§49νυνὶ δʼ ὁρᾶτε μὲν δήπου τὰ πλεῖστα τοὺς προδότας ἀπολωλεκότας, οὐδὲν δʼ ἐκ παρατάξεως οὐδὲ μάχης γιγνόμενον·
然而现在,你们无疑看到大多数城邦已被叛徒摧毁,而没有任何事情是通过阵地战或会战决定的。
ἀκούετε δὲ Φίλιππον οὐχὶ τῷ φάλαγγʼ ὁπλιτῶν ἄγειν βαδίζονθʼ ὅποι βούλεται, ἀλλὰ τῷ ψιλούς, ἱππέας, τοξότας, ξένους, τοιοῦτον ἐξηρτῆσθαι στρατόπεδον.
你们也听说,腓力并非靠着率领重装步兵的方阵而得以进军到他想去的任何地方,而是因为他身边围绕着一支由轻装兵、骑兵、弓手和雇佣兵组成的军队。
§50ἐπειδὰν δʼ ἐπὶ τούτοις πρὸς νοσοῦντας ἐν αὑτοῖς προσπέσῃ καὶ μηδεὶς ὑπὲρ τῆς χώρας διʼ ἀπιστίαν ἐξίῃ, μηχανήματʼ ἐπιστήσας πολιορκεῖ.
每当他率领这些军队袭击内部出现分裂的城邦,且由于彼此不信任而无人出兵保卫国土时,他就会架设起攻城器械进行围攻。
καὶ σιωπῶ θέρος καὶ χειμῶνα, ὡς οὐδὲν διαφέρει, οὐδʼ ἐστὶν ἐξαίρετος ὥρα τις ἣν διαλείπει.
至于夏天还是冬天,我且不言,因为对他来说毫无区别,根本没有哪个特定的季节是他会停止行动的。
§51ταῦτα μέντοι πάντας εἰδότας καὶ λογιζομένους οὐ δεῖ προσέσθαι τὸν πόλεμον εἰς τὴν χώραν, οὐδʼ εἰς τὴν εὐήθειαν τὴν τοῦ τότε πρὸς Λακεδαιμονίους πολέμου βλέποντας ἐκτραχηλισθῆναι, ἀλλʼ ὡς ἐκ πλείστου φυλάττεσθαι τοῖς πράγμασι καὶ ταῖς παρασκευαῖς, ὅπως οἴκοθεν μὴ κινήσεται σκοποῦντας, οὐχὶ συμπλακέντας διαγωνίζεσθαι.
因此,既然大家都知道并考虑到这些情况,就绝不能让战争引入我们的国土,也不能因看到当年与斯巴达人战争的那种单纯而自寻死路。 相反,应当通过实际行动和军事准备,在尽可能远的地方加以防范,密切注视不让他离开家门,而不是与他贴身肉搏、决一死战。
§52πρὸς μὲν γὰρ πόλεμον πολλὰ φύσει πλεονεκτήμαθʼ ἡμῖν ὑπάρχει, ἄν περ, ὦ ἄνδρες Ἀθηναῖοι, ποιεῖν ἐθέλωμεν ἃ δεῖ, ἡ φύσις τῆς ἐκείνου χώρας, ἧς ἄγειν καὶ φέρειν ἔστι πολλὴν καὶ κακῶς ποιεῖν, ἄλλα μυρία·
因为就战争而言,雅典人啊,只要我们愿意履行应尽的职责,大自然就赋予了我们许多优势,比如他那片土地的地理性质,我们可以对其大部分进行掠夺和破坏,还有其他无数有利条件。
εἰς δʼ ἀγῶνα ἄμεινον ἡμῶν ἐκεῖνος ἤσκηται.
但如果是正面决战,他比我们训练得更好。
§53οὐ μόνον δὲ δεῖ ταῦτα γιγνώσκειν, οὐδὲ τοῖς ἔργοις ἐκεῖνον ἀμύνεσθαι τοῖς τοῦ πολέμου, ἀλλὰ καὶ τῷ λογισμῷ καὶ τῇ διανοίᾳ τοὺς παρʼ ὑμῖν ὑπὲρ αὐτοῦ λέγοντας μισῆσαι, ἐνθυμουμένους ὅτι οὐκ ἔνεστι τῶν τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσηθʼ ὑπηρετοῦντας ἐκείνοις.
而且我们不仅要认识到这些,不仅要在实际的战争行动中抵御他,还必须在理智和思想上,痛恨你们当中那些为他辩护的人,要记住:在你们惩罚城邦内部那些为他们效劳的人之前,是不可能战胜城邦外部的敌人的。
§54ὃ μὰ τὸν Δία καὶ τοὺς ἄλλους θεοὺς οὐ δυνήσεσθʼ ὑμεῖς ποιῆσαι, ἀλλʼ εἰς τοῦτʼ ἀφῖχθε μωρίας ἢ παρανοίας ἢ οὐκ ἔχω τί λέγω (πολλάκις γὰρ ἔμοιγʼ ἐπελήλυθε καὶ τοῦτο φοβεῖσθαι, μή τι δαιμόνιον τὰ πράγματʼ ἐλαύνῃ), ὥστε λοιδορίας, φθόνου, σκώμματος, ἧστινος ἂν τύχηθʼ ἕνεκʼ αἰτίας ἀνθρώπους μισθωτούς, ὧν οὐδʼ ἂν ἀρνηθεῖεν ἔνιοι ὡς οὐκ εἰσὶ τοιοῦτοι, λέγειν κελεύετε, καὶ γελᾶτε, ἄν τισι λοιδορηθῶσιν.
可是,指着宙斯和其他众神起誓,你们根本无法做到这一点。 相反,你们已经陷入了如此愚蠢、疯狂,或者我不知道该怎么形容的境地(因为我常常产生这样一种恐惧,是不是某种神圣的力量在推动我们的事务走向毁灭),以至于仅仅为了听取诽谤、嫉妒、嘲讽,或任何凑巧的原因,你们就命令那些被收买的人发言——他们中有些人甚至不否认自己就是这种人——并且当他们诽谤他人时,你们还报以哄笑。
§55καὶ οὐχί πω τοῦτο δεινόν, καίπερ ὂν δεινόν· ἀλλὰ καὶ μετὰ πλείονος ἀσφαλείας πολιτεύεσθαι δεδώκατε τούτοις ἢ τοῖς ὑπὲρ ὑμῶν λέγουσιν.
而且这还不是最可怕的,尽管它已经足够可怕;你们甚至允许这些人以比那些为你们利益说话的人大得多的安全感来参与政治。
καίτοι θεάσασθε ὅσας συμφορὰς παρασκευάζει τὸ τῶν τοιούτων ἐθέλειν ἀκροᾶσθαι.
然而,请看一看,乐于倾听这种人的言论会带来多少灾难。
λέξω δʼ ἔργα ἃ πάντες εἴσεσθε.
我将讲述你们大家都会认同的事实。
§56ἦσαν ἐν Ὀλύνθῳ τῶν ἐν τοῖς πράγμασιν τινὲς μὲν Φιλίππου καὶ πάνθʼ ὑπηρετοῦντες ἐκείνῳ, τινὲς δὲ τοῦ βελτίστου καὶ ὅπως μὴ δουλεύσουσιν οἱ πολῖται πράττοντες.
在奥林索斯,参政的人当中,有些人属于腓力一派,并在一切事上为他效劳;另一些人则为了最优秀的利益而奋斗,力求使公民不致沦为奴隶。
πότεροι δὴ τὴν πατρίδʼ ἐξώλεσαν;
那么,究竟是哪一派摧毁了他们的祖国?
ἢ πότεροι τοὺς ἱππέας προὔδοσαν, ὧν προδοθέντων Ὄλυνθος ἀπώλετο;
又是哪一派背叛了骑兵,而正是因为骑兵遭到背叛,奥林索斯才走向了灭亡?
οἱ τὰ Φιλίππου φρονοῦντες, καὶ ὅτʼ ἦν ἡ πόλις τοὺς τὰ βέλτιστα λέγοντας συκοφαντοῦντες καὶ διαβάλλοντες οὕτως, ὥστε τόν γʼ Ἀπολλωνίδην καὶ ἐκβαλεῖν ὁ δῆμος ὁ τῶν Ὀλυνθίων ἐπείσθη.
正是那些心向腓力的人,他们在城邦依然存在时,如此诽谤和中伤那些发表最优秀言论的人,以至于奥林索斯人民甚至被说服驱逐了阿波罗尼德斯。
§57οὐ τοίνυν παρὰ τούτοις μόνον τὸ ἔθος τοῦτο πάντα κάκʼ εἰργάσατο, ἄλλοθι δʼ οὐδαμοῦ·
而且,这种习气带来各种恶果,并非仅在他们那里发生,而别处没有。
ἀλλʼ ἐν Ἐρετρίᾳ, ἐπειδὴ ἀπαλλαγέντος Πλουτάρχου καὶ τῶν ξένων ὁ δῆμος εἶχε τὴν πόλιν καὶ τὸν Πορθμόν, οἱ μὲν ἐφʼ ὑμᾶς ἦγον τὰ πράγματα, οἱ δʼ ἐπὶ Φίλιππον.
在埃雷特里亚,当普鲁塔科斯和雇佣兵被清除后,人民掌握了城市和波斯穆斯港,当时有些人试图将事务引导向你们,而另一些人则导向腓力。
ἀκούοντες δὲ τούτων τὰ πολλά, μᾶλλον δὲ τὰ πάνθʼ οἱ ταλαίπωροι καὶ δυστυχεῖς Ἐρετριεῖς, τελευτῶντες ἐπείσθησαν τοὺς ὑπὲρ αὑτῶν λέγοντας ἐκβαλεῖν.
那些可怜而倒霉的埃雷特里亚人在大多数事情上,或者说在所有事情上,都听信了后者的谗言,最终被说服驱逐了那些为他们自己利益说话的人。
§58καὶ γάρ τοι πέμψας Ἱππόνικον ὁ σύμμαχος αὐτοῖς Φίλιππος καὶ ξένους χιλίους, τὰ τείχη περιεῖλε τοῦ Πορθμοῦ καὶ τρεῖς κατέστησε τυράννους, Ἵππαρχον, Αὐτομέδοντα, Κλείταρχον·
果不其然,他们的“盟友”腓力派遣了希波尼科斯和一千名雇佣兵,拆毁了波斯穆斯的城壁,并扶植了三位篡位者:希帕科斯、奥托梅东和克莱塔科斯。
καὶ μετὰ ταῦτʼ ἐξελήλακεν ἐκ τῆς χώρας δὶς ἤδη βουλομένους σῴζεσθαι, τότε μὲν πέμψας τοὺς μετʼ Εὐρυλόχου ξένους, πάλιν δὲ τοὺς μετὰ Παρμενίωνος.
此后,他已经两次将那些想要自救的人驱逐出境,第一次是派遣了欧律洛科斯率领的雇佣兵,第二次则是派遣了帕曼尼翁率领的军队。