§26οὐ μὴν ἀλλʼ εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ ἀμύνεσθε, ἅπαντα πρόεσθε.
然而,如果别的人这样说并说服了你们,那就这样吧,不要防守,放弃一切。
εἰ δὲ μηδενὶ τοῦτο δοκεῖ, τοὐναντίον δὲ πρόϊσμεν ἅπαντες ὅτι, ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρησόμεθʼ ἐχθρῷ, ποῖ ἀναδυόμεθα, ἢ τί μέλλομεν;
但是,如果没有人这样认为,相反地,我们所有人都预先知道,我们容许他主宰的事物越多,我们所要面对的敌人就越困难、越强大,那么我们还能退缩到哪里,或者还要拖延到何时?
ἢ πότʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ δέοντα ποιεῖν ἐθελήσομεν;
或者,雅典人啊,我们何时才愿意做必要的事?
ὅταν νὴ Δίʼ ἀναγκαῖον ᾖ.
难道要等到,指宙斯起誓,某种迫在眉睫的必要性产生的时候吗?
§27ἀλλʼ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελήλυθε, τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ.
但是,人们对自由人所能说的必要性,不仅现在已经存在,而且早就已经过去了;而至于奴隶的必要性,我们当然必须祈祷它绝不要发生。
διαφέρει δὲ τί;
那么,这两者有什么区别呢?
ὅτι ἐστὶν ἐλευθέρῳ μὲν ἀνθρώπῳ μεγίστη ἀνάγκη ἡ ὑπὲρ τῶν γιγνομένων αἰσχύνη, καὶ μείζω ταύτης οὐκ οἶδʼ ἥντινʼ ἂν εἴποι τις· δούλῳ δὲ πληγαὶ χὠ τοῦ σώματος αἰκισμός, ὃ μήτε γένοιτο οὔτε λέγειν ἄξιον.
因为对自由人来说,最大的必要性莫过于对正在发生的事情感到羞耻,我不知道还有什么比这更大的必要性可以被人说起;而对奴隶来说,则是挨打和肉体的虐待,愿这永远不要发生,这甚至不值一提。
§28τὸ μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ τοιαῦτʼ ὀκνηρῶς διακεῖσθαι, ἃ δεῖ τοῖς σώμασι καὶ ταῖς οὐσίαις λῃτουργῆσαι ἕκαστον, ἐστὶ μὲν οὐκ ὀρθῶς ἔχον, οὐδὲ πολλοῦ δεῖ, οὐ μὴν ἀλλʼ ἔχει τινὰ πρόφασιν ὅμως·
雅典人啊,对于这些每个人的身体和财产都应当承担的义务,抱着迟疑消极的态度,这确实是不对的,而且差得远,但无论如何这还算有某种借口。
τὸ δὲ μηδʼ ὅσʼ ἀκοῦσαι δεῖ μηδʼ ὅσα βουλεύσασθαι προσήκει, μηδὲ ταῦτʼ ἐθέλειν, τοῦτʼ ἤδη πᾶσαν ἐπιδέχεται κατηγορίαν.
然而,甚至连必须听取的事不愿听,连应当审议的事不愿审议,这就已经是任何指责都无法推卸的了。
§29ὑμεῖς τοίνυν οὐκ ἀκούειν, πρὶν ἂν ὥσπερ νῦν αὐτὰ παρῇ τὰ πράγματα, οὐχὶ βουλεύεσθαι περὶ οὐδενὸς εἰώθατʼ ἐφʼ ἡσυχίας, ἀλλʼ ὅταν μὲν ἐκεῖνος παρασκευάζηται, ἀμελήσαντες τοῦ ποιεῖν ταὐτὸ καὶ ἀντιπαρασκευάζεσθαι ῥᾳθυμεῖτε, καὶ ἄν τι λέγῃ τις, ἐκβάλλετε, ἐπειδὰν δʼ ἀπολωλὸς ἢ πολιορκούμενόν τι πύθησθε, ἀκροᾶσθε καὶ παρασκευάζεσθε·
然而,你们直到事态像现在这样临头时才肯听取,在平静的时候不对任何事进行审议。 相反,当他在作准备时,你们却忽视了做同样的事情并进行对抗准备,而是无所事事,如果有人说什么,你们就把他轰走;直到你们听说某个地方沦陷或被围困了,你们才去倾听并作准备。
§30ἦν δʼ ἀκηκοέναι μὲν καὶ βεβουλεῦσθαι τότε καιρός, ὅθʼ ὑμεῖς οὐκ ἠθέλετε, πράττειν δὲ καὶ χρῆσθαι τοῖς παρεσκευασμένοις νῦν, ἡνίκʼ ἀκούετε.
但是,听取和审议的时机本应是你们不愿听的那时,而行动并利用已准备好之物的时机则是你们听到的现在。
τοιγαροῦν ἐκ τῶν τοιούτων ἐθῶν μόνοι τῶν πάντων ἀνθρώπων ὑμεῖς τοῖς ἄλλοις τοὐναντίον ποιεῖτε· οἱ μὲν γὰρ ἄλλοι πρὸ τῶν πραγμάτων εἰώθασι χρῆσθαι τῷ βουλεύεσθαι, ὑμεῖς δὲ μετὰ τὰ πράγματα.
因此,由于这种习惯,在全人类中唯独你们做着与其他所有人相反的事:因为别的人习惯在事态发生之前进行审议,而你们却在事态发生之后。
§31ὃ δὴ λοιπόν ἐστι, καὶ πάλαι μὲν ἔδει, διαφεύγει δʼ οὐδὲ νῦν, τοῦτʼ ἐρῶ.
我要说的,是那剩下的、早就应该做但即使是现在也还没有错失的事。
οὐδενὸς τῶν πάντων οὕτως ὡς χρημάτων δεῖ τῇ πόλει πρὸς τὰ νῦν ἐπιόντα πράγματα.
对于目前正在逼近的事务,城邦对任何东西的需要都比不上对资金的需要。
συμβέβηκε δʼ εὐτυχήματʼ ἀπὸ ταὐτομάτου, οἷς ἂν χρησώμεθʼ ὀρθῶς, ἴσως ἂν γένοιτο τὰ δέοντα.
然而,天意自然赐予了一些幸运的事,如果我们正确地利用它们,或许就会实现必要的目标。
πρῶτον μὲν γὰρ οἷς βασιλεὺς πιστεύει καὶ εὐεργέτας ὑπείληφεν ἑαυτοῦ, οὗτοι μισοῦσι καὶ πολεμοῦσι Φίλιππον.
首先,那些受到国王信任并被他视为自己恩人的人,现在憎恨腓力并与他开战。
§32ἔπειθʼ ὁ πράττων καὶ συνειδὼς ἅπανθʼ ἃ Φιλλιππος κατὰ βασιλέως παρασκευάζεται, οὗτος ἀνάσπαστος γέγονε, καὶ πάσας τὰς πράξεις βασιλεὺς οὐχ ἡμῶν κατηγορούντων ἀκούσεται, οὓς ὑπὲρ τοῦ συμφέροντος ἂν ἡγήσαιτο τοῦ ἰδίου λέγειν, ἀλλὰ τοῦ πράξαντος αὐτοῦ καὶ διοικοῦντος, ὥστʼ εἶναι πιστάς, καὶ λοιπὸν λόγον εἶναι τοῖς παρʼ ὑμῶν πρέσβεσιν, ὃν βασιλεὺς ἥδιστʼ ἂν ἀκούσαι, §33ὡς τὸν ἀμφοτέρους ἀδικοῦντα κοινῇ τιμωρήσασθαι δεῖ, καὶ ὅτι πολὺ τῷ βασιλεῖ φοβερώτερός ἐσθʼ ὁ Φίλιππος, ἂν προτέροις ἡμῖν ἐπιθῆται·
其次,那个正在推行并熟知腓力针对国王所作的一切准备的人,已被解送去见国王;国王听取所有这些行动,将不再是通过我们的指责——他可能会认为我们是出于自身的利益在说话——而是直接通过那个实际执行和管理这些事务的人,因此这些消息将是可信的,从而给你们的使节留下了一条国王最乐于听到的口信,即:必须共同惩罚那个对双方都犯下不义之人;而且,如果腓力先攻击我们,对国王来说将要可怕得多。
εἰ γὰρ ἐγκαταλειπόμενοί τι πεισόμεθʼ ἡμεῖς, ἀδεῶς ἐπʼ ἐκεῖνον ἤδη πορεύσεται.
因为如果我们被抛弃而遭遇不测,他此后就会毫无顾忌地立刻向国王进军。
ὑπὲρ δὴ τούτων ἁπάντων οἶμαι δεῖν ὑμᾶς πρεσβείαν ἐκπέμπειν, ἥτις τῷ βασιλεῖ διαλέξεται, καὶ τὴν ἀβελτερίαν ἀποθέσθαι, διʼ ἣν πολλάκις ἠλαττώθητε,
ὁ δὴ βάρβαρος, καὶ ὁ κοινὸς ἅπασιν ἐχθρός,
καὶ πάντα τὰ τοιαῦτα.
因此,为了这一切,我认为你们应当派遣使节与国王谈判,并抛弃那屡次让你们蒙受损失的愚蠢想法,即说什么‘那个蛮夷’、‘大家共同的敌人’以及所有诸如此类的话。
§34ἐγὼ γὰρ ὅταν τινʼ ἴδω τὸν μὲν ἐν Σούσοις καὶ Ἐγβατάνοις δεδοικότα καὶ κακόνουν εἶναι τῇ πόλει φάσκοντα, ὃς καὶ πρότερον συνεπηνώρθωσε τὰ τῆς πόλεως πράγματα καὶ νῦν ἐπηγγέλλετο (εἰ δὲ μὴ ἐδέχεσθʼ ὑμεῖς, ἀλλʼ ἀπεψηφίζεσθε, οὐ τἀκείνου αἴτια), ὑπὲρ δὲ τοῦ ἐπὶ ταῖς θύραις ἐγγὺς οὑτωσὶ ἐν μέσῃ τῇ Ἑλλάδι αὐξανομένου λῃστοῦ τῶν Ἑλλήνων ἄλλο τι λέγοντα, θαυμάζω, καὶ δέδοικα τοῦτον, ὅστις ἂν ᾖ ποτʼ, ἔγωγε, ἐπειδὴ οὐχ οὗτος Φίλιππον.
因为当我看到有人害怕那个远在苏萨和埃克巴坦那的人,声称他敌视城邦——而此人以前曾协助重整城邦的事务,现在也主动提出援助(如果你们不接受而是投票否决,那可不是他的错)——却对那个就在家门口、在希腊腹地如此壮大并掠夺希腊人的掠夺者说出别的话时,我感到惊讶,并且我自己害怕这个人,无论他是谁,因为他竟然不害怕腓力。