§1πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων ὀλίγου δεῖν καθʼ ἑκάστην ἐκκλησίαν περὶ ὧν Φίλιππος, ἀφʼ οὗ τὴν εἰρήνην ἐποιήσατο, οὐ μόνον ὑμᾶς, ἀλλὰ καὶ τοὺς ἄλλους ἀδικεῖ, καὶ πάντων οἶδʼ ὅτι φησάντων γʼ ἄν, εἰ καὶ μὴ ποιοῦσι τοῦτο, καὶ λέγειν δεῖν καὶ πράττειν ὅπως ἐκεῖνος παύσεται τῆς ὕβρεως καὶ δίκην δώσει, εἰς τοῦθʼ ὑπηγμένα πάντα τὰ πράγματα καὶ προειμένʼ ὁρῶ, ὥστε δέδοικα μὴ βλάσφημον μὲν εἰπεῖν, ἀληθὲς δʼ ᾖ· εἰ καὶ λέγειν ἅπαντες ἐβούλονθʼ οἱ παριόντες καὶ χειροτονεῖν ὑμεῖς ἐξ ὧν ὡς φαυλότατʼ ἔμελλε τὰ πράγμαθʼ ἕξειν, οὐκ ἂν ἡγοῦμαι δύνασθαι χεῖρον ἢ νῦν διατεθῆναι.
雅典的公民们,自从腓力缔结和约以来,在几乎每一次公民大会上,关于他不仅对你们,而且对其他人所犯下的不义行径,人们发表了许多演说,并且我知道,所有人都会声称——即使他们实际上并不这样做——我们必须说话和采取行动,以便使他停止其狂妄并受到惩罚;然而,我看到所有的事务都被荒废和放弃到了如此地步,以至于我担心,虽然说出来有些不吉利,但事实确实如此:即使所有登台发言的人都想说话,而你们也想投票,以使我们的事务处于尽可能最糟糕的状态,我也认为事态不可能被带入比现在更坏的境地。
§2πολλὰ μὲν οὖν ἴσως ἐστὶν αἴτια τούτων, καὶ οὐ παρʼ ἓν οὐδὲ δύʼ εἰς τοῦτο τὰ πράγματʼ ἀφῖκται, μάλιστα δʼ, ἄνπερ ἐξετάζητʼ ὀρθῶς, εὑρήσετε διὰ τοὺς χαρίζεσθαι μᾶλλον ἢ τὰ βέλτιστα λέγειν προαιρουμένους, ὧν τινες μέν, ὦ ἄνδρες Ἀθηναῖοι, ἐν οἷς εὐδοκιμοῦσιν αὐτοὶ καὶ δύνανται, ταῦτα φυλάττοντες οὐδεμίαν περὶ τῶν μελλόντων πρόνοιαν ἔχουσιν, οὐκοῦν οὐδʼ ὑμᾶς οἴονται δεῖν ἔχειν, ἕτεροι δὲ τοὺς ἐπὶ τοῖς πράγμασιν ὄντας αἰτιώμενοι καὶ διαβάλλοντες οὐδὲν ἄλλο ποιοῦσιν ἢ ὅπως ἡ μὲν πόλις αὐτὴ παρʼ αὑτῆς δίκην λήψεται καὶ περὶ τοῦτʼ ἔσται, Φιλίππῳ δʼ ἐξέσται καὶ λέγειν καὶ πράττειν ὅ τι βούλεται.
\n 诚然,这也许有许多原因,我们的事务并非仅因一两个原因就陷入这般境地;但最重要的是,如果你们正确地审视,就会发现这是由于那些宁愿迎合讨好而不愿说出最佳建议的人造成的。 雅典的公民们,这些人中的一部分人,只顾维护自己享有声望和权力的那些地位,对未来毫无远见,因此也不认为你们需要有任何远见;而另一些人,通过指责和诽谤那些负责事务的人,无非是想让城邦自己惩罚自己并专注于此,从而使腓力能够自由地做他想做的任何事情,说他想说的任何话。
§3αἱ δὲ τοιαῦται πολιτεῖαι συνήθεις μέν εἰσιν ὑμῖν, αἴτιαι δὲ τῶν κακῶν.
\n 这样的政治习惯对你们来说是习以为常的,但它们是灾难的根源。
ἀξιῶ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ἄν τι τῶν ἀληθῶν μετὰ παρρησίας λέγω, μηδεμίαν μοι διὰ τοῦτο παρʼ ὑμῶν ὀργὴν γενέσθαι.
雅典的公民们,如果我以坦率的态度说出一些真理,我恳求你们不要因此对我产生任何愤怒。
σκοπεῖτε γὰρ ὡδί. ὑμεῖς τὴν παρρησίαν ἐπὶ μὲν τῶν ἄλλων οὕτω κοινὴν οἴεσθε δεῖν εἶναι πᾶσι τοῖς ἐν τῇ πόλει, ὥστε καὶ τοῖς ξένοις καὶ τοῖς δούλοις αὐτῆς μεταδεδώκατε, καὶ πολλοὺς ἄν τις οἰκέτας ἴδοι παρʼ ἡμῖν μετὰ πλείονος ἐξουσίας ὅ τι βούλονται λέγοντας ἢ πολίτας ἐν ἐνίαις τῶν ἄλλων πόλεων, ἐκ δὲ τοῦ συμβουλεύειν παντάπασιν ἐξεληλάκατε.
因为请你们这样考虑:你们认为在其他事务上,言论自由应该是城邦中所有人共同享有的,以至于你们甚至将其分享给了外邦人和奴隶,人们在我们这里甚至可以看到许多家仆在说话时比其他一些城邦的公民拥有更大的自由;然而,你们却将言论自由完全从国家建言中驱逐了出去。
§4εἶθʼ ὑμῖν συμβέβηκεν ἐκ τούτου ἐν μὲν ταῖς ἐκκλησίαις τρυφᾶν καὶ κολακεύεσθαι πάντα πρὸς ἡδονὴν ἀκούουσιν, ἐν δὲ τοῖς πράγμασι καὶ τοῖς γιγνομένοις περὶ τῶν ἐσχάτων ἤδη κινδυνεύειν.
\n 结果,由此对你们造成的影响是:在公民大会上,你们受到纵容和谄媚,听到的全都是顺耳之言,但在实际的事务和正在发生的事情中,你们已经面临着最终的危险。
εἰ μὲν οὖν καὶ νῦν οὕτω διάκεισθε, οὐκ ἔχω τί λέγω· εἰ δʼ ἃ συμφέρει χωρὶς κολακείας ἐθελήσετʼ ἀκούειν, ἕτοιμος λέγειν.
因此,如果你们现在仍然持有这种态度,我无话可说;但如果你们愿意抛开谄媚听取有益的建议,我已准备好发言。
καὶ γὰρ εἰ πάνυ φαύλως τὰ πράγματʼ ἔχει καὶ πολλὰ προεῖται, ὅμως ἔστιν, ἐὰν ὑμεῖς τὰ δέοντα ποιεῖν βούλησθε, ἔτι πάντα ταῦτʼ ἐπανορθώσασθαι.
因为即使我们的事务处于非常糟糕的境地,并且有许多东西已经被放弃,但如果你们愿意做应当做的事情,仍然有可能挽回这一切。
§5καὶ παράδοξον μὲν ἴσως ἐστὶν ὃ μέλλω λέγειν, ἀληθὲς δέ· τὸ χείριστον ἐν τοῖς παρεληλυθόσι, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει.
\n 我将要说的话也许是反常理的,但却是真实的:过去最糟糕的地方,对于未来而言正是最好的基础。
τί οὖν ἐστι τοῦτο;
那么,这是什么呢?
ὅτι οὔτε μικρὸν οὔτε μέγʼ οὐδὲν τῶν δεόντων ποιούντων ὑμῶν κακῶς τὰ πράγματʼ ἔχει, ἐπεί τοι, εἰ πάνθʼ ἃ προσῆκε πραττόντων οὕτως διέκειτο, οὐδʼ ἂν ἐλπὶς ἦν αὐτὰ γενέσθαι βελτίω.
这就是因为你们对应该做的事情——无论大小——一无所为,我们的事务才处于糟糕的境地;因为如果你们在尽了一切努力的情况下事态仍是如此,那就连变好的希望都没有了。
νῦν δὲ τῆς ῥᾳθυμίας τῆς ὑμετέρας καὶ τῆς ἀμελίας κεκράτηκε Φίλιππος, τῆς πόλεως δʼ οὐ κεκράτηκεν· οὐδʼ ἥττησθʼ ὑμεῖς, ἀλλʼ οὐδὲ κεκίνησθε.
但现在,腓力战胜的只是你们的怠惰和疏忽,他并没有战胜我们的城邦;你们不仅没有被打败,甚至连动都没有动一下。
§6εἰ μὲν οὖν ἅπαντες ὡμολογοῦμεν Φίλιππον τῇ πόλει πολεμεῖν καὶ τὴν εἰρήνην παραβαίνειν, οὐδὲν ἄλλʼ ἔδει τὸν παριόντα λέγειν καὶ συμβουλεύειν ἢ ὅπως ἀσφαλέστατα καὶ ῥᾷστʼ αὐτὸν ἀμυνούμεθα·
\n 因此,如果我们大家都同意腓力正在对城邦进行战争并破坏和约,那么登台发言的人除了建议和指导我们如何最安全、最容易地抵抗他之外,就无需再说别的话了。
ἐπειδὴ δʼ οὕτως ἀτόπως ἔνιοι διάκεινται, ὥστε πόλεις καταλαμβάνοντος ἐκείνου καὶ πολλὰ τῶν ὑμετέρων ἔχοντος καὶ πάντας ἀνθρώπους ἀδικοῦντος ἀνέχεσθαί τινων ἐν ταῖς ἐκκλησίαις λεγόντων πολλάκις ὡς ἡμῶν τινές εἰσιν οἱ ποιοῦντες τὸν πόλεμον, ἀνάγκη φυλάττεσθαι καὶ διορθοῦσθαι περὶ τούτου·
但是,既然有些人的态度是如此反常,以至于在腓力占领诸城邦、夺取你们的许多财产并危害所有人的时候,他们竟然容忍一些人在公民大会上屡次声称是我们中的某些人制造了战争,这就使我们有必要保持警惕并对此予以纠正。