§16παρά τε γὰρ τῶν προγόνων ἐκ πλείονος χρόνου παρειλήφαμεν τὴν εὐδαιμονίαν οὐ τούτου μόνον, ἀλλὰ συνελόντι φράσαι πάντων τῶν ἐν Μακεδονίᾳ βασιλευσάντων· κἀκεῖνοι μὲν Ἀθηναίοις φόρους ἤνεγκαν, ἡ δʼ ἡμετέρα πόλις οὐδενί πω τῶν ἁπάντων.
因为我们从祖先那里继承繁荣的时间,不仅比这个人更长,而且简而言之,比所有在马其顿统治过的国王都要长;他们曾向雅典人缴纳贡赋,而我们的城邦至今从未向任何人缴纳过。
ἔτι δὲ τοσούτῳ πλείους ἀφορμὰς αὐτοῦ πρὸς τὴν τῶν θεῶν εὔνοιαν ἔχομεν, ὅσῳ διατελοῦμεν εὐσεβέστερα καὶ δικαιότερα πράττοντες.
此外,我们比他拥有更多获得神明庇佑的凭借,因为我们一直行事更加虔敬和公正。
§17τί ποτʼ οὖν ἐκεῖνος ἐν τῷ προτέρῳ πολέμῳ πλείω κατώρθωσεν ἡμῶν;
那么,他为什么在先前的战争中比我们取得更多的成功呢?
ὅτι, ὦ ἄνδρες Ἀθηναῖοι, (παρρησιάσομαι γὰρ πρὸς ὑμᾶς) ὁ μὲν αὐτὸς στρατεύεται καὶ ταλαιπωρεῖ καὶ τοῖς κινδύνοις πάρεστιν, οὔτε καιρὸν παριεὶς οὔθʼ ὥραν ἔτους παραλείπων οὐδεμίαν, ἡμεῖς δὲ (εἰρήσεται γὰρ τἀληθῆ) οὐδὲν ποιοῦντες ἐνθάδε καθήμεθα, μέλλοντες ἀεὶ καὶ ψηφιζόμενοι καὶ πυνθανόμενοι κατὰ τὴν ἀγορὰν εἴ τι λέγεται νεώτερον.
因为,雅典的公民们(我将对你们直言不讳),他本人亲自出征、忍受艰辛并亲临险境,不放过任何机会,也不漏掉一年中的任何季节;而我们(因为必须说出真话)却坐在这里无所事事,总是拖延,仅仅通过法令,并在广场上打听是否有更惊人的新消息。
καίτοι τί γένοιτʼ ἂν νεώτερον ἢ Μακεδὼν ἀνὴρ καταφρονῶν Ἀθηναίων καὶ τολμῶν ἐπιστολὰς πέμπειν τοιαύτας οἵας ἠκούσατε μικρῷ πρότερον;
然而,难道还有比一个马其顿人蔑视雅典人,并敢于发送你们刚才听到的那种信件更惊人的新消息吗?
§18καὶ τῷ μὲν ὑπάρχουσι μισθοφόροι στρατιῶται, καὶ νὴ Δία πρὸς τούτοις τῶν παρʼ ἡμῖν ῥητόρων τινές, οἳ τὰς παρʼ ἐκείνου δωρεὰς οἴκαδε λαμβάνειν νομίζοντες οὐκ αἰσχύνονται Φιλίππῳ ζῶντες, οὐδʼ αἰσθάνονται πάντα καὶ τὰ τῆς πόλεως καὶ τὰ σφῶν αὐτῶν μικροῦ λήμματος πωλοῦντες.
而且,他拥有雇佣军,并且,指宙斯起誓,除此之外,我们中间的某些演说家,认为把他的礼物拿回家是理所当然的,不以依附斐里普而活为耻,也感觉不到自己为了微薄的利益而卖掉了一切——包括城邦的利益和他们自己的利益。
ἡμεῖς δʼ οὔτε τῶν ἐκείνου πραγμάτων οὐδὲν στασιάζειν παρασκευάζομεν, οὔτε ξενοτροφεῖν ἐθέλομεν, οὔτε στρατεύεσθαι τολμῶμεν.
而我们既不准备在他那里的事务中制造动乱,也不愿意供养雇佣军,更不敢亲自出征。
§19οὔκουν ἐστὶν οὐδὲν δεινόν, εἴ τι πεπλεονέκτηκεν ἡμῶν κατὰ τὸν πρότερον πόλεμον, ἀλλὰ μᾶλλον εἰ μηδὲν ποιοῦντες ἡμεῖς ὧν προσήκει τοὺς πολεμοῦντας, νομίζομεν κρατήσειν τοῦ πάντα πράττοντος· ἃ δεῖ τοὺς πλεονεκτήσειν μέλλοντας.
因此,如果他在先前的战争中对我们占了什么便宜,这并不足为奇,反而更奇怪的是,我们这些在战争中不履行任何应尽职责的人,却妄想战胜那个正在做着一切想要占便宜的人所必须做的事情的人。
§20ὧν, ὦ ἄνδρες Ἀθηναῖοι, χρὴ λαβόντας ἔννοιαν, καὶ λογισαμένους ὡς οὐδʼ ἐφʼ ἡμῖν ἐστι τὸ φάσκειν ἄγειν εἰρήνην (ἤδη γὰρ ἐκεῖνος καὶ προηγόρευκε τὸν πόλεμον καὶ τοῖς ἔργοις ἐξενήνοχε) μηδενὸς μὲν φείδεσθαι μήτε τῶν δημοσίων μήτε τῶν ἰδίων, στρατεύεσθαι δέ, ἄν που καιρὸς ᾖ, προθύμως ἅπαντας, χρῆσθαι δὲ στρατηγοῖς ἀμείνοσιν ἢ πρότερον.
雅典的公民们,你们必须考虑到这些,并想到宣称维持和平已不再由我们决定(因为他已经公开宣战,并在行动上付诸实施),因此绝不要吝惜公私财产,只要一有机会,所有人都要积极出征,并且任用比以前更好的将军。
§21μὴ γὰρ ὑπολάβῃ τις ὑμῶν, διʼ ὧν ἐγένετο τὰ πράγματα χείρω τὰ τῆς πόλεως, διὰ τούτων αὐτὰ πάλιν ἀναλήψεσθαι καὶ γενήσεσθαι βελτίω· μηδὲ νομίσητε ῥᾳθυμούντων ὑμῶν, ὥσπερ πρότερον, ἑτέρους ὑπὲρ τῶν ὑμετέρων ἀγωνιεῖσθαι προθύμως· ἀλλʼ ἐννοεῖσθʼ ὡς αἰσχρόν ἐστι τοὺς μὲν πατέρας ὑμῶν πολλοὺς πόνους καὶ μεγάλους κινδύνους ὑποστῆναι Λακεδαιμονίοις πολεμοῦντας, §22ὑμᾶς δὲ μηδʼ ὑπὲρ ὧν ἐκεῖνοι δικαίως κτησάμενοι παρέδοσαν ὑμῖν ἐθέλειν ἐρρωμένως ἀμύνεσθαι, ἀλλὰ τὸν μὲν ἐκ Μακεδονίας ὁρμώμενον οὕτως εἶναι φιλοκίνδυνον ὥσθʼ ὑπὲρ τοῦ μείζω ποιῆσαι τὴν ἀρχὴν κατατετρῶσθαι πᾶν τὸ σῶμα τοῖς πολεμίοις μαχόμενον, Ἀθηναίους δέ, οἷς πάτριόν ἐστι μηδενὸς ἀκούειν, ἁπάντων δὲ κρατεῖν ἐν τοῖς πολέμοις, τούτους διὰ ῥᾳθυμίαν ἢ μαλακίαν ἐγκαταλείπειν τά τε τῶν προγόνων ἔργα καὶ τὰ συμφέροντα τῆς πατρίδος.
因为你们中任何人都不应设想,那些使城邦事务变坏的手段,能够使它们再次恢复并好转;也不要以为,在你们像以前那样懈怠的同时,别人会为了你们的利益而积极战斗;而是要想到,你们的父亲们在与拉刻代蒙人作战时承受了许多艰辛和巨大的危险,这是多么可耻,而你们甚至不愿意为了他们正当取得并传给你们的东西而坚决抵抗;并且,一个从马其顿出发的人是如此乐于冒险,以至于为了扩大帝国,在与敌人作战时浑身是伤,而雅典人——其祖辈的传统是不服从任何人,且在战争中战胜所有人——却因为懈怠或软弱,放弃了祖先的功绩和祖国的利益。
§23ἵνα δὲ μὴ μακρολογῶ, φημὶ χρῆναι παρεσκευάσθαι μὲν πρὸς τὸν πόλεμον, παρακαλεῖν δὲ τοὺς Ἕλληνας, μὴ λόγοις, ἀλλὰ τοῖς ἔργοις πρὸς τὴν παρʼ ἡμῶν συμμαχίαν· ὡς ἅπας μέν ἐστι λόγος μάταιος πράξεων ἄμοιρος γενόμενος, τοσούτῳ δὲ μάλισθʼ ὁ παρὰ τῆς ἡμετέρας πόλεως, ὅσῳ δοκοῦμεν αὐτῷ προχειρότατα χρῆσθαι τῶν ἄλλων Ἑλλήνων.
为了不长篇大论,我说,我们必须为战争做好准备,并且不仅用言语,更要用行动号召希腊人加入我们的同盟;因为任何没有行动支撑的言论都是空洞的,而我们城邦所发表的言论更是如此,因为我们被认为比其他任何希腊人都更擅长口头表达。