも、テレスとケルソブレプテスが支配していた限りのトラキアを回収するがよい。
εἰ δὲ τοῖς μὲν ἐκείνων κρατήσασι μηδʼ ἐγκαλεῖν ἀξιοῦτε μηδέν, ἐμὲ δʼ ἐνοχλεῖτε, πῶς οὐ δικαίως ὑμᾶς ἀμυνοίμην ἄν;
だが、彼らを打ち負かした者たちに対しては何の不満も述べようとせず、私にだけ嫌がらせをするならば、私があなた方に報復することは、どうして正当でないことがあろうか。
§11περὶ μὲν οὖν τούτων πολλὰ λέγειν ἔχων ἔτι δίκαια, παραλιπεῖν προαιροῦμαι·
さて、これらのことについて、さらに多くの正当な主張を述べる根拠があるが、私はそれを省略することを選ぶ。
Καρδιανοῖς δέ φημι βοηθεῖν, γεγονὼς αὐτοῖς πρὸ τῆς εἰρήνης σύμμαχος, οὐκ ἐθελόντων δʼ ὑμῶν ἐλθεῖν εἰς κρίσιν, πολλάκις μὲν ἐμοῦ δεηθέντος, οὐκ ὀλιγάκις δʼ ἐκείνων·
だが、カルディア人については、和平以前から彼らの同盟者になっていたこと、また、私が何度も要求し、彼らも少なからず要求したにもかかわらず、あなた方が裁判に臨むことを拒んだために、私が彼らを援助しているのだと私は主張する。
ὥστε πῶς οὐκ ἂν εἴην πάντων φαυλότατος, εἰ καταλιπὼν τοὺς συμμάχους μᾶλλον ὑμῶν φροντίζοιμι τῶν πάντα μοι τρόπον ἐνοχλούντων ἢ τῶν βεβαίως μοι φίλων ἀεὶ μενόντων;
したがって、もし私が同盟者たちを見捨てて、あらゆる方法で私を悩ませるあなた方のことを、常に変わらずに私の友人であり続ける者たちよりも優先して気にかけるならば、私はすべての人間の中で最も卑劣な者とならないだろうか。
§12εἰ τοίνυν δεῖ μηδὲ τοῦτο παραλιπεῖν, εἰς τοσοῦτον ἐληλύθατε πλεονεξίας ὥστε πρότερον μὲν ἐνεκαλεῖτέ μοι τὰ προειρημένα μόνον, τὰ δʼ ὑπογυιότατα Πεπαρηθίων φασκόντων δεινὰ πεπονθέναι προσετάξατε τῷ στρατηγῷ δίκην παρʼ ἐμοῦ λαβεῖν ὑπὲρ ἐκείνων, οὓς ἐγὼ μὲν ἐτιμωρησάμην ἐνδεεστέρως ἢ προσῆκεν, ἐκεῖνοι δʼ εἰρήνης οὔσης καταλαβόντες Ἁλόννησον οὔτε τὸ χωρίον οὔτε τοὺς φρουροὺς ἀπεδίδοσαν πέμψαντος ὑπὲρ αὐτῶν ἐμοῦ πολλάκις.
さらに、このことも省略すべきでないとすれば、あなた方は強欲のあまりの極みに達しており、以前は上述のことだけを私に告発していたのに、ごく最近になって、ペパレトス人がひどい仕打ちを受けたと主張しているとして、彼らのために私から罰を取り立てるよう将軍に命令した。 このペパレトス人に対し、私は受けるに値するよりも生ぬるい処罰を与えたにすぎない。 彼らは和平の最中であるにもかかわらずハロンネソスを不法占拠し、私がその件で何度も使節を送ったにもかかわらず、その地も守備兵も返還しようとしなかったのである。
§13ὑμεῖς δʼ ὧν μὲν ἠδίκησαν ἐμὲ Πεπαρήθιοι, τούτων μὲν οὐδὲν ἐπεσκέψασθε, τὴν δὲ τιμωρίαν, ἀκριβῶς εἰδότες.
それなのにあなた方は、ペパレトス人が私に対して犯した不正については全く検討せず、その処罰だけを問題にしている。 彼らが私にどんな不義を働いたか、あなた方は正確に知っているというのに。
καίτοι τὴν νῆσον οὔτʼ ἐκείνους οὔθʼ ὑμᾶς ἀφειλόμην, ἀλλὰ τὸν λῃστὴν Σώστρατον.
しかしながら、私はその島を彼らから奪ったのでも、あなた方から奪ったのでもなく、海賊ソストラトスから奪ったのである。
εἰ μὲν οὖν αὐτοί φατε παραδοῦναι Σωστράτῳ, λῃστὰς ὁμολογεῖτε καταπέμπειν·
それゆえ、もしあなた方が自分たちでソストラトスに引き渡したと言うならば、海賊を送り出したことを自ら認めることになる。
εἰ δʼ ἀκόντων ὑμῶν ἐκεῖνος ἐκράτει, τί δεινὸν πεπόνθατε λαβόντος ἐμοῦ καὶ τὸν τόπον τοῖς πλέουσιν ἀσφαλῆ παρέχοντος;
また、もしあなた方の意に反して彼が支配していたのなら、私が島を手に入れて、航海する人々にその場所を安全に提供したことによって、あなた方は一体どんな不利益を被ったというのか。
§14τοσαύτην δέ μου ποιουμένου πρόνοιαν τῆς ὑμετέρας πόλεως, καὶ διδόντος αὐτῇ τὴν νῆσον, οἱ ῥήτορες λαμβάνειν μὲν οὐκ εἴων, ἀπολαβεῖν δὲ συνεβούλευον, ὅπως ὑπομείνας μὲν τὸ προσταττόμενον τὴν ἀλλοτρίαν ἔχειν ὁμολογῶ, μὴ προέμενος δὲ τὸ χωρίον ὕποπτος γένωμαι τῷ πλήθει.
このように私があなた方の国家に多大な配慮を示し、その島を国家に与えようとしているのに、弁論家たちは島を受け取ることは許さず、むしろ取り戻すべきだと勧告した。 それは、もし私がその命令に従うならば、他人の土地を所有していることを私が自ら認めることになり、もしその地を譲渡しないならば、民衆から疑いの目で見られるようにするためであった。
γνοὺς ἐγὼ ταῦτα προὐκαλούμην κριθῆναι περὶ τούτων πρὸς ἡμᾶς, ἵνʼ ἐὰν μὲν ἐμὴ γνωσθῇ, παρʼ ἐμοῦ δοθῇ τὸ χωρίον ὑμῖν, ἐὰν δʼ ὑμετέρα κριθῇ, τότʼ ἀποδῶ τῷ δήμῳ.
私はこれを見抜いて、この件に関して我々の間で裁判を行うことを提案した。 もし私のものと判決が下されれば、私からその地があなた方に贈与され、もしあなた方のものと判決が下されれば、その時に私が民衆にそれを返還するためである。
§15ταῦτα δʼ ἐμοῦ πολλάκις ἀξιοῦντος, ὑμεῖς μὲν οὐ προσείχετε, Πεπαρήθιοι δὲ τὴν νῆσον κατέλαβον.
私が何度もこれらを求めたのに、あなた方は注意を払わず、ペパレトス人が島を占領した。
τί οὖν ἐχρῆν με ποιεῖν;
それゆえ、私はどうすべきであったのか。
οὐ δίκην λαβεῖν παρὰ τῶν ὑπερβεβηκότων τοὺς ὅρκους;
誓約を破った者たちから罰を取り立てるべきではなかったのか。
οὐ τιμωρήσασθαι τοὺς οὕτως ὑπερηφάνως ἀσελγαίνοντας;
このように傲慢非道な振る舞いをする者たちを処罰すべきではなかったのか。
καὶ γὰρ εἰ Πεπαρηθίων ἦν ἡ νῆσος, τί προσῆκεν ἀπαιτεῖν Ἀθηναίους;
なぜなら、もし島がペパレトス人のものであったなら、アテナイ人がそれを要求するのはどうして適切であっただろうか。
εἰ δʼ ὑμετέρα, πῶς οὐκ ἐκείνοις ὀργίζεσθε καταλαβοῦσι τὴν ἀλλοτρίαν;
また、もしあなた方のものであったなら、他人の土地を占領した彼らに対して、どうして怒らないのか。
§16εἰς τοῦτο δὲ προβεβήκαμεν ἔχθρας ὥστε βουλόμενος ταῖς ναυσὶν εἰς τὸν Ἑλλήσποντον παραβαλεῖν ἠναγκάσθην αὐτὰς παραπέμψαι διὰ Χερρονήσου τῇ στρατιᾷ, τῶν μὲν κληρούχων κατὰ τὸ Πολυκράτους δόγμα πολεμούντων ἡμῖν, ὑμῶν δὲ τοιαῦτα ψηφιζομένων, τοῦ δὲ στρατηγοῦ Βυζαντίους τε παρακαλοῦντος καὶ διαγγέλλοντος πρὸς ἅπαντας ὅτι πολεμεῖν αὐτῷ προστάττετε, ἂν καιρὸν λάβῃ.
そして、我々はこれほどの敵意にまで達しており、私が船団を率いてヘレスポントスへと進もうとしたとき、船団をヘルソネソスを通して陸軍によって護送せざるを得なかった。 植民者たちがポリュクラテスの決議に従って我々と交戦しており、あなた方がそのような決議を行い、将軍がビザンティオン人たちを招請し、もし機会があれば彼に戦争をするようあなた方が命令しているのだと、あらゆるところで触れ回っていたからである。
τοιαῦτα δὲ πάσχων ὅμως τῆς πόλεως καὶ τῶν τριήρων καὶ τῆς χώρας ἀπεσχόμην, ἱκανὸς ὢν τὰ πλεῖστα λαβεῖν ἢ πάντα, καὶ διατετέλεκα προκαλούμενος ὑμᾶς εἰς κρίσιν ἐλθεῖν ὑπὲρ ὧν αἰτιώμεθʼ ἀλλήλους.
このような扱いを受けながらも、私は都市や三段櫂船や領土に手を出すことを控えた。 その大部分あるいはすべてを奪う能力が私にあったにもかかわらずである。 そして私は、我々がお互いを告発している事柄について、裁判に臨むようあなた方に提案し続けているのである。