§68καὶ μὴν ἐκεῖνό γʼ αἰσχρόν, ὕστερόν ποτʼ εἰπεῖν
τίς γὰρ ἂν ᾠήθη ταῦτα γενέσθαι;
And indeed, it is shameful to say later on, 'Who would have thought that this would happen?
νὴ τὸν Δίʼ, ἔδει γὰρ τὸ καὶ τὸ ποιῆσαι καὶ τὸ μὴ ποιῆσαι. πόλλʼ ἂν εἰπεῖν ἔχοιεν Ὀλύνθιοι νῦν, ἃ τότʼ εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο· πόλλʼ ἂν Ὠρεῖται, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι.
By Zeus, we ought to have done this and that, and not to have done that.' The Olynthians could now say many things which, if they had foreseen them then, they would not have perished; the Oreitans could say many, the Phocians many, each of those who have perished could say many.
§69ἀλλὰ τί τούτων ὄφελος αὐτοῖς;
But what is the use of this to them?
ἕως ἂν σῴζηται τὸ σκάφος, ἄν τε μεῖζον ἄν τʼ ἔλαττον ᾖ, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντʼ ἄνδρʼ ἑξῆς προθύμους εἶναι, καὶ ὅπως μήθʼ ἑκὼν μήτʼ ἄκων μηδεὶς ἀνατρέψει, τοῦτο σκοπεῖσθαι· ἐπειδὰν δʼ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή.
While the vessel is safe, whether it be larger or smaller, then is the time for sailor and pilot and every man in turn to be zealous, and to take care that no one, whether on purpose or by accident, capsizes it; but when the sea has overwhelmed it, their zeal is in vain.
§70καὶ ἡμεῖς τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, ἕως ἐσμὲν σῷοι, πόλιν μεγίστην ἔχοντες, ἀφορμὰς πλείστας, ἀξίωμα κάλλιστον, τί ποιῶμεν;
So we too, Athenian men, while we are safe, possessing the greatest city, the most abundant resources, and the fairest reputation, what should we do?
πάλαι τις ἡδέως ἂν ἴσως ἐρωτήσας κάθηται.
Perhaps someone has long been sitting here who would gladly ask this.
ἐγὼ νὴ Δίʼ ἐρῶ, καὶ γράψω δέ, ὥστʼ ἂν βούλησθε χειροτονήσετε.
By Zeus, I will tell you, and I will also write a decree, so that you may vote for it if you wish.
αὐτοὶ πρῶτον ἀμυνόμενοι καὶ παρασκευαζόμενοι, τριήρεσι καὶ χρήμασι καὶ στρατιώταις λέγω· καὶ γὰρ ἂν ἅπαντες δήπου δουλεύειν συγχωρήσωσιν οἱ ἄλλοι, ἡμῖν γʼ ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιστέον·
We must first defend ourselves and make preparations—I mean with triremes, money, and soldiers; for even if all other people should agree to be slaves, we at least must fight for our freedom.
§71ταῦτα δὴ πάντʼ αὐτοὶ παρεσκευασμένοι καὶ ποιήσαντες φανερὰ τοὺς ἄλλους ἤδη παρακαλῶμεν, καὶ τοὺς ταῦτα διδάξοντας ἐκπέμπωμεν πρέσβεις πανταχοῖ, εἰς Πελοπόννησον, εἰς Ῥόδον, εἰς Χίον, ὡς βασιλέα λέγω (οὐδὲ γὰρ τῶν ἐκείνῳ συμφερόντων ἀφέστηκε τὸ μὴ τοῦτον ἐᾶσαι πάντα καταστρέψασθαι), ἵνʼ ἐὰν μὲν πείσητε, κοινωνοὺς ἔχητε καὶ τῶν κινδύνων καὶ τῶν ἀναλωμάτων, ἄν τι δέῃ, εἰ δὲ μή, χρόνους γʼ ἐμποιῆτε τοῖς πράγμασιν.
Having ourselves prepared all these things and made them manifest, let us then call upon the others, and let us send ambassadors everywhere to explain these things—to the Peloponnese, to Rhodes, to Chios, and I say even to the King (for it is not far from his interests to prevent this man from conquering everything)—so that if you persuade them, you may have partners both in dangers and in expenses, if there be any need, or if not, you may at least gain time for your affairs.
§72ἐπειδὴ γάρ ἐστι πρὸς ἄνδρα καὶ οὐχὶ συνεστώσης πόλεως ἰσχὺν ὁ πόλεμος, οὐδὲ τοῦτʼ ἄχρηστον, οὐδʼ αἱ πέρυσιν πρεσβεῖαι περὶ τὴν Πελοπόννησον ἐκεῖναι καὶ κατηγορίαι, ἃς ἐγὼ καὶ Πολύευκτος ὁ βέλτιστος ἐκεινοσὶ καὶ Ἡγήσιππος καὶ οἱ ἄλλοι πρέσβεις περιήλθομεν, καὶ ἐποιήσαμεν ἐπισχεῖν ἐκεῖνον καὶ μήτʼ ἐπʼ Ἀμβρακίαν ἐλθεῖν μήτʼ εἰς Πελοπόννησον ὁρμῆσαι.
For since the war is against a single man and not against the power of a united city, even this is not useless, nor were those embassies of last year around the Peloponnese and those accusations, which I, and Polyeuctus, that most excellent man over there, and Hegesippus, and the other ambassadors went around and made, and we caused him to halt and neither to go against Ambracia nor to make a dash for the Peloponnese.
§73οὐ μέντοι λέγω μηδὲν αὐτοὺς ὑπὲρ αὑτῶν ἀναγκαῖον ἐθέλοντας ποιεῖν, τοὺς ἄλλους παρακαλεῖν· καὶ γὰρ εὔηθες τὰ οἰκεῖʼ αὐτοὺς προϊεμένους τῶν ἀλλοτρίων φάσκειν κήδεσθαι, καὶ τὰ παρόντα περιορῶντας ὑπὲρ τῶν μελλόντων τοὺς ἄλλους φοβεῖν.
However, I do not mean that we should call upon others while we ourselves are unwilling to do anything necessary for our own sake; for it is foolish to neglect our own affairs and pretend to care for those of others, and while disregarding the present, to frighten others about the future.
οὐ λέγω ταῦτα, ἀλλὰ τοῖς μὲν ἐν Χερρονήσῳ χρήματʼ ἀποστέλλειν φημὶ δεῖν καὶ τἄλλʼ ὅσʼ ἀξιοῦσι ποιεῖν, αὐτοὺς δὲ παρασκευάζεσθαι, τοὺς δʼ ἄλλους Ἕλληνας συγκαλεῖν, συνάγειν, διδάσκειν, νουθετεῖν· ταῦτʼ ἐστὶν πόλεως ἀξίωμʼ ἐχούσης ἡλίκον ὑμῖν ὑπάρχει.
I do not say this, but I say that we must send money to the men in the Chersonese and do everything else that they require, and make preparations ourselves, while summoning, assembling, instructing, and warning the other Greeks; this is what befits a city possessing such dignity as yours.
§74εἰ δʼ οἴεσθε Χαλκιδέας τὴν Ἑλλάδα σώσειν ἢ Μεγαρέας, ὑμεῖς δʼ ἀποδράσεσθαι τὰ πράγματα, οὐκ ὀρθῶς οἴεσθε· ἀγαπητὸν γὰρ ἐὰν αὐτοὶ σῴζωνται τούτων ἑκάστοις.
But if you think that the Chalcidians or the Megarians will save Greece, while you yourselves run away from the business, you do not think correctly; for it is as much as each of these can do if they save themselves.
ἀλλʼ ὑμῖν τοῦτο πρακτέον· ὑμῖν οἱ πρόγονοι τοῦτο τὸ γέρας ἐκτήσαντο καὶ κατέλιπον μετὰ πολλῶν καὶ μεγάλων κινδύνων.
But this is a task for you; your ancestors won this privilege for you and left it to you at the cost of many great dangers.
§75εἰ δʼ ὃ βούλεται ζητῶν ἕκαστος καθεδεῖται, καὶ ὅπως μηδὲν αὐτὸς ποιήσει σκοπῶν, πρῶτον μὲν οὐδὲ μήποθʼ εὕρῃ τοὺς ποιήσοντας, ἔπειτα δέδοιχʼ ὅπως μὴ πάνθʼ ἅμʼ ὅσʼ οὐ βουλόμεθα ποιεῖν ἡμῖν ἀνάγκη γενήσεται.
And if each man sits idle, seeking only what he wishes and considering only how he may do nothing himself, in the first place, he will never find anyone to do it for him, and secondly, I fear lest all those things which we do not wish to do will at once become a matter of necessity for us.
§76ἐγὼ μὲν δὴ ταῦτα λέγω, ταῦτα γράφω· καὶ οἴομαι καὶ νῦν ἔτʼ ἐπανορθωθῆναι ἂν τὰ πράγματα τούτων γιγνομένων.
This is what I say, this is what I propose; and I believe that even now our affairs can be set right if these things are done.
εἰ δέ τις ἔχει τούτων τι βέλτιον, λεγέτω καὶ συμβουλευέτω.
But if anyone has any better plan than this, let him speak and advise.
ὅ τι δʼ ὑμῖν δόξει, τοῦτʼ, ὦ πάντες θεοί, συνενέγκοι.
And whatever you decide, may it, O all ye gods, be to our advantage!