Humanitext Reader

狄摩西尼 · 腓力书信 §17-23

安菲波利斯归属的正当性与对雅典的警告

第 3 段,共 3 段 · 希腊语

内容简介

腓力批评雅典人拒绝接受仲裁,并无视为全希腊利益提出的和平建议。他用历史和法律依据捍卫自己对安菲波利斯的合法所有权,驳斥雅典人的无理要求,并宣布将进行自卫。

§17καίτοι σκοπεῖσθε πότερον κάλλιόν ἐστιν ὅπλοις ἢ λόγοις διακρίνεσθαι, καὶ πότερον αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους·
然而,请考虑一下,是用武力还是用言论来解决更合宜,是你们自己作裁判,还是说服其他第三方作裁判。
καὶ λογίζεσθʼ ὡς ἄλογόν ἐστιν Ἀθηναίους Θασίους μὲν καὶ Μαρωνίτας ἀναγκάσαι περὶ Στρύμης διακριθῆναι λόγοις, αὐτοὺς δὲ πρὸς ἐμὲ μὴ διαλύσασθαι περὶ ὧν ἀμφισβητοῦμεν τὸν τρόπον τοῦτον, ἄλλως τε καὶ γιγνώσκοντας ὅτι νικηθέντες μὲν οὐδὲν ἀποβαλεῖτε, κρατήσαντες δὲ λήψεσθε τὰ νῦν ὑφʼ ἡμῖν ὄντα.
并且考虑到这一点是多么不合理:雅典人强迫萨索斯人和马罗尼亚人通过言论来解决关于斯特律梅的争端,而你们自己却不愿与我以这种方式解决我们所争议的事,更何况你们明知如果你们败诉将毫无损失,而如果胜诉,则将获得目前由我们占有的地方。
§18πάντων δέ μοι δοκεῖ παραλογώτατον εἶναι, διότι πέμψαντος ἐμοῦ πρέσβεις ἀπὸ τῆς συμμαχίας πάσης, ἵνʼ ὦσι μάρτυρες, καὶ βουλομένου ποιήσασθαι πρὸς ὑμᾶς δικαίας ὁμολογίας ὑπὲρ τῶν Ἑλλήνων, οὐδὲ τοὺς περὶ τούτων λόγους ἐδέξασθε παρὰ τῶν πρεσβευόντων, ἐξὸν ὑμῖν ἢ τῶν κινδύνων ἀπαλλάξαι τοὺς δυσχερὲς ὑποπτεύοντάς τι καθʼ ἡμῶν, ἢ φανερῶς ἐξελέγξαι με φαυλότατον ὄντα τῶν ἁπάντων.
然而在我看来,最不合理的莫过于:虽然我派出了整个同盟的使使,让他们作为见证人,并且我渴望为了希腊人的利益与你们达成公正的协议,你们却甚至不愿接受使节们关于这些事的提议,尽管你们本可以借此机会,要么使那些对我们抱有不好疑虑的人免于危险,要么公开揭露我是所有人中最卑劣的人。
§19τῷ μὲν οὖν δήμῳ ταῦτα συνέφερε, τοῖς δὲ λέγουσιν οὐκ ἐλυσιτέλει.
因此,这些事对民众是有益的,但对演说家们却毫无益处。
φασὶ γὰρ οἱ τῆς πολιτείας τῆς παρʼ ὑμῖν ἔμπειροι τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ πόλεμον εἰρήνην· ἢ γὰρ συναγωνιζομένους τοῖς στρατηγοῖς ἢ συκοφαντοῦντας ἀεί τι λαμβάνειν παρʼ αὐτῶν, ἔτι δὲ τῶν πολιτῶν τοῖς γνωριμωτάτοις καὶ τῶν ἔξωθεν τοῖς ἐνδοξοτάτοις λοιδορουμένους ἐπὶ τοῦ βήματος περιποιεῖσθαι παρὰ τοῦ πλήθους δόξαν ὡς εἰσὶ δημοτικοί.
因为那些对你们城邦政治了如指掌的人说,对他们而言,和平就是战争,而战争就是和平;因为他们要么协助将军,要么纠缠诽谤他们,从而总是能从他们那里捞到好处,此外,通过在讲坛上辱骂最著名的公民和最显赫的外邦人,他们从群众那里为自己赢得了“拥护民主”的声望。
§20ῥᾴδιον μὲν οὖν ἐστί μοι παῦσαι τῆς βλασφημίας αὐτοὺς μικρὰ πάνυ προεμένῳ, καὶ ποιῆσαι λέγειν ἐπαίνους ὑπὲρ ἡμῶν.
因此,我只需付出极少的代价,就能轻易让他们停止诽谤,并转而赞美我们。
ἀλλʼ αἰσχυνοίμην ἄν, εἰ τὴν πρὸς ὑμᾶς εὔνοιαν παρὰ τούτων φαινοίμην ὠνούμενος, οἳ πρὸς τοῖς ἄλλοις εἰς τοῦτο τόλμης ἥκουσιν ὥστε καὶ περὶ Ἀμφιπόλεως πρὸς ἡμᾶς ἀμφισβητεῖν ἐπιχειροῦσιν, ὑπὲρ ἧς τῶν ἀντιποιουμένων αὐτῆς οἶμαι πολὺ δικαιότερα λέγειν αὐτός.
但如果我显得是在从这些人手里购买你们的好意,我会感到羞耻。 这些人除了其他放肆行为外,竟然大胆到企图就安菲波利斯与我们进行争论,而关于这座城市,我认为我本人的发言比那些声索它的人要公正得多。
§21εἴτε γὰρ τῶν ἐξ ἀρχῆς κρατησάντων γίγνεται, πῶς οὐ δικαίως ἡμεῖς αὐτὴν ἔχομεν, Ἀλεξάνδρου τοῦ προγόνου πρώτου κατασχόντος τὸν τόπον, ὅθεν καὶ τῶν αἰχμαλώτων Μήδων ἀπαρχὴν ἀνδριάντα χρυσοῦν ἀνέστησεν εἰς Δελφούς;
因为,如果它属于最初征服它的人,我们拥有它难道不是公正的吗? 我的祖先亚历山大最先占领了该地,并用俘获的波斯人战利品在德尔斐献纳了一尊金像。
εἴτε τούτων μὲν ἀμφισβητήσειέ τις, ἀξιοῖ δὲ γίγνεσθαι τῶν ὕστερον γενομένων κυρίων, ὑπάρχει μοι καὶ τοῦτο τὸ δίκαιον· ἐκπολιορκήσας γὰρ τοὺς ὑμᾶς μὲν ἐκβαλόντας, ὑπὸ Λακεδαιμονίων δὲ κατοικισθέντας, ἔλαβον τὸ χωρίον.
或者,如果有人对此提出异议,并认为它应该属于后来成为其主人的那些人,我也拥有这一正当权利;因为那些把你们赶走并由拉刻代蒙人定居于此的人,是我通过围攻并攻克该地,从而占领了该处的。
§22καίτοι πάντες οἰκοῦμεν τὰς πόλεις ἢ τῶν προγόνων παραδόντων ἢ κατὰ πόλεμον κύριοι καταστάντες.
然而,我们所有人居住在各自的城邦,要么是因为祖先的传授,要么是因为通过战争成为了它们的主人。
ὑμεῖς δʼ οὔτε πρῶτοι λαβόντες οὔτε νῦν ἔχοντες, ἐλάχιστον δὲ χρόνον ἐν τοῖς τόποις ἐμμείναντες, ἀντιποιεῖσθε τῆς πόλεως, καὶ ταῦτα πίστιν ὑπὲρ ἡμῶν αὐτοὶ βεβαιοτάτην ἐπιθέντες· πολλάκις γὰρ ἐμοῦ γράφοντος ἐν ταῖς ἐπιστολαῖς ὑπὲρ αὐτῆς, ἐγνώκατε δικαίως ἔχειν ἡμᾶς, τότε μὲν ποιησάμενοι τὴν εἰρήνην ἔχοντος ἐμοῦ τὴν πόλιν, κᾆτα συμμαχίαν ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις.
而你们,既不是最早占领它的人,现在也不拥有它,且在那些地方停留的时间也极短,却要争夺这座城市,而且这还是在你们自己为我们确立了最可靠的保证之后;因为我多次在信中提到该城市时,你们都承认我们拥有它是正当的,毕竟你们是在我占有该城的时候缔结了和平条约,随后又以同样的协定结成了同盟。
§23καίτοι πῶς ἂν ἑτέρα γένοιτο βεβαιοτέρα ταύτης κτῆσις, τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσης ἡμῖν ὑπὸ τῶν προγόνων, πάλιν δὲ κατὰ πόλεμον ἐμῆς γεγενημένης, τρίτον δὲ συγχωρηθείσης ὑφʼ ὑμῶν τῶν εἰθισμένων ἀμφισβητεῖν καὶ τῶν οὐδὲν ὑμῖν προσηκόντων;
然而,怎么可能还有比这更安全稳固的占有呢? 它起初由我们的祖先留给我们,其次通过战争成为我的财产,第三又得到了你们的承认——而你们本是惯于对任何与你们毫无关系的事物进行争夺的。
ἃ μὲν οὖν ἐγκαλῶ, ταῦτʼ ἐστίν· ὡς δὲ προϋπαρχόντων καὶ διὰ τὴν ἐμὴν εὐλάβειαν μᾶλλον ἤδη τοῖς πράγμασιν ἐπιτιθεμένων καὶ καθʼ ὅσον ἂν δύνησθε κακοποιούντων ὑμῶν, ἀμυνοῦμαι μετὰ τοῦ δικαίου, καὶ μάρτυρας τοὺς θεοὺς ποιησάμενος διαλήψομαι περὶ τῶν καθʼ ὑμᾶς.
因此,以上便是我的指责;而由于你们是先挑起事端者,且由于我的克制,你们现在反而更加肆无忌惮地攻击我们的利益,竭尽所能地加害我们,我将以正义来进行自卫,并在神明见证下,就你们的事态作出决断。

词汇与语法注释

  1. ¦17¦αὐτοὺς εἶναι βραβευτὰς ἢ πεῖσαί τινας ἑτέρους — 带有主格主语 `αὐτούς` 的不定式短语,取决于主句的命令式动词 `σκοπεῖσθε`。`αὐτούς` 是指雅典人自身的强意代词。`πεῖσαι`(说服)以 `τινας ἑτέρους`(其他第三方裁判)为其宾语。
  2. ¦18¦ἐξὸν ὑμῖν — 使用无人称动词 `ἔξεστι`(可以/可能)的中性单数宾格分词 `ἐξόν` 的宾格绝对结构,在此表示让步(“尽管你们有机会……”)。
  3. ¦19¦τὴν μὲν εἰρήνην πόλεμον αὐτοῖς εἶναι, τὸν δὲ πόλεμον εἰρήνην — 取决于 `φασὶ` 的间接引语中的宾格不定式从句。`αὐτοῖς` 是利益与格,指代前文的 `τοῖς λέγουσιν`(演说家们),用以表达“和平对他们而言是战争,而战争是和平”的悖论。
  4. ¦20¦μικρὰ πάνυ προεμένῳ — 与格的不定过去时中动因果分词,与 `ῥᾴδιον ... ἐστί μοι` 中的 `μοι`(我)一致,表示手段(“通过付出极少的代价”)。动词 `προΐημι` 在此表示放弃或付出金钱。
  5. ¦23¦τῆς τὸ μὲν ἐξ ἀρχῆς καταλειφθείσης ἡμῖν ὑπὸ τῶν προγόνων — 由属格冠词 `τῆς` 引导的分词短语,在格上与先行词 `ταύτης`(指代 `κτῆσις`“占有/财产”)一致并对其进行修饰限定。其后相继出现的分词 `γεγενημένης` 和 `συγχωρηθείσης` 亦为属格,同样修饰 `τῆς`。

引用这一段

狄摩西尼, 腓力书信 §17-23. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg012.humanitext-grc2:17-23

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。