← デモステネス

第九弁論 ピリッポス弾劾 第三演説

§68-76

アテナイ自身の軍備と対フィリッポス同盟の結成

デモステネスは、将来の後悔を避けるためにアテナイが今すぐ防備を固めて主体的に行動すべきであると説き、自らが範を示した上で他のギリシア諸国やペルシア王に使節を送って同盟を築き、フィリッポスに立ち向かうべきであると強く訴える。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§68

καὶ μὴν ἐκεῖνό γʼ αἰσχρόν, ὕστερόν ποτʼ εἰπεῖν τίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι; νὴ τὸν Δίʼ, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι. πόλλʼ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο·1 πόλλʼ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι.

そして実に、後になってから「いったい誰がこのような事態になると予想しただろうか。ゼウスにかけて、これこれのことをすべきであったし、これこれのことをすべきではなかったのだ」などと言うことは、恥ずべきことである。 オリュントス人たちも、もし当時予見していたなら滅びずに済んだであろう多くのことを、今なら語ることができるだろう。オレオス人たちも多くを、フォキス人たちも多くを、滅び去った人々のそれぞれが多くを語ることができるだろう。

§69

ἀλλὰ τί τούτων ὄφελος αὐτοῖς; ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρʼ ἑξῆς προθύμους εἶναι, καὶ ὅπως μήθʼ ἑκὼν μήτʼ ἄκων μηδεὶς ἀνατρέψει, τοῦτο σκοπεῖσθαι· ἐπειδὰν δʼ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή.

しかし、それらのことが今さら彼らにとって何の役に立つというのか。船が救われている間は、それが大きいものであれ小さいものであれ、その時こそ水夫も船長も、またすべての者が順々に熱心であり、誰も意図的にも不意にも船を覆すことのないよう、このことを警戒すべきである。しかし、ひとたび波が船を越えてしまえば、努力は徒労に帰す。

§70

καὶ ἡμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον, τί ποιῶμεν; πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται. ἐγὼ νὴ Δίʼ ἐρῶ, καὶ γράψω δέ, ὥστʼ ἂν βούλησθε χειροτονήσετε.2 αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι, τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω· καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι, ἡμῖν γʼ ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον·

したがって、アテナイの皆さん、私たちもまた、無事であるうちに、最も偉大な都市、最も多くの資金、最も輝かしい名誉を擁しているが、いったい何をすべきだろうか。おそらく誰かがずっと前から、喜んで質問したいと思って座っているだろう。ゼウスにかけて、私はそれを語ろう。そして決議案も書こう。あなたがたが望むなら、それを可決するがよい。まず自分自身が防戦し、準備を整えることだ。私が言っているのは、三段櫂船、資金、そして兵士をもってのことである。なぜなら、万一他のすべての者が奴隷になることを容認したとしても、私たちだけは自由のために戦わねばならないからだ。

§71

ταῦτα δὴ πάντʼ αὐτοὶ παρεσκευασμένοι καὶ ποιήσαντες φανερὰ τοὺς ἄλλους ἤδη παρακαλῶμεν, καὶ τοὺς ταῦτα διδάξοντας3 ἐκπέμπωμεν πρέσβεις πανταχοῖ, εἰς Πελοπόννησον, εἰς Ῥόδον, εἰς Χίον, ὡς βασιλέα λέγω (οὐδὲ γὰρ τῶν ἐκείνῳ συμφερόντων ἀφέστηκε τὸ μὴ τοῦτον ἐᾶσαι πάντα καταστρέψασθαι), ἵνʼ ἐὰν μὲν πείσητε, κοινωνοὺς ἔχητε καὶ τῶν κινδύνων καὶ τῶν ἀναλωμάτων, ἄν τι δέῃ, εἰ δὲ μή, χρόνους γʼ ἐμποιῆτε τοῖς πράγμασιν.

これらすべてを自分たちで準備し、またそれらを公に示した上で、今や他のギリシア人たちに呼びかけよう。そしてこれらを説明するための使節を、ペロポネソス、ロドス、キオス、さらには王のもとへと、あらゆる場所に派遣しよう(というのも、あの男にすべてを征服させないことは、王自身の利益からも外れてはいないからだ)。そうすれば、もし説得できれば、必要が生じた際に危険も費用も分担する仲間を得ることになり、そうでなくとも、事態に時間的猶予をもたらすことができるからである。

§72

ἐπειδὴ γάρ ἐστι πρὸς ἄνδρα καὶ οὐχὶ συνεστώσης πόλεως ἰσχὺν ὁ πόλεμος, οὐδὲ τοῦτʼ ἄχρηστον, οὐδʼ αἱ πέρυσιν πρεσβεῖαι περὶ τὴν Πελοπόννησον ἐκεῖναι καὶ κατηγορίαι, ἃς ἐγὼ καὶ Πολύευκτος ὁ βέλτιστος ἐκεινοσὶ καὶ Ἡγήσιππος καὶ οἱ ἄλλοι πρέσβεις περιήλθομεν, καὶ ἐποιήσαμεν ἐπισχεῖν ἐκεῖνον καὶ μήτʼ ἐπʼ Ἀμβρακίαν ἐλθεῖν μήτʼ εἰς Πελοπόννησον ὁρμῆσαι.

なぜなら、戦争は一個の人間に対するものであって、団結した都市の力に対するものではないから、このことも無益ではない。昨年ペロポネソス周辺で行われたあの使節派遣と非難も無益ではなかった。私や、あそこにいる極めて優れたポリュエウクトス、ヘゲシッポス、その他の使節たちが巡回し、あの男を立ち止まらせ、アムブラキアに進軍することもペロポネソスへ突入することもさせなかったのだから。

§73

οὐ μέντοι λέγω μηδὲν αὐτοὺς ὑπὲρ αὑτῶν ἀναγκαῖον ἐθέλοντας ποιεῖν, τοὺς ἄλλους παρακαλεῖν· καὶ γὰρ εὔηθες τὰ οἰκεῖʼ αὐτοὺς προϊεμένους τῶν ἀλλοτρίων φάσκειν κήδεσθαι, καὶ τὰ παρόντα περιορῶντας ὑπὲρ τῶν μελλόντων τοὺς ἄλλους φοβεῖν. οὐ λέγω ταῦτα, ἀλλὰ τοῖς μὲν ἐν Χερρονήσῳ χρήματʼ ἀποστέλλειν φημὶ δεῖν καὶ τἄλλʼ ὅσʼ ἀξιοῦσι ποιεῖν, αὐτοὺς δὲ παρασκευάζεσθαι, τοὺς δʼ ἄλλους Ἕλληνας συγκαλεῖν, συνάγειν, διδάσκειν, νουθετεῖν· ταῦτʼ ἐστὶν πόλεως ἀξίωμʼ ἐχούσης ἡλίκον ὑμῖν ὑπάρχει.

ただし、自分たち自身は自らのために必要なことを何一つ行おうとしないままで、他者に呼びかけるべきだと言っているのではない。なぜなら、自分自身の事柄を放棄しておきながら、他人の事柄を気にかけていると主張したり、現在の事態を傍観していながら、将来のことについて他者を脅かしたりするのは愚かなことだからである。私はそのようなことを言っているのではない。そうではなく、ヘルソネソスの人々には資金を送り、彼らが要求する他のすべてのことを行うべきであり、自分たち自身も準備を整え、他のギリシア人たちを呼び集め、団結させ、教え、諭すべきであると主張しているのだ。これこそが、あなたがたが擁しているほどの威信を持つ都市にふさわしいことである。

§74

εἰ δʼ οἴεσθε Χαλκιδέας τὴν Ἑλλάδα σώσειν ἢ Μεγαρέας, ὑμεῖς δʼ ἀποδράσεσθαι τὰ πράγματα, οὐκ ὀρθῶς οἴεσθε· ἀγαπητὸν γὰρ ἐὰν αὐτοὶ σῴζωνται τούτων ἑκάστοις. ἀλλʼ ὑμῖν τοῦτο πρακτέον· ὑμῖν οἱ πρόγονοι τοῦτο τὸ γέρας ἐκτήσαντο καὶ κατέλιπον μετὰ πολλῶν καὶ μεγάλων κινδύνων.

もしあなたがたが、ハルキス人やメガラ人がギリシアを救い、あなたがた自身は事態から逃れることができると考えているなら、それは正しくない。なぜなら、彼らのそれぞれにとっては、自分たち自身が救われるだけでも有り難いことだからである。そうではなく、これはあなたがたが成すべきことなのだ。あなたがたの祖先が、多くの大きな危険を伴いながらこの特権を獲得し、あなたがたに残したのであるから。

§75

εἰ δʼ ὃ βούλεται ζητῶν ἕκαστος καθεδεῖται, καὶ ὅπως μηδὲν αὐτὸς ποιήσει σκοπῶν, πρῶτον μὲν οὐδὲ μήποθʼ εὕρῃ τοὺς ποιήσοντας, ἔπειτα δέδοιχʼ ὅπως μὴ πάνθʼ ἅμʼ ὅσʼ οὐ βουλόμεθα ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται.4

もし、各人が自分の望むことばかりを追い求めて何もしないままで座り、自分が何もしなくて済む方法ばかりを考えているなら、第一に、代わりにそれを行ってくれる者など決して見つからないだろう。第二に、私たちが望まないことすべてを、一挙に自分たちで行わねばならない羽目になるのではないかと私は恐れる。

§76

ἐγὼ μὲν δὴ ταῦτα λέγω, ταῦτα γράφω· καὶ οἴομαι καὶ νῦν ἔτʼ ἐπανορθωθῆναι ἂν τὰ πράγματα τούτων γιγνομένων. εἰ δέ τις ἔχει τούτων τι βέλτιον, λεγέτω καὶ συμβουλευέτω. ὅ τι δʼ ὑμῖν δόξει, τοῦτʼ, ὦ πάντες θεοί, συνενέγκοι.

私はこのように語り、このように起草する。そして、これらが行われるなら、今からでも事態は好転しうると信じている。もし誰かがこれらよりも優れた案を持っているなら、それを語り、助言するがよい。あなたがたが決定することが、神々よ、どうか吉と出ますように。

構文注4 件
  1. 68ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο

    「もし当時(危機を)予見していたなら、滅びなかったであろうに」という、過去の事実に反する仮定を表す条件文(εἰ +直説法過去、帰結節は ἄν +直説法過去)。関係代名詞 ἃ の先行詞 πόλλʼ(多くのこと)は主節の動詞句(εἰπεῖν ἔχοιεν)の目的語であり、ἃ 自体は関係節内で条件節の動詞 προείδοντο の目的語である。

  2. 70ὥστʼ ἂν βούλησθε χειροτονήσετε

    ὥστε +直説法未来(あるいは接続法。ここでは χειροτονήσετε は未来直説法第2人称複数形)による結果節。「あなたがたが望むなら(決議案を)可決することになるでしょう」という、未来の確定的な結果を表す。挿入された条件節 ἂν βούλησθε は βούλομαι の接続法現在を伴う未来の仮定条件(条件小辞 ἄν は ἐάν と同義)。

  3. 71τοὺς ταῦτα διδάξοντας

    冠詞付きの未来能動態分詞(διδάξοντας、διδάσκω の未来)で、目的や意図(「これらを説明するための[人々]」「これを説得するための[使節]」)を表す形容詞的用法。

  4. 75δέδοιχʼ ὅπως μὴ πάνθʼ ἅμʼ ὅσʼ οὐ βουλόμεθα ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται

    恐れを表す動詞 δέδοικα(δείδω の完了形)の後に ὅπως μή + 未来直説法(γενήσεται)が続く構文。単なる μή + 接続法よりも、将来実際に好ましくない事態が起こる現実的な可能性に対する強い懸念や警戒を表している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
urn:cts:greekLit:tlg0014.tlg009.humanitext-grc2:68-76