Humanitext Reader

狄摩西尼 · 第三反腓力辞 §7-15

腓力的伪装与实际发动战争的事实

第 2 段,共 9 段 · 希腊语

内容简介

狄摩西尼揭示了腓力一方面口称维持和平,另一方面却在不断进行战争行为的现实,论证了必须根据其行动而非言词来判断其真实意图。

§7ἔστι γὰρ δέος μήποθʼ ὡς ἀμυνούμεθα γράψας τις καὶ συμβουλεύσας εἰς τὴν αἰτίαν ἐμπέσῃ τοῦ πεποιηκέναι τὸν πόλεμον.
因为存在着这样一种担忧:万一有人起草了提案并建议我们应当如何自卫,他可能会陷入制造战争的指责之中。
. §8εἰ μὲν οὖν ἔξεστιν εἰρήνην ἄγειν τῇ πόλει καὶ ἐφʼ ἡμῖν ἐστι τοῦτο, ἵνʼ ἐντεῦθεν ἄρξωμαι, φήμʼ ἔγωγʼ ἄγειν ἡμᾶς δεῖν, καὶ τὸν ταῦτα λέγοντα γράφειν καὶ πράττειν καὶ μὴ φενακίζειν ἀξιῶ·
因此,如果城邦有可能维持和平,且这取决于我们(以此作为讨论的起点),我个人认为我们应当维持和平,并且我要求提出这一主张的人起草提案、付诸行动,而不是欺骗我们。
εἰ δʼ ἕτερος τὰ ὅπλʼ ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν πολλὴν περὶ αὑτὸν τοὔνομα μὲν τὸ τῆς εἰρήνης ὑμῖν προβάλλει, τοῖς δʼ ἔργοις αὐτὸς τοῖς τοῦ πολέμου χρῆται, τί λοιπὸν ἄλλο πλὴν ἀμύνεσθαι;
但是,如果另一个人手里拿着武器,身边围着强大的军队,向你们抛出和平的幌子,而他自己实际上却在采取战争行动,那么除了自卫之外,还剩下什么选择呢?
φάσκειν δʼ εἰρήνην ἄγειν εἰ βούλεσθε, ὥσπερ ἐκεῖνος, οὐ διαφέρομαι.
如果你们也想声称维持和平,就像他那样,我并无异议。
§9εἰ δέ τις ταύτην εἰρήνην ὑπολαμβάνει, ἐξ ἧς ἐκεῖνος πάντα τἄλλα λαβὼν ἐφʼ ἡμᾶς ἥξει, πρῶτον μὲν μαίνεται, ἔπειτʼ ἐκείνῳ παρʼ ὑμῶν, οὐχ ὑμῖν παρʼ ἐκείνου τὴν εἰρήνην λέγει·
但是,如果有人认为这就是和平,即他在夺取了其他一切之后再来袭击我们,那么他首先是疯狂的,其次,他所说的是你们对他的和平,而不是他对你们的和平。
τοῦτο δʼ ἐστὶν ὃ τῶν ἀναλισκομένων χρημάτων πάντων Φίλιππος ὠνεῖται, αὐτὸς μὲν πολεμεῖν ὑμῖν, ὑφʼ ὑμῶν δὲ μὴ πολεμεῖσθαι.
而这正是腓力用其所花费的一切资金所购买的:他自己对你们进行战争,而你们却不对他进行战争。
§10καὶ μὴν εἰ μέχρι τούτου περιμενοῦμεν, ἕως ἂν ἡμῖν ὁμολογήσῃ πολεμεῖν, πάντων ἐσμὲν εὐηθέστατοι·
此外,如果我们一定要等到他承认在对我们进行战争,那我们就是所有人中最愚蠢的。
οὐδὲ γὰρ ἂν ἐπὶ τὴν Ἀττικὴν αὐτὴν βαδίζῃ καὶ τὸν Πειραιᾶ, τοῦτʼ ἐρεῖ, εἴπερ οἷς πρὸς τοὺς ἄλλους πεποίηκε δεῖ τεκμαίρεσθαι.
因为即使他向阿提卡本身和比雷埃夫斯进军,他也绝不会这样说,如果我们确实必须根据他对其他人所做的事情来推测的话。
§11τοῦτο μὲν γὰρ Ὀλυνθίοις, τετταράκοντʼ ἀπέχων τῆς πόλεως στάδια, εἶπεν ὅτι δεῖ δυοῖν θάτερον, ἢ ἐκείνους ἐν Ὀλύνθῳ μὴ οἰκεῖν ἢ αὑτὸν ἐν Μακεδονίᾳ, πάντα τὸν ἄλλον χρόνον, εἴ τις αὐτὸν αἰτιάσαιτό τι τοιοῦτον, ἀγανακτῶν καὶ πρέσβεις πέμπων τοὺς ἀπολογησομένους·
因为一方面,对奥林修斯人,在距离他们的城市四十斯塔迪翁时,他说必须二者择一:要么他们不住在奥林修斯,要么他自己不住在马其顿。 然而在之前的所有时间里,如果有人以此类事情指责他,他都会愤慨,并派遣使节予以辩白。
τοῦτο δʼ εἰς Φωκέας ὡς πρὸς συμμάχους ἐπορεύετο, καὶ πρέσβεις Φωκέων ἦσαν οἳ παρηκολούθουν αὐτῷ πορευομένῳ, καὶ παρʼ ἡμῖν ἤριζον οἱ πολλοὶ Θηβαίοις οὐ λυσιτελήσειν τὴν ἐκείνου πάροδον.
另一方面,他向福基斯人进军时仿佛是去盟友那里,福基斯人的使节在他进军时伴随左右,而在我们这里,许多人争论说他的通过对底比斯人没有好处。
§12καὶ μὴν καὶ Φερὰς πρώην ὡς φίλος καὶ σύμμαχος εἰς Θετταλίαν ἐλθὼν ἔχει καταλαβών, καὶ τὰ τελευταῖα τοῖς ταλαιπώροις Ὠρείταις τουτοισὶ ἐπισκεψομένους ἔφη τοὺς στρατιώτας πεπομφέναι κατʼ εὔνοιαν· πυνθάνεσθαι γὰρ αὐτοὺς ὡς νοσοῦσι καὶ στασιάζουσιν, συμμάχων δʼ εἶναι καὶ φίλων ἀληθινῶν ἐν τοῖς τοιούτοις καιροῖς παρεῖναι.
而且,最近他作为朋友和盟友进入色萨利,占领并控制了费赖;最近,对这些可怜的奥列乌斯人,他说他出于好意派遣士兵去慰问他们,因为他听说他们正因内讧而饱受折磨,而在这种时候,真正的盟友和朋友应当在场。
§13εἶτʼ οἴεσθʼ αὐτόν, οἳ ἐποίησαν μὲν οὐδὲν ἂν κακόν, μὴ παθεῖν δʼ ἐφυλάξαντʼ ἂν ἴσως, τούτους μὲν ἐξαπατᾶν αἱρεῖσθαι μᾶλλον ἢ προλέγοντα βιάζεσθαι, ὑμῖν δʼ ἐκ προρρήσεως πολεμήσειν, καὶ ταῦθʼ ἕως ἂν ἑκόντες ἐξαπατᾶσθε;
那么,你们认为,对于那些本不会造成任何危害,而可能只是提防受害的人,他宁愿选择欺骗他们,而不愿提前警告强迫他们,却会对你们进行公开宣战,而且只要你们愿意被欺骗,他就一直这样做吗?
§14οὐκ ἔστι ταῦτα·
那是不可能的。
καὶ γὰρ ἂν ἀβελτερώτατος εἴη πάντων ἀνθρώπων, εἰ τῶν ἀδικουμένων ὑμῶν μηδὲν ἐγκαλούντων αὐτῷ, ἀλλʼ ὑμῶν αὐτῶν τινὰς αἰτιωμένων, ἐκεῖνος ἐκλύσας τὴν πρὸς ἀλλήλους ἔριν ὑμῶν καὶ φιλονικίαν ἐφʼ αὑτὸν προείποι τρέπεσθαι, καὶ τῶν παρʼ ἑαυτοῦ μισθοφορούντων τοὺς λόγους ἀφέλοιτο, οἷς ἀναβάλλουσιν ὑμᾶς, λέγοντες ὡς ἐκεῖνός γʼ οὐ πολεμεῖ τῇ πόλει.
因为如果你们这些受害者完全不指责他,反而互相指责你们中的某些人,而他却消除了你们之间的内讧和竞争,警告你们转而反对他,并夺去那些拿他薪水的人的言论,他们用这些言论来拖延你们,声称他并没有对城邦进行战争,那他将是人类中最愚蠢的人。
§15ἀλλʼ ἔστιν, ὦ πρὸς τοῦ Διός, ὅστις εὖ φρονῶν ἐκ τῶν ὀνομάτων μᾶλλον ἢ τῶν πραγμάτων τὸν ἄγοντʼ εἰρήνην ἢ πολεμοῦνθʼ αὑτῷ σκέψαιτʼ ἄν;
但是,凭宙斯起誓,有任何心智健全的人会根据言辞而不是行动来判断谁在维持和平,谁在对自己进行战争吗?
οὐδεὶς δήπου.
绝不可能有。
ὁ τοίνυν Φίλιππος ἐξ ἀρχῆς, ἄρτι τῆς εἰρήνης γεγονυίας, οὔπω Διοπείθους στρατηγοῦντος οὐδὲ τῶν ὄντων ἐν Χερρονήσῳ νῦν ἀπεσταλμένων, Σέρριον καὶ Δορίσκον ἐλάμβανε καὶ τοὺς ἐκ Σερρείου τείχους καὶ Ἱεροῦ ὄρους στρατιώτας ἐξέβαλλεν, οὓς ὁ ὑμέτερος στρατηγὸς κατέστησεν.
因此,腓力从一开始,就在和约刚刚缔结之后,当时迪奥皮塞斯尚未担任将军,现在在赫尔松尼苏斯的人也尚未被派出,他就在夺取塞里翁和多里斯科斯,并驱逐塞里翁城墙和圣山上的士兵,而这些士兵是你们的将军部署在那里的。

词汇与语法注释

  1. §7ὡς ἀμυνούμεθα — 连接词 ὡς 引导一个带将来时直陈式中动态 ἀμυνούμεθα 的从句,指示意为起草提案的 γράφω 的直接对象或方式(“关于我们应当如何自卫”)。
  2. §9αὐτὸς μὲν πολεμεῖν ὑμῖν, ὑφʼ ὑμῶν δὲ μὴ πολεμεῖσθαι — 这两个对比性的不定式短语作为同位语,具体说明关系代名词 ὃ 的先行词(即腓力花费所有资金所购买的“状态”)的内容。
  3. §13οἳ ἐποίησαν μὲν οὐδὲν ἂν κακόν — 在关系代名词 οἳ 引导的从句中,助词 ἂν 与直陈式不定过去时 ἐποίησαν 连用,在没有特定条件从句的情况下,表达了“(在过去)本不会造成任何危害的人”这一假设与潜在语气。
  4. §14τῶν ἀδικουμένων ὑμῶν μηδὲν ἐγκαλούντων αὐτῷ — 这是一个属格独立结构,以 ὑμῶν 为逻辑主语,伴随现在分词 ἐγκαλούντων。前置的 τῶν ἀδικουμένων 与 ὑμῶν 同格,表示让步或前提状况:“在你们这些受害者完全不指责他的情况下”。

引用这一段

狄摩西尼, 第三反腓力辞 §7-15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg009.humanitext-grc2:7-15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。