Humanitext Reader

狄摩西尼 · 第三反腓力辞 §68-76

雅典的备战与结成反腓力同盟的呼吁

第 9 段,共 9 段 · 希腊语

内容简介

德摩斯梯尼敦促雅典人立即行动并做好防守准备,以免日后后悔。他主张雅典必须以身作则,并向其他希腊城邦及波斯国王派遣使节以建立抗击腓力的同盟。

§68καὶ μὴν ἐκεῖνό γʼ αἰσχρόν, ὕστερόν ποτʼ εἰπεῖν τίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι; νὴ τὸν Δίʼ, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι.
而且,事后再说“谁能料到会发生这种事? 指着宙斯起誓,我们本该做这做那,本不该做那那那”确实是可耻的。
πόλλʼ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πόλλʼ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι.
奥林索斯人现在可以说出许多话,如果他们当年预见到了这些,就不会灭亡;奥雷乌斯人可以说出许多,福基斯人可以说出许多,每个灭亡了的城邦都可以说出许多。
§69ἀλλὰ τί τούτων ὄφελος αὐτοῖς;
但这些对他们现在还有什么用呢?
ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρʼ ἑξῆς προθύμους εἶναι, καὶ ὅπως μήθʼ ἑκὼν μήτʼ ἄκων μηδεὶς ἀνατρέψει, τοῦτο σκοπεῖσθαι· ἐπειδὰν δʼ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή.
当船只安全时,无论它是大是小,那时就该由水夫、舵手以及每个人依次尽心尽力,并注意不让任何人——无论是故意还是无意——将船掀翻;而一旦海水漫过船只,一切努力都是徒劳。
§70καὶ ἡμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον, τί ποιῶμεν;
因此,雅典人啊,我们自己也是,只要我们还安全,拥有最大的城邦、最丰富的资源、最美好的声誉,我们该做什么呢?
πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται.
也许有人早就坐在这里想问这个问题了。
ἐγὼ νὴ Δίʼ ἐρῶ, καὶ γράψω δέ, ὥστʼ ἂν βούλησθε χειροτονήσετε.
指着宙斯起誓,我来告诉你们,而且我还要写下一份提案,以便你们愿意时予以表决通过。
αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι, τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω· καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι, ἡμῖν γʼ ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον·
首先,我们自己要进行防守和准备,我指的是用三段式战船、资金和士兵;因为即使其他所有人毫无疑问都同意当奴隶,我们也必须为自由而奋斗。
§71ταῦτα δὴ πάντʼ αὐτοὶ παρεσκευασμένοι καὶ ποιήσαντες φανερὰ τοὺς ἄλλους ἤδη παρακαλῶμεν, καὶ τοὺς ταῦτα διδάξοντας ἐκπέμπωμεν πρέσβεις πανταχοῖ, εἰς Πελοπόννησον, εἰς Ῥόδον, εἰς Χίον, ὡς βασιλέα λέγω (οὐδὲ γὰρ τῶν ἐκείνῳ συμφερόντων ἀφέστηκε τὸ μὴ τοῦτον ἐᾶσαι πάντα καταστρέψασθαι), ἵνʼ ἐὰν μὲν πείσητε, κοινωνοὺς ἔχητε καὶ τῶν κινδύνων καὶ τῶν ἀναλωμάτων, ἄν τι δέῃ, εἰ δὲ μή, χρόνους γʼ ἐμποιῆτε τοῖς πράγμασιν.
我们自己准备好这一切并将其公开展示之后,现在就去号召其他人,并向各处派遣使节去说明这些情况,去伯罗奔尼撒、去罗得岛、去希俄斯,我说甚至去国王那里(因为不让这个人征服一切也同样符合他的利益),以便如果你们能说服他们,一旦有需要,就可以有共同分担危险和开支的伙伴;即使不能,至少也能为局势争取时间。
§72ἐπειδὴ γάρ ἐστι πρὸς ἄνδρα καὶ οὐχὶ συνεστώσης πόλεως ἰσχὺν ὁ πόλεμος, οὐδὲ τοῦτʼ ἄχρηστον, οὐδʼ αἱ πέρυσιν πρεσβεῖαι περὶ τὴν Πελοπόννησον ἐκεῖναι καὶ κατηγορίαι, ἃς ἐγὼ καὶ Πολύευκτος ὁ βέλτιστος ἐκεινοσὶ καὶ Ἡγήσιππος καὶ οἱ ἄλλοι πρέσβεις περιήλθομεν, καὶ ἐποιήσαμεν ἐπισχεῖν ἐκεῖνον καὶ μήτʼ ἐπʼ Ἀμβρακίαν ἐλθεῖν μήτʼ εἰς Πελοπόννησον ὁρμῆσαι.
因为既然这场战争是针对一个人,而不是针对一个联合城邦的力量,那么这样做也并非无用,去年去伯罗奔尼撒的那些使节以及那些指控也并非无用,我、那边那位最优秀的波吕埃乌克托斯、赫格西波斯以及其他使节曾巡回游说,使那个人停下脚步,既没有进攻安布拉基亚,也没有冲向伯罗奔尼撒。
§73οὐ μέντοι λέγω μηδὲν αὐτοὺς ὑπὲρ αὑτῶν ἀναγκαῖον ἐθέλοντας ποιεῖν, τοὺς ἄλλους παρακαλεῖν· καὶ γὰρ εὔηθες τὰ οἰκεῖʼ αὐτοὺς προϊεμένους τῶν ἀλλοτρίων φάσκειν κήδεσθαι, καὶ τὰ παρόντα περιορῶντας ὑπὲρ τῶν μελλόντων τοὺς ἄλλους φοβεῖν.
然而,我绝不是说,在我们自己不愿为自身做任何必要的事情时,却去号召其他人;因为放任自己的事务不管,却声称关心别人的事务,无视眼前的危机,却用未来的事情去吓唬别人,这是愚蠢的。
οὐ λέγω ταῦτα, ἀλλὰ τοῖς μὲν ἐν Χερρονήσῳ χρήματʼ ἀποστέλλειν φημὶ δεῖν καὶ τἄλλʼ ὅσʼ ἀξιοῦσι ποιεῖν, αὐτοὺς δὲ παρασκευάζεσθαι, τοὺς δʼ ἄλλους Ἕλληνας συγκαλεῖν, συνάγειν, διδάσκειν, νουθετεῖν· ταῦτʼ ἐστὶν πόλεως ἀξίωμʼ ἐχούσης ἡλίκον ὑμῖν ὑπάρχει.
我不是这个意思,而是说我们必须向赫尔索尼苏斯的人民运送资金,并做他们所要求的一切,我们自己做好准备,同时召集、团结、教导和告诫其他希腊人:这才是一个拥有像你们这样崇高威信的城邦所应有的作为。
§74εἰ δʼ οἴεσθε Χαλκιδέας τὴν Ἑλλάδα σώσειν ἢ Μεγαρέας, ὑμεῖς δʼ ἀποδράσεσθαι τὰ πράγματα, οὐκ ὀρθῶς οἴεσθε· ἀγαπητὸν γὰρ ἐὰν αὐτοὶ σῴζωνται τούτων ἑκάστοις.
但如果你们认为哈尔基斯人或麦加拉人会拯救希腊,而你们自己则逃避这些事务,那你们就想错了;因为对他们每个人来说,如果自己能保全,就已经是万幸了。
ἀλλʼ ὑμῖν τοῦτο πρακτέον· ὑμῖν οἱ πρόγονοι τοῦτο τὸ γέρας ἐκτήσαντο καὶ κατέλιπον μετὰ πολλῶν καὶ μεγάλων κινδύνων.
但这是你们必须做的事:你们的祖先付出了许多巨大的危险,才赢得了这一特权并留给了你们。
§75εἰ δʼ ὃ βούλεται ζητῶν ἕκαστος καθεδεῖται, καὶ ὅπως μηδὲν αὐτὸς ποιήσει σκοπῶν, πρῶτον μὲν οὐδὲ μήποθʼ εὕρῃ τοὺς ποιήσοντας, ἔπειτα δέδοιχʼ ὅπως μὴ πάνθʼ ἅμʼ ὅσʼ οὐ βουλόμεθα ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται.
如果每个人只一味追求自己所想的而坐视不理,并只考虑自己如何什么都不做,那么,首先,他永远也找不到替他做事的人;其次,我担心我们最不愿做的一切事情,将会同时被迫由我们自己来做。
§76ἐγὼ μὲν δὴ ταῦτα λέγω, ταῦτα γράφω· καὶ οἴομαι καὶ νῦν ἔτʼ ἐπανορθωθῆναι ἂν τὰ πράγματα τούτων γιγνομένων.
这就是我所说的,这就是我所提案的;而且我认为,如果这些事情得以实行,即使是现在,局势仍然可以得到挽救。
εἰ δέ τις ἔχει τούτων τι βέλτιον, λεγέτω καὶ συμβουλευέτω.
如果有人有比这更好的建议,请说出来并提供咨询。
ὅ τι δʼ ὑμῖν δόξει, τοῦτʼ, ὦ πάντες θεοί, συνενέγκοι.
至于你们将做出的决定,诸位神明啊,但愿能带来福祉!

词汇与语法注释

  1. 68ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο — 表示与过去事实相反的虚拟条件句(“如果当时预见到了,就不会灭亡了”),由 εἰ 搭配直陈式过去时(aorist 词干的中动不定过去时 προείδοντο),以及 ἄν 搭配直陈式过去时(aorist 词干的 ἀπώλοντο)构成。关系代词 ἅ 在关系从句中作为归结从句的宾语。
  2. 70ὥστʼ ἂν βούλησθε χειροτονήσετε — 由 ὥστε 引导的结果从句,搭配将来直陈式(χειροτονήσετε,第二人称复数),表示未来确定的结果(“因此,如果你们愿意,你们就会表决通过”)。插入的条件从句 ἂν βούλησθε 是 ἄν(即 ἐάν)搭配虚拟式现在时,表示未来的假设。
  3. 71τοὺς ταῦτα διδάξοντας — 带冠词的将来主动分词(τοὺς δ动作者),表示目的或意图,意为“去解释这些事情的人(使节)”。
  4. 75δέδοιχʼ ὅπως μὴ πάνθʼ ἅμʼ ὅσʼ οὐ βουλόμεθα ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται — 担心的动词 δέδοικα(完成时)后接 ὅπως μή 搭配将来直陈式(γενήσεται),表示对未来实际可能发生的事情的强烈担忧(“我担心,……将成为必然”),这比通常的 μή 搭配虚拟式结构更强调现实可能性。

引用这一段

狄摩西尼, 第三反腓力辞 §68-76. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg009.humanitext-grc2:68-76

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。