§1Φίλιππος Ἀθηναίων τῇ βουλῇ καὶ τῷ δήμῳ χαίρειν.
腓力向雅典议会和人民致敬。
ἐπειδὴ πολλάκις μου πρέσβεις ἀποστείλαντος, ἵνʼ ἐμμείνωμεν τοῖς ὅρκοις καὶ ταῖς ὁμολογίαις, οὐδεμίαν ἐποιεῖσθʼ ἐπιστροφήν, ᾤμην δεῖν πέμψαι πρὸς ὑμᾶς ὑπὲρ ὧν ἀδικεῖσθαι νομίζω.
既然我多次派遣使节,为了使我们遵守誓言和协定,而你们却不加理会,我认为有必要就我自认为受到不公正对待的事向你们致信。
μὴ θαυμάσητε δὲ τὸ μῆκος τῆς ἐπιστολῆς· πολλῶν γὰρ ὑπαρχόντων ἐγκλημάτων ἀναγκαῖόν ἐστιν ὑπὲρ ἁπάντων δηλῶσαι καθαρῶς.
请不要对信件的长度感到惊讶;因为既然有许多指控,就有必要对所有这些事情进行明确的说明。
§2πρῶτον μὲν γὰρ Νικίου τοῦ κήρυκος ἁρπασθέντος ἐκ τῆς χώρας τῆς ἐμῆς, οὐχ ὅτι τοῖς παρανομοῦσιν ἐπετιμήσατε τὴν δίκην, ἀλλὰ τὸν ἀδικούμενον εἵρξατε δέκα μῆνας· ἃς δʼ ἔφερε παρʼ ἡμῶν ἐπιστολάς, ἀνέγνωτʼ ἐπὶ τοῦ βήματος.
因为首先,当传令官尼基阿斯从我的领土上被劫持时,你们不仅没有惩罚违法者,反而将受害者囚禁了十个月;并且他从我们这里携带的信件,你们却在讲坛上公开宣读。
ἔπειτα Θασίων ὑποδεχομένων τὰς Βυζαντίων τριήρεις καὶ τῶν λῃστῶν τοὺς βουλομένους οὐδὲν ἐφροντίζετε, τῶν συνθηκῶν διαρρήδην λεγουσῶν πολεμίους εἶναι τοὺς ταῦτα ποιοῦντας.
其次,当萨索斯人接待拜占庭人的三段舵船以及任何愿意前来的海盗时,你们毫不在意,尽管协定明文规定做这些事的人就是敌人。
§3ἔτι τοίνυν περὶ τοὺς αὐτοὺς χρόνους Διοπείθης ἐμβαλὼν εἰς τὴν χώραν Κρωβύλην μὲν καὶ τὴν Τιρίστασιν ἐξηνδραποδίσατο, τὴν δὲ προσεχῆ Θρᾴκην ἐπόρθησε, τέλος δʼ εἰς τοῦτʼ ἦλθε παρανομίας ὥστʼ Ἀμφίλοχον ὑπὲρ τῶν αἰχμαλώτων ἐλθόντα πρεσβευτὴν συλλαβὼν καὶ τὰς ἐσχάτας ἀνάγκας ἐπιθεὶς ἀπελύτρωσε ταλάντων ἐννέα· καὶ ταῦτα τῷ δήμῳ συνδοκοῦντʼ ἐποίησεν.
此外,大约在同一时期,狄奥佩西斯侵入我的领土,将克罗比莱和蒂里斯塔西斯奴役,并掠夺了邻近的色雷斯,最后竟达到如此目无法纪的地步,以至于逮捕了为赎回俘虏而来的使节安菲洛科斯,对其施加极其残酷的酷刑后,收受九个塔兰同的赎金才将其释放;而这些事他是在得到民意赞同的情况下做的。
§4καίτοι τὸ παρανομεῖν εἰς κήρυκα καὶ πρέσβεις τοῖς ἄλλοις τε πᾶσιν ἀσεβὲς εἶναι δοκεῖ καὶ μάλισθʼ ὑμῖν·
然而,对传令官和使节违法犯忌,在所有人看来都是不虔敬的,尤其是在你们看来。
Μεγαρέων γοῦν Ἀνθεμόκριτον ἀνελόντων εἰς τοῦτʼ ἐλήλυθεν ὁ δῆμος ὥστε μυστηρίων μὲν εἶργον αὐτούς, ὑπομνήματα δὲ τῆς ἀδικίας ἔστησαν ἀνδριάντα πρὸ τῶν πυλῶν.
至少在麦加拉人杀害安塞莫克里托斯时,雅典人民竟至于将他们排除在秘仪之外,并在城门前设立雕像作为其不义行为的纪念。
καίτοι πῶς οὐ δεινόν, ἐφʼ οἷς παθόντες οὕτως ἐμισήσατε τοὺς δράσαντας, νῦν αὐτοὺς φαίνεσθαι ποιοῦντας;
然而,当你们自己遭受这些行为时,你们是如此痛恨作恶者,而现在你们自己却显然在做着同样的事,这难道不可怕吗?
§5Καλλίας τοίνυν ὁ παρʼ ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῷ Παγασίτῃ κόλπῳ κατοικουμένας ἔλαβεν ἁπάσας, ὑμῖν μὲν ἐνόρκους, ἐμοὶ δὲ συμμαχίδας οὔσας, τοὺς δʼ εἰς Μακεδονίαν πλέοντας ἐπώλει πάντας πολεμίους κρίνων· καὶ διὰ ταῦθʼ ὑμεῖς ἐπῃνεῖτʼ αὐτὸν ἐν τοῖς ψηφίσμασιν.
此外,你们的将军卡里亚斯夺取了坐落在帕加萨湾的所有城镇,这些城镇对你们立有誓约,但却是我的盟友;并把所有航向马其顿的人都判定为敌人而予以贩卖;为了这些事,你们还在决议案中表彰了他。
ὥστʼ ἔγωγʼ ἀπορῶ τί ποτʼ ἔσται καινότερον, ἐὰν ὁμολογήσητέ μοι πολεμεῖν· καὶ γὰρ ὅτε φανερῶς διεφερόμεθα, λῃστὰς ἐξεπέμπετε καὶ τοὺς πλέοντας ὡς ἡμᾶς ἐπωλεῖτε, τοῖς ἐναντίοις ἐβοηθεῖτε, τὴν χώραν μου κακῶς ἐποιεῖτε.
以至于我都不知道,如果你们公开承认对我开战,还会有什么更新奇的事发生;因为即使当我们公开处于敌对状态时,你们也曾派出海盗,贩卖航向我们的人,援助我们的对手,侵害我的领土。
§6χωρὶς τοίνυν εἰς τοῦτο παρανομίας ἀφῖχθε καὶ δυσμενείας ὥστε καὶ πρὸς τὸν Πέρσην πρέσβεις ἀπεστάλκατε πείσοντας αὐτὸν ἐμοὶ πολεμεῖν· ὃ μάλιστʼ ἄν τις θαυμάσειεν.
此外,你们目无法纪、心怀敌意竟达到了如此程度,以至于甚至向波斯王派遣使节,企图说服他对我国开战;这是最令人感到惊异的事。
πρὸ μὲν γὰρ τοῦ λαβεῖν αὐτὸν Αἴγυπτον καὶ Φοινίκην ἐψηφίσασθε, ἂν ἐκεῖνός τι νεωτερίζῃ, παρακαλεῖν ὁμοίως ἐμὲ καὶ τοὺς ἄλλους Ἕλληνας ἅπαντας ἐπʼ αὐτόν· §7νῦν δὲ τοσοῦτον ὑμῖν περίεστι τοῦ πρὸς ἐμὲ μίσους ὥστε πρὸς ἐκεῖνον διαλέγεσθε περὶ τῆς ἐπιμαχίας.
因为在波斯王占领埃及和腓尼基之前,你们曾通过决议,如果他有什么图谋,就同样要号召我和所有其他希腊人一起去讨伐他;而现在,你们对我的仇恨竟溢于言表,以至于竟在与他商讨防守同盟。
καίτοι τὸ παλαιὸν οἱ πατέρες ὑμῶν, ὡς ἐγὼ πυνθάνομαι, τοῖς Πεισιστρατίδαις ἐπετίμων ὡς ἐπάγουσι τὸν Πέρσην ἐπὶ τοὺς Ἕλληνας· ὑμεῖς δʼ οὐκ αἰσχύνεσθε ταῦτα ποιοῦντες ἃ διετελεῖτε τοῖς τυράννοις ἐγκαλοῦντες.
然而在过去,据我所知,你们的祖先曾指责庇西特拉图的子嗣将波斯人引向希腊人;而你们自己做着那些你们一贯用来谴责僭主的事,却不感到羞耻。
§8ἀλλὰ πρὸς τοῖς ἄλλοις καὶ γράφετʼ ἐν τοῖς ψηφίσμασιν ἐμοὶ προστάττοντες Τήρην καὶ Κερσοβλέπτην ἐᾶν Θρᾴκης ἄρχειν, ὡς ὄντας Ἀθηναίους.
但是,除了其他所有事情之外,你们甚至在决议案中写道,命令我允许特雷斯和克索布莱普特斯统治色雷斯,理由是他们是雅典人。
ἐγὼ δὲ τούτους οὔτε τῶν περὶ τῆς εἰρήνης συνθηκῶν οἶδα μετασχόντας ὑμῖν οὔτʼ ἐν ταῖς στήλαις ἀναγεγραμμένους οὔτʼ Ἀθηναίους ὄντας, ἀλλὰ Τήρην μὲν μετʼ ἐμοῦ στρατευόμενον ἐφʼ ὑμᾶς, Κερσοβλέπτην δὲ τοῖς παρʼ ἐμοῦ πρεσβευταῖς ἰδίᾳ μὲν τοὺς ὅρκους ὀμόσαι προθυμούμενον, κωλυθέντα δʼ ὑπὸ τῶν ὑμετέρων στρατηγῶν ἀποφαινόντων αὐτὸν Ἀθηναίων ἐχθρόν.
但我并不知道这些人曾与你们一同参与过和平条约,也不见他们的名字刻在石碑上,更不认为他们是雅典人;相反地,特雷斯一直在随我一同远征讨伐你们,而克索布莱普特斯曾渴望私下向我的使节宣誓,却被你们自己的将军阻止,他们宣称他是雅典人的敌人。