§35ἔστι τοίνυν τι πρᾶγμα καὶ ἄλλο, ὃ λυμαίνεται τὴν πόλιν ὑπὸ βλασφημίας ἀδίκου καὶ λόγων οὐ προσηκόντων διαβεβλημένον, εἶτα τοῖς μηδὲν τῶν ἐν τῇ πολιτείᾳ δικαίων βουλομένοις ποιεῖν πρόφασιν παρέχει· καὶ πάντων, ὅσʼ ἐκλείπει, δέον παρά του γίγνεσθαι, ἐπὶ τοῦθʼ εὑρήσετε τὴν αἰτίαν ἀναφερομένην.
还有另外一件事,它因受到不公正的诽谤和不妥当的话语所中伤,正在危害城邦,进而给那些不想履行任何公民义务的人提供了借口;对于所有应当由某些人去做却缺失的事,你们会发现其原因都被归咎于此。
περὶ οὗ πάνυ μὲν φοβοῦμαι, οὐ μὴν ἀλλʼ ἐρῶ·
关于这件事,我确实非常害怕,但还是要说出来。
§36οἶμαι γὰρ ἕξειν καὶ ὑπὲρ τῶν ἀπόρων τὰ δίκαιʼ ἐπὶ τῷ συμφέροντι τῆς πόλεως εἰπεῖν πρὸς τοὺς εὐπόρους, καὶ ὑπὲρ τῶν κεκτημένων τὰς οὐσίας πρὸς τοὺς ἐπιδεεῖς.
因为我认为,为了城邦的利益,我将能够向富人说明什么是对穷人公正的事,同时也向穷人说明什么是对财产拥有者公正的事。
εἰ ἀνέλοιμεν ἐκ μέσου καὶ τὰς βλασφημίας ἃς ἐπὶ τῷ θεωρικῷ ποιοῦνταί τινες οὐχὶ δικαίως, καὶ τὸν φόβον, ὡς οὐ στήσεται τοῦτʼ ἄνευ μεγάλου τινὸς κακοῦ, οὐδὲν ἂν εἰς τὰ πράγματα μεῖζον εἰσενεγκαίμεθα, οὐδʼ ὅ τι κοινῇ μᾶλλον ἂν ὅλην ἐπιρρώσειε τὴν πόλιν.
如果我们从我们当中消除一些人对观剧津贴所作的不公正诽谤,以及担心若无重大灾难此事便无法维系的恐惧,我们对国家事务就不会有更大的贡献,也没有任何东西能比这更共同加强整个城邦。
§37οὑτωσὶ δὲ σκοπεῖτε· ἐρῶ δʼ ὑπὲρ τῶν ἐν χρείᾳ δοκούντων εἶναι πρότερον.
请这样来考虑;我将先为那些看起来处于困境中的人说话。
ἦν ποτʼ οὐ πάλαι παρʼ ὑμῖν, ὅτʼ οὐ προσῄει τῇ πόλει τάλανθʼ ὑπὲρ τριάκοντα καὶ ἑκατόν· καὶ οὐδεὶς τῶν τριηραρχεῖν δυναμένων οὐδὲ τῶν εἰσφέρειν ὅστις οὐκ ἠξίου τὰ καθήκοντʼ ἐφʼ ἑαυτὸν ποιεῖν, ὅτι χρήματʼ οὐ περιῆν, ἀλλὰ καὶ τριήρεις ἔπλεον καὶ χρήματʼ ἐγίγνετο καὶ πάντʼ ἐποιοῦμεν τὰ δέοντα.
在你们当中不久前曾有一个时期,城邦的岁入不超过一百三十塔兰同;而当时无论是能够担任三列桨战船指挥官的人,还是能够缴纳财产税的人,都没有因为资金没有剩余而认为自己不该履行义务,相反,战船依然起航,资金依然筹措,我们做好了所有必要的事情。
§38μετὰ ταῦθʼ ἡ τύχη, καλῶς ποιοῦσα, πολλὰ πεποίηκε τὰ κοινά, καὶ τετρακόσιʼ ἀντὶ τῶν ἑκατὸν ταλάντων προσέρχεται, οὐδενὸς οὐδὲν ζημιουμένου τῶν τὰς οὐσίας ἐχόντων, ἀλλὰ καὶ προσλαμβάνοντος· οἱ γὰρ εὔποροι πάντες ἔρχονται μεθέξοντες τούτου, καὶ καλῶς ποιοῦσιν.
此后,幸运使得公共资金大为增加,现在进账的是四百塔兰同,而不是以前的一百,而拥有财产的人没有任何人蒙受任何损失,反而还额外得到了好处;因为富人们都来分享这笔资金,而他们这样做也是对的。
§39τί οὖν μαθόντες τοῦτʼ ὀνειδίζομεν ἀλλήλοις καὶ προφάσει χρώμεθα τοῦ μηδὲν ποιεῖν, πλὴν εἰ τῇ παρὰ τῆς τύχης βοηθείᾳ γεγονυίᾳ τοῖς ἀπόροις φθονοῦμεν;
那么,我们到底是中了什么邪,竟然为了这件事互相责备,并把它当成无所作为的借口呢,除非是我们嫉妒天意赐予穷人的这一援助?
§40οὓς οὔτʼ ἂν αἰτιασαίμην ἔγωγε, οὔτʼ ἀξιῶ.
对于他们,我个人既不会指责,也不认为应该指责。
οὐδὲ γὰρ ἐν ταῖς ἰδίαις οἰκίαις ὁρῶ τὸν ἐν ἡλικίᾳ πρὸς τοὺς πρεσβυτέρους οὕτω διακείμενον οὐδʼ οὕτως ἀγνώμονʼ οὐδʼ ἄτοπον τῶν ὄντων οὐδένα, ὥστε, εἰ μὴ ποιήσουσιν ἅπαντες ὅσʼ ἂν αὐτός, οὐ φάσκοντα ποιήσειν οὐδὲν οὐδʼ αὐτόν· καὶ γὰρ ἂν τοῖς τῆς κακώσεως εἴη νόμοις οὕτω γʼ ἔνοχος· δεῖ γάρ, οἶμαι, τοῖς γονεῦσι τὸν ὡρισμένον ἐξ ἀμφοτέρων ἔρανον, καὶ παρὰ τῆς φύσεως καὶ παρὰ τοῦ νόμου, δικαίως φέρειν καὶ ἑκόνθʼ ὑποτελεῖν.
因为即使在私人家庭中,我也没见过任何正值壮年的人对长辈抱有这样的态度,在所有活着的人当中,也没有谁如此无情和荒谬,以至于声称如果其他人不做得和他一样多,他自己也什么都不做;因为确实,他若如此便会在虐待父母的法律下被判定有罪;因为我认为,一个人必须公正且自愿地向父母奉献由自然和法律共同规定的反哺之恩。
§41ὥσπερ τοίνυν ἑνὸς ἡμῶν ἑκάστου τίς ἐστι γονεύς, οὕτω συμπάσης τῆς πόλεως κοινοὺς δεῖ τοὺς γονέας σύμπαντας ἡγεῖσθαι, καὶ προσήκειν τούτους οὐχ ὅπως ὧν ἡ πόλις δίδωσʼ ἀφελέσθαι τι, ἀλλʼ εἰ καὶ μηδὲν ἦν τούτων, ἄλλοθεν σκοπεῖν ὅπως μηδενὸς ὄντες ἐνδεεῖς περιοφθήσονται.
因此,正如我们每个人都有父母一样,我们也应该把全体公民共同视为整个城邦的父母,不应该剥夺他们城邦所给予的任何东西,而且即使完全没有这些给予,也应该从别处设法,使他们不至于在匮乏中被冷落。
§42τοὺς μὲν τοίνυν εὐπόρους ταύτῃ χρωμένους τῇ γνώμῃ οὐ μόνον ἡγοῦμαι τὰ δίκαιʼ ἂν ποιεῖν, ἀλλὰ καὶ τὰ λυσιτελῆ· τὸ γὰρ τῶν ἀναγκαίων τινʼ ἀποστερεῖν κοινῇ κακόνους ἐστὶ ποιεῖν πολλοὺς ἀνθρώπους τοῖς πράγμασι·
因此,我认为富人如果持有这种态度,不仅是在做公正的事,而且也是在做有利的事;因为剥夺任何人的必需品,都会使许多人共同对国家事务怀有敌意。
τοῖς δʼ ἐν ἐνδείᾳ, διʼ ὃ δυσχεραίνουσι τὸ πρᾶγμʼ οἱ τὰς οὐσίας ἔχοντες καὶ κατηγοροῦσι δικαίως, τοῦτʼ ἀφελεῖν ἂν συμβουλεύσαιμι.
而对于那些匮乏的人,我建议他们应该消除那些让财产所有者感到不快并因此提出合理指责的因素。
§43δίειμι δέ, ὥσπερ ἄρτι, τὸν αὐτὸν τρόπον καὶ ὑπὲρ τῶν εὐπόρων, οὐ κατοκνήσας εἰπεῖν τἀληθῆ.
我也将像刚才一样,以同样的方式为富人说话,毫不犹豫地道出实情。
ἐμοὶ γὰρ οὐδεὶς οὕτως ἄθλιος οὐδʼ ὠμὸς εἶναι δοκεῖ τὴν γνώμην, οὔκουν Ἀθηναίων γε, ὥστε λυπεῖσθαι ταῦτα λαμβάνοντας ὁρῶν τοὺς ἀπόρους καὶ τῶν ἀναγκαίων ἐνδεεῖς ὄντας.
因为在我看来,至少在雅典人当中,没有人的心肠会如此卑劣和残酷,以至于看到那些缺乏生活必需品的穷人接受这些津贴时会感到难过。
§44ἀλλὰ ποῦ συντρίβεται τὸ πρᾶγμα καὶ ποῦ δυσχεραίνεται;
那么,事情是在哪里破裂,不快又是在哪里产生的呢?
ὅταν τὸ ἀπὸ τῶν κοινῶν ἔθος ἐπὶ τὰ ἴδια μεταβιβάζοντας ὁρῶσί τινας, καὶ μέγαν μὲν ὄντα παρʼ ὑμῖν εὐθέως τὸν λέγοντα, ἀθάνατον δʼ ἕνεκʼ ἀσφαλείας, ἑτέραν δὲ τὴν κρύβδην ψῆφον τοῦ φανερῶς θορύβου.
就是当他们看到某些人将来自公款的习惯转移到私人事务上,并且看到倡议者在你们当中立刻变得伟大,由于自身的安全而变得不可动摇,而秘密的投票却与公开的喝采截然相反。