§59καὶ τί δεῖ τὰ πολλὰ λέγειν;
又何必多举例子呢?
ἀλλʼ ἐν Ὠρεῷ Φιλιστίδης μὲν ἔπραττε Φιλίππῳ καὶ Μένιππος καὶ Σωκράτης καὶ Θόας καὶ Ἀγαπαῖος, οἵπερ νῦν ἔχουσι τὴν πόλιν (καὶ ταῦτʼ ᾔδεσαν ἅπαντες), Εὐφραῖος δέ τις ἄνθρωπος καὶ παρʼ ἡμῖν ποτʼ ἐνθάδʼ οἰκήσας, ὅπως ἐλεύθεροι καὶ μηδενὸς δοῦλοι ἔσονται.
在奥雷乌斯,菲里斯蒂德斯、梅尼波斯、苏格拉底、托阿斯和阿加派奥斯都在为腓力效劳,正是这些人现在控制着城邦(而且大家对此都心知肚明);而埃乌普莱奥斯,一个曾和我们一起在这里居住过的人,则在力求使市民保持自由,不作任何人的奴隶。
§60οὗτος τὰ μὲν ἄλλʼ ὡς ὑβρίζετο καὶ προυπηλακίζεθʼ ὑπὸ τοῦ δήμου, πόλλʼ ἂν εἴη λέγειν· ἐνιαυτῷ δὲ πρότερον τῆς ἁλώσεως ἐνέδειξεν ὡς προδότην τὸν Φιλιστίδην καὶ τοὺς μετʼ αὐτοῦ, αἰσθόμενος ἃ πράττουσιν.
他在其他方面如何受到民众的侮辱和践踏,说起来话就长了;但在落城前一年,他察觉到他们的所作所为,便指控菲里斯蒂德斯及其同伙为叛徒。
συστραφέντες δʼ ἄνθρωποι πολλοὶ καὶ χορηγὸν ἔχοντες Φίλιππον καὶ πρυτανευόμενοι ἀπάγουσι τὸν Εὐφραῖον εἰς τὸ δεσμωτήριον, ὡς συνταράττοντα τὴν πόλιν.
然而,许多人纠集在一起,以腓力为后台并听其指挥,将埃乌普莱奥斯押入监狱,理由是他扰乱城邦秩序。
§61ὁρῶν δὲ ταῦθʼ ὁ δῆμος ὁ τῶν Ὠρειτῶν, ἀντὶ τοῦ τῷ μὲν βοηθεῖν, τοὺς δʼ ἀποτυμπανίσαι, τοῖς μὲν οὐκ ὠργίζετο, τὸν δʼ ἐπιτήδειον ταῦτα παθεῖν ἔφη καὶ ἐπέχαιρεν.
奥雷乌斯的人民看到这一切,不仅没有去营救他并打死那些叛徒,反而不对那些人发怒,却说埃乌普莱奥斯遭受这种待遇是罪有应得,并在一旁幸灾乐祸。
μετὰ ταῦθʼ οἱ μὲν ἐπʼ ἐξουσίας ὁπόσης ἐβούλοντʼ ἔπραττον ὅπως ἡ πόλις ληφθήσεται, καὶ κατεσκευάζοντο τὴν πρᾶξιν· τῶν δὲ πολλῶν εἴ τις αἴσθοιτο, ἐσίγα καὶ κατεπέπληκτο, τὸν Εὐφραῖον οἷʼ ἔπαθεν μεμνημένοι.
此后,那些人便为所欲为地策划如何夺取城邦,并为这一行动做准备;而大众之中即使有人察觉,也因记住埃乌普莱奥斯的遭遇而保持沉默并惊恐万状。
οὕτω δʼ ἀθλίως διέκειντο, ὥστʼ οὐ πρότερον ἐτόλμησεν οὐδεὶς τοιούτου κακοῦ προσιόντος ῥῆξαι φωνήν, πρὶν διασκευασάμενοι πρὸς τὰ τείχη προσῇσαν οἱ πολέμιοι· τηνικαῦτα δʼ οἱ μὲν ἠμύνοντο, οἱ δὲ προὐδίδοσαν.
他们处于如此悲惨的境地,以至于在这种灾难临头之际,竟无一人敢发出声音,直到敌军做好一切准备逼近城墙;那时,才有人防守,而有人背叛。
§62τῆς πόλεως δʼ οὕτως ἁλούσης αἰσχρῶς καὶ κακῶς οἱ μὲν ἄρχουσι καὶ τυραννοῦσι, τοὺς τότε σῴζοντας ἑαυτοὺς καὶ τὸν Εὐφραῖον ἑτοίμους ὁτιοῦν ποιεῖν ὄντας τοὺς μὲν ἐκβαλόντες, τοὺς δʼ ἀποκτείναντες, ὁ δʼ Εὐφραῖος ἐκεῖνος ἀπέσφαξεν ἑαυτόν, ἔργῳ μαρτυρήσας ὅτι καὶ δικαίως καὶ καθαρῶς ὑπὲρ τῶν πολιτῶν ἀνθειστήκει Φιλίππῳ.
城邦就这样可耻而悲惨地沦陷了,那些人现在实行统治和僭主统治;他们将当时试图自救、并与埃乌普莱奥斯一样准备付出任何代价的人,有的驱逐,有的杀害;而那个埃乌普莱奥斯则自刎身亡,用行动证明了他曾既公正又纯洁地为了公民们对抗腓力。
§63τί οὖν ποτʼ αἴτιον, θαυμάζετʼ ἴσως, τὸ καὶ τοὺς Ὀλυνθίους καὶ τοὺς Ἐρετριέας καὶ τοὺς Ὠρείτας ἥδιον πρὸς τοὺς ὑπὲρ Φιλίππου λέγοντας ἔχειν ἢ τοὺς ὑπὲρ αὑτῶν;
那么,你们也许会纳闷,究竟是什么原因,使得奥林索斯人、埃雷特里亚人和奥雷乌斯人,都更乐意听从那些为腓力说话的人,而不是那些为他们自己说话的人?
ὅπερ καὶ παρʼ ὑμῖν, ὅτι τοῖς μὲν ὑπὲρ τοῦ βελτίστου λέγουσιν οὐδὲ βουλομένοις ἔνεστιν ἐνίοτε πρὸς χάριν οὐδὲν εἰπεῖν· τὰ γὰρ πράγματʼ ἀνάγκη σκοπεῖν ὅπως σωθήσεται· οἱ δʼ ἐν αὐτοῖς οἷς χαρίζονται Φιλίππῳ συμπράττουσιν.
这和在你们当中的原因一样:那些为了最优秀利益而说话的人,有时即使想讨好,也无法说出任何讨好的话——因为他们必须考虑如何拯救城邦;而另一些人,则在那些讨好腓力的事情上,实际上是在协助腓力。
§64εἰσφέρειν ἐκέλευον, οἱ δʼ οὐδὲν δεῖν ἔφασαν· πολεμεῖν καὶ μὴ πιστεύειν, οἱ δʼ ἄγειν εἰρήνην, ἕως ἐγκατελήφθησαν.
前者呼吁纳税,后者则说没有必要;前者主张作战且不可信任敌人,后者主张保持和平,直到被逼入绝境。
τἄλλα τὸν αὐτὸν τρόπον οἶμαι πάνθʼ, ἵνα μὴ καθʼ ἕκαστα λέγω· οἱ μὲν ἐφʼ οἷς χαριοῦνται, ταῦτʼ ἔλεγον, οἱ δʼ ἐξ ὧν ἔμελλον σωθήσεσθαι.
我认为其他所有事情都是同样的情况,我就不一一细说了:一派说的是能讨好民众的话,另一派说的则是能使民众得救的话。
πολλὰ δὲ καὶ τὰ τελευταῖα οὐχ οὕτως πρὸς χάριν οὐδὲ διʼ ἄγνοιαν οἱ πολλοὶ προσίεντο, ἀλλʼ ὑποκατακλινόμενοι, ἐπειδὴ τοῖς ὅλοις ἡττᾶσθαι ἐνόμιζον.
而在最后阶段,大众接受了许多事情,并非为了讨好或出于无知,而是因为认为大局已去,从而屈服和顺从。
§65ὃ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω δέδοικʼ ἐγὼ μὴ πάθηθʼ ὑμεῖς, ἐπειδὰν εἰδῆτʼ ἐκλογιζόμενοι μηδὲν ἔθʼ ὑμῖν ἐνόν.
指着宙斯和阿波罗起誓,我所担心的正是你们也会遭受这种命运,当你们通过计算发现自己已无路可走的时候。
καίτοι μὴ γένοιτο μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματʼ ἐν τούτῳ·
然而,雅典人啊,但愿事态绝不至于发展到这种地步!
τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππου καὶ προέσθαι τῶν ὑπὲρ ὑμῶν λεγόντων τινάς.
哪怕死上一万次,也比因谄媚腓力而做任何事、或放弃那些为你们利益说话的人要好得多。
καλήν γʼ οἱ πολλοὶ νῦν ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν αὑτούς, τὸν δʼ Εὐφραῖον ἐώθουν· §66καλήν γʼ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασε, Κλειτάρχῳ δʼ ἐνέδωκεν αὑτόν· δουλεύουσί γε μαστιγούμενοι καὶ σφαττόμενοι.
奥雷乌斯的大多数人如今确实得到了“优厚”的回报,因为他们把自身托付给腓力的朋友,却把埃乌普莱奥斯推开;埃雷特里亚的人民也得到了“优厚”的回报,因为他们赶走了你们的使节,将自己交托给克莱塔科斯;他们如今正遭受鞭笞和屠杀,沦为奴隶!
καλῶς Ὀλυνθίων ἐφείσατο τῶν τὸν μὲν Λασθένην ἵππαρχον χειροτονησάντων, τὸν δʼ Ἀπολλωνίδην ἐκβαλόντων.
腓力也真是“仁慈地”宽恕了奥林索斯人,那些任命拉斯塞内斯为骑兵指挥官、却驱逐了阿波罗尼德斯的人!
§67μωρία καὶ κακία τὰ τοιαῦτʼ ἐλπίζειν, καὶ κακῶς βουλευομένους καὶ μηδὲν ὧν προσήκει ποιεῖν ἐθέλοντας, ἀλλὰ τῶν ὑπὲρ τῶν ἐχθρῶν λεγόντων ἀκροωμένους, τηλικαύτην ἡγεῖσθαι πόλιν οἰκεῖν τὸ μέγεθος ὥστε μηδέν, μηδʼ ἂν ὁτιοῦν ᾖ, δεινὸν πείσεσθαι.
抱有这样的希望是愚蠢和懦弱的,在决策错误、不愿履行任何职责,反而倾听那些为敌人说话的人的同时,却认为自己居住在一个面积如此庞大的城邦,以至于无论发生什么,都绝不会遭受任何可怕的灾难。