§1ὅτι μέν, ὦ ἄνδρες Ἀθηναῖοι, Φίλιππος οὐκ ἐποιήσατο τὴν εἰρήνην πρὸς ὑμᾶς, ἀλλʼ ἀνεβάλετο τὸν πόλεμον, πᾶσιν ὑμῖν φανερὸν γέγονεν·
雅典的公民们,斐里普并没有与你们缔结真正的和平,而只是推迟了战争,这对于你们所有人来说已经变得显而易见了。
ἐπειδὴ γὰρ Φαρσαλίοις Ἅλον παρέδωκε καὶ τὰ περὶ Φωκέας διῳκήσατο καὶ τὴν Θρᾴκην κατεστρέψατο πᾶσαν, αἰτίας οὐκ οὔσας πλασάμενος καὶ προφάσεις ἀδίκους ἐξευρὼν τῷ μὲν ἔργῳ πάλαι πολεμεῖ πρὸς τὴν πόλιν, τῷ δὲ λόγῳ νῦν ὁμολογεῖ διὰ τῆς ἐπιστολῆς ἧς ἔπεμψεν·
因为在他将哈洛斯交给了法萨卢斯人、处置了福基斯人的事务并征服了整个色雷斯之后,他便捏造莫须有的罪名,寻觅不公的借口,在实际上早已对我们城邦开战,而在言辞上,他现在通过他所寄来的信件承认了这一点。
§2ὅτι δὲ χρὴ μήτʼ ὀρρωδεῖν ὑμᾶς τὴν ἐκείνου δύναμιν μήτʼ ἀγεννῶς ἀντιταχθῆναι πρὸς αὐτόν, ἀλλὰ καὶ σώμασι καὶ χρήμασι καὶ ναυσὶ καὶ πᾶσιν ὡς ἁπλῶς εἰπεῖν ἀφειδῶς ὁρμῆσαι πρὸς τὸν πόλεμον, ἐγὼ πειράσομαι διδάσκειν.
但是,你们既不应惧怕他的力量,也不应懦弱地去对抗他,而应该用肉体、金钱、船只,简而言之,毫无保留地投入一切来奔赴战争,这一点我将尽力向你们说明。
πρῶτον μὲν γὰρ εἰκός, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς θεοὺς μεγίστους ὑμῖν ὑπάρχειν συμμάχους καὶ βοηθούς, ὧν ἐκεῖνος τὰς πίστεις ὑπεριδὼν καὶ τοὺς ὅρκους ὑπερβὰς λέλυκεν ἀδίκως τὴν εἰρήνην·
因为首先,雅典的公民们,神明自然会成为你们最大的盟友和助手,而那个男人无视了神明的信义,违背了誓言,不公地撕毁了和平协议。
§3ἔπειθʼ οἷς πρότερον ηὐξήθη, φενακίζων ἀεί τινας καὶ μεγάλʼ ἐπαγγελλόμενος εὐεργετήσειν, ταῦτα πάντα διεξελήλυθεν ἤδη, καὶ γιγνώσκεται μὲν ὑπὸ τῶν Περινθίων καὶ Βυζαντίων καὶ τῶν ἐκείνοις συμμαχούντων ὡς ἐπιθυμεῖ προσενεχθῆναι τούτοις τὸν αὐτὸν τρόπον ὅνπερ Ὀλυνθίοις πρότερον,
其次,他过去用以壮大自己的手段——总是欺骗某些人并许诺给予巨大恩惠——如今已经全部用尽了;佩林托斯人、拜占庭人以及他们的盟友已经认识到,他企图用过去对待奥林索斯人的同样方式来对待他们。
§4οὐκ ἀγνοεῖται δʼ ὑπὸ Θετταλῶν δεσπόζειν, ἀλλʼ οὐχ ἡγεῖσθαι τῶν συμμάχων προαιρούμενος, ὑποπτεύεται δʼ ὑπὸ Θηβαίων Νίκαιαν μὲν φρουρᾷ κατέχων, εἰς δὲ τὴν ἀμφικτυονίαν εἰσδεδυκώς, τὰς δὲ πρεσβείας τὰς ἐκ Πελοποννήσου πρὸς αὑτὸν ἄγων καὶ τὴν ἐκείνων συμμαχίαν παραιρούμενος·
色萨利人也并非不知道他宁愿统治盟友而非领导盟友;同时,他因用驻军占领尼卡亚、潜入近邻同盟、并将来自伯罗奔尼撒的使团引向自己以夺走他们的盟友关系,而受到底比斯人的怀疑。
ὥστε τῶν αὐτῷ πρὸ τοῦ φίλων ὄντων τοὺς μὲν νῦν πολεμεῖν ἀκαταλλάκτως, τοὺς δὲ μηκέτι προθύμους εἶναι συναγωνιστάς, ἅπαντας δʼ ὑφορᾶσθαι καὶ διαβεβλῆσθαι πρὸς αὐτόν.
结果,在他以前的朋友中,有些人现在正与他进行不可调和的战争,有些人则不再是积极的协作者,所有人都对他心存戒备并产生了隔阂。
§5ἔτι τοίνυν (οὐδὲ γὰρ τοῦτʼ ἔστι μικρόν) οἱ κατὰ τὴν Ἀσίαν σατράπαι καθεστῶτες ἔναγχος μὲν ξένους εἰσπέμψαντες ἐκώλυσαν ἐκπολιορκηθῆναι Πέρινθον, νῦν δὲ τῆς ἔχθρας αὐτοῖς ἐνεστώσης καὶ τοῦ κινδύνου πλησίον ὄντος, εἰ χειρωθήσεται Βυζάντιον,
此外(因为这绝非小事),驻在亚细亚的太守们最近通过派遣雇佣军,阻止了佩林托斯被攻陷;而现在,由于他们对他的敌意已经产生,且一旦拜占庭被征服,危险就将迫在眉睫,他们不仅会主动与我们并肩作战,还会极力劝说波斯国王资助我们资金。
§6οὐ μόνον αὐτοὶ προθύμως συμπολεμήσουσιν, ἀλλὰ καὶ βασιλέα χρήματα χορηγεῖν ἡμῖν προτρέψονται, ὃς τοσοῦτον μὲν κέκτηται πλοῦτον ὅσον οὐδʼ οἱ λοιποὶ πάντες, τηλικαύτην δʼ ἔχει ῥώμην πρὸς τὰς ἐνθάδε πράξεις ὥστε καὶ πρότερον, ἡνίκα Λακεδαιμονίοις ἐπολεμοῦμεν, ὁποτέροις πρόσθοιτο, τούτους ἐποίει κρατεῖν τῶν ἑτέρων, καὶ νῦν μεθʼ ἡμῶν γενόμενος ῥᾳδίως καταπολεμήσει τὴν Φιλίππου δύναμιν.
这位国王拥有的财富比其他所有人加起来还要多,并且对我们这边的事务拥有如此巨大的影响力,以至于以前在我们与拉刻代蒙人交战时,无论他加入哪一方,都能使该方战胜另一方;而现在,只要他与我们站在一起,他就将轻而易举地彻底击败斐里普的力量。
§7πρὸς τοίνυν τούτοις τηλικούτοις οὖσιν, οὐκ ἐρῶ μὲν ὡς οὐ διὰ τὴν εἰρήνην πολλὰ προείληφεν ἡμῶν χωρία καὶ λιμένας καὶ τοιαῦθʼ ἕτερα χρήσιμα πρὸς πόλεμον, ὁρῶ δʼ ὡς ὅταν μὲν ὑπʼ εὐνοίας τὰ πράγματα συνέχηται καὶ πᾶσι ταὐτὰ συμφέρῃ τοῖς μετέχουσι τῶν πολέμων, μένει τὰ συσταθέντα βεβαίως· ὅταν δʼ ἐξ ἐπιβουλῆς καὶ πλεονεξίας ἀπάτῃ καὶ βίᾳ κατέχηται, καθάπερ ὑπὸ τούτου νῦν, μικρὰ πρόφασις καὶ τὸ τυχὸν πταῖσμα ταχέως αὐτὰ διέσεισε καὶ κατέλυσεν.
此外,除了这些极其重大的因素之外,我虽然不会否认他借由和平强占了我们许多的土地、港口以及其他诸如此类对战争有用的东西,但我看到,当事态是由善意所维系、并且战争的所有参与者都享有共同利益时,所建立的关系就能稳固地维持;然而,当它是出于阴谋与贪婪、通过欺骗与暴力而维系时(正如现在这个男人所做的那样),一个微不足道的借口和偶然的失误就会迅速将其动摇并瓦解。
§8καὶ πολλάκις εὑρίσκω λογιζόμενος οὐ μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ συμμαχικὰ τῷ Φιλίππῳ πρὸς ὑποψίαν ἥκοντα καὶ δυσμένειαν, ἀλλὰ καὶ τὰ τῆς ἰδίας ἀρχῆς οὐ συνηρμοσμένα καλῶς οὐδʼ οἰκείως οὐδʼ ὡς οἴεταί τις.
雅典的公民们,在我深思熟虑时,我常常不仅发现斐里普的盟友关系已经陷入怀疑和敌意,而且他自己的帝国也并未良好或紧密地结合在一起,完全不像人们所想象的那样。
ὅλως μὲν γὰρ ἡ Μακεδονικὴ δύναμις ἐν μὲν προσθήκης μέρει ῥοπὴν ἔχει τινὰ καὶ χρῆσιν, αὐτὴ δὲ καθʼ αὑτὴν ἀσθενής ἐστι καὶ πρὸς τηλικοῦτον ὄγκον πραγμάτων εὐκαταφρόνητος.
因为总体而言,马其顿的力量在作为辅助部分时确实具有一定的分量和用途,但其自身却是软弱的,面对如此庞大的事物规模,简直是不值一提。