Humanitext Reader

狄摩西尼 · 第四反腓力辞 §52-59

希腊诸邦的分裂与亲腓力派政客的欺瞒

第 7 段,共 9 段 · 希腊语

内容简介

演说者揭露了希腊诸邦因不和而陷入孤立的现状,以及雅典国政陷于瘫痪的原因。他揭示了亲腓力派政客的虚伪:他们以维护和平和保护财产为借口主张不作为,同时将战争的责任推卸给为国家利益进言的爱国者。

§52νῦν δὲ πρῶτον μὲν ὁ βασιλεὺς ἅπασι τοῖς Ἕλλησιν οἰκείως ἔχει, καὶ πάντων ἥκιστα δὴ ἡμῖν, ἄν τι μὴ νῦν ἐπανορθωσώμεθα· ἔπειτα προστασίαι πολλαὶ καὶ πανταχόθεν γίγνονται, καὶ τοῦ πρωτεύειν ἀντιποιοῦνται μὲν πάντες, ἀφεστᾶσι δʼ ἔργῳ, καὶ φθονοῦσι καὶ ἀπιστοῦσιν αὑτοῖς, οὐχ οἷς ἔδει, καὶ γεγόνασι καθʼ αὑτοὺς ἕκαστοι, Ἀργεῖοι, Θηβαῖοι, Λακεδαιμόνιοι, Κορίνθιοι, Ἀρκάδες, ἡμεῖς.
但现在,首先,国王与所有希腊人都保持着亲密的关系,而在所有人中,最不亲近的就是我们,除非我们现在做出某种改正;其次,到处都出现了许多领导权,虽然大家都在争夺首位,但实际上却退缩了,而且他们彼此嫉妒和不信任,而不是针对本该针对的人,大家都各自孤立了——阿哥斯人、底比斯人、拉刻代蒙人、哥林多人、阿卡迪亚人和我们。
§53ἀλλʼ ὅμως εἰς τοσαῦτα μέρη καὶ τοσαύτας δυναστείας διῃρημένων, εἰ δεῖ τἀληθῆ μετὰ παρρησίας εἰπεῖν, τὰ παρʼ οὐδέσι τούτων ἀρχεῖα καὶ βουλευτήριʼ ἐρημότερʼ ἄν τις ἴδοι τῶν Ἑλληνικῶν πραγμάτων ἢ τὰ παρʼ ἡμῖν, εἰκότως· οὔτε γὰρ φιλῶν οὔτε πιστεύων οὔτε φοβούμενος οὐδεὶς ἡμῖν διαλέγεται.
然而,尽管他们分裂成如此多的部分和如此多的势力,如果必须坦率地说明真相,人们不会看到这些人的任何官署和议事会,在希腊事务上比我们这里的更加冷清,而这是理所当然的;因为没有任何人出于友好、信任或畏惧而与我们交谈。
§54αἴτιον δὲ τούτων οὐχ ἕν, ὦ ἄνδρες Ἀθηναῖοι, (ῥᾴδιον γὰρ ἂν ἦν ὑμῖν μεταθεῖναι), ἀλλὰ πολλὰ καὶ παντοδαπὰ ἐκ παντὸς ἡμαρτημένα τοῦ χρόνου, ὧν τὸ καθʼ ἕκαστον ἐάσας, εἰς ὃ πάντα τείνει λέξω, δεηθεὶς ὑμῶν, ἂν λέγω τἀληθῆ μετὰ παρρησίας, μηδὲν ἀχθεσθῆναί μοι.
雅典人啊,这些事情的原因并不只有一个(因为如果是那样的话,你们改变它就很容易了),而是源于整个时期所犯下的许多且各种各样的错误,我将略过其中细节,只说明一切问题的归宿,但请求你们,如果我坦率地说明真相,切勿对我发怒。
πέπραται τὰ συμφέροντʼ ἐφʼ ἑκάστου τῶν καιρῶν, καὶ μετειλήφαθʼ ὑμεῖς μὲν τὴν σχολὴν καὶ τὴν ἡσυχίαν, ὑφʼ ὧν κεκηλημένοι τοῖς ἀδικοῦσιν οὐ πικρῶς ἔχετε, ἕτεροι δὲ τὰς τιμὰς ἔχουσιν.
在每一个关键时刻,利益都被出卖了,而你们得到的则是闲暇与平静,由于被这些所迷惑,你们对行不义之人并无怨恨,而他人却享有荣誉。
§55καὶ τὰ μὲν περὶ τἄλλʼ οὐκ ἄξιον ἐξετάσαι νῦν· ἀλλʼ ἐπειδάν τι τῶν πρὸς Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς τις λέγει ὡς οὐ δεῖ ληρεῖν οὐδὲ γράφειν πόλεμον, παραθεὶς εὐθέως ἑξῆς τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθὸν καὶ τὸ τρέφειν μεγάλην δύναμιν ὡς χαλεπόν, καὶ διαρπάζειν τινὲς τὰ χρήματα βούλονται, καὶ ἄλλους λόγους ὡς οἷόν τʼ ἀληθεστάτους λέγουσιν.
而关于其他事情,现在不值得去探究;但每当有涉及腓力的事情发生时,总有人立即站起来说不应当胡说八道或提议战争,并紧接着陈述保持和平是多么美好,而维持一支庞大的军队是多么艰难,并且声称 “有人想要掠夺财产”,并说出其他尽可能显得极其真实的言论。
§56ἀλλὰ δεῖ δήπου τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς πείθειν, οἳ πεπεισμένοι κάθησθε, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράττοντα· ἂν γὰρ ἐκεῖνος πεισθῇ, τά γʼ ἀφʼ ὑμῶν ὑπάρχει· νομίζειν δʼ εἶναι χαλεπὰ οὐχ ὅσʼ ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλʼ ἃ πεισόμεθα, ἂν μὴ ταῦτʼ ἐθέλωμεν ποιεῖν, καὶ τὸ διαρπασθήσεται τὰ χρήματα τῷ φυλακὴν εὑρεῖν διʼ ἧς σωθήσεται κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀποστῆναι.
但是,劝说保持和平显然不应当是劝说你们,因为你们已经被劝服并安坐着,而应当去劝说那个正在推行战争行动的人;因为如果他被说服了,你们这一方自然就具备了和平;而且我们应当认为艰难的,不是我们为了自救所花费的资金,而是如果我们不愿这样做,我们将会遭受的痛苦,并且对于 “财产将被掠夺”,应当通过寻找一种能使其得以保存的防护手段来加以阻止,而不是通过放弃我们的利益。
§57καίτοι ἔγωγʼ ἀγανακτῶ καὶ αὐτὸ τοῦτο, εἰ τὰ μὲν χρήματα λυπεῖ τινὰς ὑμῶν εἰ διαρπασθήσεται, ἃ καὶ φυλάττειν καὶ κολάζειν τοὺς ἀδικοῦντας ἐφʼ ὑμῖν ἐστι, τὴν δʼ Ἑλλάδα πᾶσαν ἐφεξῆς οὑτωσὶ Φίλιππος ἁρπάζων οὐ λυπεῖ, καὶ ταῦτʼ ἐφʼ ὑμᾶς ἁρπάζων.
然而,我个人甚至对这件事情本身感到愤慨:如果财产将被掠夺(对此,防范以及惩罚行不义之人都在你们的权力之内),你们中有些人会感到痛苦,但腓力像这样接连掠夺整个希腊,而且是针对你们进行掠夺,却不让你们感到痛苦。
§58τί ποτʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, τὸν μὲν οὕτω φανερῶς ἀδικοῦντα καὶ πόλεις καταλαμβάνοντα οὐδεὶς πώποτε τούτων εἶπεν ὡς ἀδικεῖ καὶ πόλεμον ποιεῖ, τοὺς δὲ μὴ ἐπιτρέπειν μηδὲ προΐεσθαι ταῦτα συμβουλεύοντας, τούτους πόλεμον ποιεῖν φασίν;
那么,雅典人啊,为什么对于这样一个如此公开地行不义并占领城市的人,这些人中从未有人说过他是在行不义和发动战争,而对于那些建议不要姑息或放弃这些利益的人,他们却说是在发动战争呢?
ὅτι τὴν αἰτίαν τῶν ἐκ τοῦ πολέμου συμβησομένων δυσχερῶν (ἀνάγκη γάρ, ἀνάγκη πολλὰ λυπηρὰ ἐκ τοῦ πολέμου γίγνεσθαι) τοῖς ὑπὲρ ὑμῶν τὰ βέλτιστα λέγειν εἰθισμένοις ἀναθεῖναι βούλονται.
这是因为,他们希望将因战争而将要发生的种种困难(因为战争不可避免地会产生许多令人痛苦的事情)的责任,归咎于那些习惯于为了你们的利益而发表最佳言论的人。
§59ἡγοῦνται γάρ, ἂν μὲν ὑμεῖς ὁμοθυμαδὸν ἐκ μιᾶς γνώμης Φίλιππον ἀμύνησθε, κἀκείνου κρατήσειν ὑμᾶς καὶ αὑτοῖς οὐκέτʼ ἔσεσθαι μισθαρνεῖν, ἂν δʼ ἀπὸ τῶν πρώτων θορύβων αἰτιασάμενοί τινας πρὸς τὸ κρίνειν τράπησθε, αὐτοὶ μὲν τούτων κατηγοροῦντες ἀμφότερʼ ἕξειν, καὶ παρʼ ὑμῖν εὐδοκιμήσειν καὶ παρʼ ἐκείνου χρήματα λήψεσθαι, ὑμᾶς δʼ ὑπὲρ ὧν δεῖ παρὰ τούτων δίκην λαβεῖν, παρὰ τῶν ὑπὲρ ὑμῶν εἰρηκότων λήψεσθαι.
因为他们认为,如果你们同心协力、以同一个决心去抵抗腓力,你们不仅会战胜他,而且他们自己也将无法再拿赏钱;但如果从最初的混乱开始,你们就指责某些人并转向审判,他们自己通过控告这些人,就能两全其美——既在你们中间赢得好名声,又从那个人那里拿到钱财,而你们则会把本该从这些人身上讨回的公道,降罪到那些为了你们的利益而发言的人身上。

词汇与语法注释

  1. 52οὐχ οἷς ἔδει — 省略结构的关系从句。与格关系代名词 οἷς 指代被省略的先行词(如“敌人”或“腓力”),受嫉妒和不信任动词(φθονοῦσιν καὶ ἀπιστοῦσιν)的支配。未完成过去时 ἔδει 表示过去应当履行但实际上未履行的义务(“本该[不信任]的人”)。
  2. 53διῃρημένων — 属格独立分词结构(genitive absolute)。由于语义在上下文中很明确,其逻辑主语(如 τῶν Ἑλλήνων)被省略。与连词 ἀλλʼ ὅμως 连用,表示让步(“尽管他们被分裂……”)。
  3. 54ὧν τὸ καθʼ ἕκαστον ἐάσας — 关系代词 ὧν 在句首起连接前文名词(错误)的作用(关系代词连接法),该属格限定了 τὸ καθʼ ἕκαστον(“其中每一个”)。不定过去时分词 ἐάσας 表示在主句将来时主动词 λέξω 之前或伴随发生的动作(“在略过……之后,我将说明”)。
  4. 56τῷ φυλακὴν εὑρεῖν... κωλύειν — 带冠词的与格不定式 τῷ 表示手段。此处,短语 τῷ φυλακὴν εὑρεῖν(“通过寻找防护”)被嵌套在引入 κωλύειν(“我们应当阻止……”)的结构中,并与 τῷ τοῦ συμφέροντος ἀποστῆναι(“而不是通过放弃我们的利益”)形成对比。
  5. 59παρὰ τῶν ὑπὲρ ὑμῶν εἰρηκότων λήψεσθαι — 带对格不定式结构,以 ὑμᾶς 为主语对格,以 λήψεσθαι 为不定式,受主句动词 ἡγοῦνται(“他们认为”)支配。短语 δίκην λαβεῖν 意为“施加惩罚”;该从句指出了一个悖论:雅典人将向那些真正为了他们利益发言的人,施加本该由腐败政客承担的惩罚。

引用这一段

狄摩西尼, 第四反腓力辞 §52-59. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg010.humanitext-grc2:52-59

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。