§16καίτοι ταῦτα πράττων τί ἐποίει;
然而他在做这些事时,是在做什么呢?
εἰρήνην μὲν γὰρ ὠμωμόκει.
因为他曾对和平起誓。
καὶ μηδεὶς εἴπῃ,
τί δὲ ταῦτʼ ἐστίν, ἢ τί τούτων μέλει τῇ πόλει;
请不要有人说:“这些事算什么,或者城邦何必在意这些呢?
εἰ μὲν γὰρ μικρὰ ταῦτα, ἢ μηδὲν ὑμῖν αὐτῶν ἔμελεν, ἄλλος ἂν εἴη λόγος οὗτος·
”因为如果这些是微不足道的小事,或者你们根本不在意,那将是另外一回事。
τὸ δʼ εὐσεβὲς καὶ τὸ δίκαιον, ἄν τʼ ἐπὶ μικροῦ τις ἄν τʼ ἐπὶ μείζονος παραβαίνῃ, τὴν αὐτὴν ἔχει δύναμιν.
但是虔敬与正义,无论人们是在小事上还是在大事上违反它们,都具有同样的分量。
φέρε δὴ νῦν, ἡνίκʼ εἰς Χερρόνησον, ἣν βασιλεὺς καὶ πάντες οἱ Ἕλληνες ὑμετέραν ἐγνώκασιν εἶναι, ξένους εἰσπέμπει καὶ βοηθεῖν ὁμολογεῖ καὶ ἐπιστέλλει ταῦτα, τί ποιεῖ;
且看现在,当他向波斯国王和所有希腊人都承认属于你们的赫尔松尼苏斯派遣雇佣军,并承认予以援助、发出此类信件时,他是在做什么呢?
§17φησὶ μὲν γὰρ οὐ πολεμεῖν, ἐγὼ δὲ τοσούτου δέω ταῦτα ποιοῦντʼ ἐκεῖνον ἄγειν ὁμολογεῖν τὴν πρὸς ὑμᾶς εἰρήνην, ὥστε καὶ Μεγάρων ἁπτόμενον κἀν Εὐβοίᾳ τυραννίδα κατασκευάζοντα καὶ νῦν ἐπὶ Θρᾴκην παριόντα καὶ τἀν Πελοποννήσῳ σκευωρούμενον καὶ πάνθʼ ὅσα πράττει μετὰ τῆς δυνάμεως ποιοῦντα, λύειν φημὶ τὴν εἰρήνην καὶ πολεμεῖν ὑμῖν, εἰ μὴ καὶ τοὺς τὰ μηχανήματʼ ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν.
因为他固间声称没有进行战争,但我绝不承认他在做这些事时是和你们维持和平,相反,我断言,通过对麦加拉下手、在埃维亚建立独裁政权、如今又向色雷斯推进、在伯罗奔尼撒煽动阴谋,并且动用其军队进行他所做的一切,他是在破坏和平并对你们进行战争——除非你们也认为,那些架起攻城器械的人是在维持和平,直到他们把器械直接推到城墙下。
ἀλλʼ οὐ φήσετε·
但你们不会这样说的。
ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος, οὗτος ἐμοὶ πολεμεῖ, κἂν μήπω βάλλῃ μηδὲ τοξεύῃ.
因为凡是采取行动并准备那些可以用来俘获我的手段的人,此人就已经在对我进行战争,即使他尚未放箭或投枪。
§18τίσιν οὖν ὑμεῖς κινδυνεύσαιτʼ ἄν, εἴ τι γένοιτο;
那么,如果发生变故,你们将面临什么危险?
τῷ τὸν Ἑλλήσποντον ἀλλοτριωθῆναι, τῷ Μεγάρων καὶ τῆς Εὐβοίας τὸν πολεμοῦνθʼ ὑμῖν γενέσθαι κύριον, τῷ Πελοποννησίους τἀκείνου φρονῆσαι.
面临赫勒斯朋被夺走,面临对你们进行战争的人掌控麦加拉和埃维亚,面临伯罗奔尼撒人倒向他。
εἶτα τὸν τοῦτο τὸ μηχάνημʼ ἐπὶ τὴν πόλιν ἱστάντα, τοῦτον εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς;
那么,我该说这个对城邦架起攻城器械的人,是在和你们维持和平吗?
§19πολλοῦ γε καὶ δεῖ, ἀλλʼ ἀφʼ ἧς ἡμέρας ἀνεῖλε Φωκέας, ἀπὸ ταύτης ἔγωγʼ αὐτὸν πολεμεῖν ὁρίζομαι.
绝非如此! 相反,从他灭亡福基斯人的那天起,我就认定他是在进行战争。
ὑμᾶς δʼ, ἐὰν ἀμύνησθʼ ἤδη, σωφρονήσειν φημί, ἐὰν δʼ ἐάσητε, οὐδὲ τοῦθʼ ὅταν βούλησθε δυνήσεσθαι ποιῆσαι.
我断言,如果你们现在进行自卫,你们将是明智的;但如果你们听之任之,那么当你们想要自卫时,甚至都无法做到了。
καὶ τοσοῦτόν γʼ ἀφέστηκα τῶν ἄλλων, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν συμβουλευόντων, ὥστʼ οὐδὲ δοκεῖ μοι περὶ Χερρονήσου νῦν σκοπεῖν οὐδὲ Βυζαντίου, ἀλλʼ ἐπαμῦναι μὲν τούτοις, §20καὶ διατηρῆσαι μή τι πάθωσι, καὶ τοῖς οὖσιν ἐκεῖ νῦν στρατιώταις πάνθʼ ὅσων ἂν δέωνται ἀποστεῖλαι, βουλεύεσθαι μέντοι περὶ πάντων τῶν Ἑλλήνων ὡς ἐν κινδύνῳ μεγάλῳ καθεστώτων.
雅典的公民们,我与其他的建言者们意见相左,以至于我认为现在甚至不该仅考虑赫尔松尼苏斯或拜占庭,而是应当援助他们,并保护他们免受伤害,向现在那里的士兵送去他们所需的一切,然而同时也要把所有希腊人视作处于巨大危险之中来进行谋划。
βούλομαι δʼ εἰπεῖν πρὸς ὑμᾶς ἐξ ὧν ὑπὲρ τῶν πραγμάτων οὕτω φοβοῦμαι, ἵνʼ, εἰ μὲν ὀρθῶς λογίζομαι, μετάσχητε τῶν λογισμῶν καὶ πρόνοιάν τινʼ ὑμῶν γʼ αὐτῶν, εἰ μὴ καὶ τῶν ἄλλων ἄρα βούλεσθε, ποιήσησθε, ἂν δὲ ληρεῖν καὶ τετυφῶσθαι δοκῶ, μήτε νῦν μήτʼ αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.
我想向你们说明我为何对局势如此担忧,以便如果我的推论正确,你们可以分享我的想法,并为你们自己做些防备(如果你们不想为其他人防备的话);但如果我看起来是在胡言乱语、神志不清,那么无论现在还是以后,都请不要把我当作一个清醒的人来对待。
§21ὅτι μὲν δὴ μέγας ἐκ μικροῦ καὶ ταπεινοῦ τὸ κατʼ ἀρχὰς Φίλιππος ηὔξηται, καὶ ἀπίστως καὶ στασιαστικῶς ἔχουσι πρὸς αὑτοὺς οἱ Ἕλληνες, καὶ ὅτι πολλῷ παραδοξότερον ἦν τοσοῦτον αὐτὸν ἐξ ἐκείνου γενέσθαι ἢ νῦν, ὅθʼ οὕτω πολλὰ προείληφε, καὶ τὰ λοιπὰ ὑφʼ αὑτῷ ποιήσασθαι, καὶ πάνθʼ ὅσα τοιαῦτʼ ἂν ἔχοιμι διεξελθεῖν, παραλείψω.
至于腓力如何从起初的微小卑微变得强大,希腊人如何彼此猜忌、陷入内讧,以及与现在他已经夺取了如此多东西、要把剩下的一切也据为己有相比,他当初从那样的起点变得如此伟大要令人意外得多,凡此种种我可以详述的事情,我都将予以省略。
§22ἀλλʼ ὁρῶ συγκεχωρηκότας ἅπαντας ἀνθρώπους, ἀφʼ ὑμῶν ἀρξαμένους, αὐτῷ, ὑπὲρ οὗ τὸν ἄλλον ἅπαντα χρόνον πάντες οἱ πόλεμοι γεγόνασιν οἱ Ἑλληνικοί.
但我看到所有人,从你们开始,都向他让步了那一特权,而这正是以往所有希腊战争所争夺的焦点。
τί οὖν ἐστι τοῦτο;
那么,这是什么呢?
τὸ ποιεῖν ὅ τι βούλεται, καὶ καθʼ ἕνʼ οὑτωσὶ περικόπτειν καὶ λωποδυτεῖν τῶν Ἑλλήνων, καὶ καταδουλοῦσθαι τὰς πόλεις ἐπιόντα.
那就是为所欲为,以这种方式一个接一个地肢解和掠夺希腊人,并在进攻中奴役他们的城市。
§23καίτοι προστάται μὲν ὑμεῖς ἑβδομήκοντʼ ἔτη καὶ τρία τῶν Ἑλλήνων ἐγένεσθε, προστάται δὲ τριάκονθʼ ἑνὸς δέοντα Λακεδαιμόνιοι· ἴσχυσαν δέ τι καὶ Θηβαῖοι τουτουσὶ τοὺς τελευταίους χρόνους μετὰ τὴν ἐν Λεύκτροις μάχην.
然而,你们曾担任希腊人的领袖长达七十三年,拉刻代蒙人曾担任领袖二十九年,底比斯人在留克特拉战役后的最近一段时期也曾拥有过一些力量。
ἀλλʼ ὅμως οὔθʼ ὑμῖν οὔτε Θηβαίοις οὔτε Λακεδαιμονίοις οὐδεπώποτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, συνεχωρήθη τοῦθʼ ὑπὸ τῶν Ἑλλήνων, ποιεῖν ὅ τι βούλοισθε, οὐδὲ πολλοῦ δεῖ·
但是,雅典的公民们,无论对你们、对底比斯人还是对拉刻代蒙人,希腊人都从未允许过这一点,即为所欲为,绝非如此;