§41ὅτι δʼ οὕτω ταῦτʼ ἔχει τὰ μὲν νῦν ὁρᾶτε δήπου καὶ οὐδὲν ἐμοῦ προσδεῖσθε μάρτυρος·
关于如今的这些事情确实如此,想必你们自己也都看在眼里,无需我来作证。
τὰ δʼ ἐν τοῖς ἄνωθεν χρόνοις ὅτι τἀναντίʼ εἶχεν ἐγὼ δηλώσω, οὐ λόγους ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν προγόνων τῶν ὑμετέρων ἁκεῖνοι κατέθεντʼ εἰς στήλην χαλκῆν γράψαντες εἰς ἀκρόπολιν, οὐχ ἵνʼ αὐτοῖς ᾖ χρήσιμα (καὶ γὰρ ἄνευ τούτων τῶν γραμμάτων τὰ δέοντʼ ἐφρόνουν), ἀλλʼ ἵνʼ ὑμεῖς ἔχηθʼ ὑπομνήματα καὶ παραδείγματα ὡς ὑπὲρ τῶν τοιούτων σπουδάζειν προσήκει.
但我将向你们表明,在过去的日子里,情况恰恰相反。 我所引用的并非我自己的话,而是你们先祖的记载,他们将这些文字刻在青铜碑上,立于雅典卫城,这并不是为了对他们自己有用(因为即使没有这些文字,他们也深知自己的职责),而是为了让你们留下记忆的凭证和榜样,明白应当如何热忱地对待此类事务。
§42τί οὖν λέγει τὰ γράμματα;
那么,碑文上写了什么呢?
Ἄρθμιος
φησὶ
Πυθώνακτος Ζελείτης ἄτιμος καὶ πολέμιος τοῦ δήμου τοῦ Ἀθηναίων καὶ τῶν συμμάχων αὐτὸς καὶ γένος.
它说: “泽莱亚人,皮托纳克斯之子阿尔特米奥斯,他本人及其子孙均为雅典人民及盟友的敌人,剥夺一切权利(阿蒂莫斯)。
εἶθʼ ἡ αἰτία γέγραπται, διʼ ἣν ταῦτʼ ἐγένετο· ὅτι τὸν χρυσὸν τὸν ἐκ Μήδων εἰς Πελοπόννησον ἤγαγεν.
” 接着写明了做出此决定的原因: “因其将波斯人的黄金带入伯罗奔尼撒。
ταῦτʼ ἐστὶ τὰ γράμματα.
” 这就是碑文的内容。
§43λογίζεσθε δὴ πρὸς θεῶν, τίς ἦν ποθʼ ἡ διάνοια τῶν Ἀθηναίων τῶν τότε, ταῦτα ποιούντων, ἢ τί τὸ ἀξίωμα.
指天誓日,请你们想一想,当时的雅典人在做这些事时,究竟抱着怎样的心思,又有着怎样的尊严。
ἐκεῖνοι Ζελείτην τινά, Ἄρθμιον, δοῦλον βασιλέως (ἡ γὰρ Ζέλειά ἐστι τῆς Ἀσίας), ὅτι τῷ δεσπότῃ διακονῶν χρυσίον ἤγαγεν εἰς Πελοπόννησον, οὐκ Ἀθήναζε, ἐχθρὸν αὑτῶν ἀνέγραψαν καὶ τῶν συμμάχων αὐτὸν καὶ γένος, καὶ ἀτίμους.
他们将一个泽莱亚人阿尔特米奥斯——也就是国王的奴隶(因为泽莱亚位于亚洲)——因为他侍奉其主人而将黄金带入伯罗奔尼撒,而不是带到雅典,就将他本人及其子孙宣布为自己和盟友的敌人,并剥夺其权利。
§44τοῦτο δʼ ἐστὶν οὐχ ἣν οὑτωσί τις ἂν φήσειεν ἀτιμίαν·
但这并不是人们通常所说的那种权利剥夺。
τί γὰρ τῷ Ζελείτῃ, τῶν Ἀθηναίων κοινῶν εἰ μὴ μεθέξειν ἔμελλεν;
因为对于一个根本不可能分享雅典公共权力的泽莱亚人来说,这种剥夺对他又有什么影响呢?
ἀλλʼ ἐν τοῖς φονικοῖς γέγραπται νόμοις, ὑπὲρ ὧν ἂν μὴ διδῷ φόνου δικάσασθαι, ἀλλʼ εὐαγὲς ᾖ τὸ ἀποκτεῖναι,
καὶ ἄτιμος
φησὶ
τεθνάτω.
然而,这其实是写在杀人法典中的,该法规定在那些不允许为杀人提起诉讼,而将其杀死被视为无罪的案例中:它说: “让其作为阿蒂莫斯而死。
τοῦτο δὴ λέγει, καθαρὸν τὸν τούτων τινʼ ἀποκτείναντʼ εἶναι.
” 这意思就是说,任何人杀死这种人,都无需承担罪责。
§45οὐκοῦν ἐνόμιζον ἐκεῖνοι τῆς πάντων τῶν Ἑλλήνων σωτηρίας αὑτοῖς ἐπιμελητέον εἶναι·
由此可见,当时的他们认为自己应当担负起保卫全体希腊人安全的责任。
οὐ γὰρ ἂν αὐτοῖς ἔμελʼ εἴ τις ἐν Πελοποννήσῳ τινὰς ὠνεῖται καὶ διαφθείρει, μὴ τοῦθʼ ὑπολαμβάνουσιν·
因为如果他们不抱有这种信念,那么即使有人在伯罗奔尼撒收买和败坏人心,也绝不会引起他们的关切。
ἐκόλαζον δʼ οὕτω καὶ ἐτιμωροῦνθʼ οὓς αἴσθοιντο, ὥστε καὶ στηλίτας ποιεῖν.
他们对于发现的此类人惩罚和报复得如此严厉,以至于还要在青铜碑上刻名示众。
ἐκ δὲ τούτων εἰκότως τὰ τῶν Ἑλλήνων ἦν τῷ βαρβάρῳ φοβερά, οὐχ ὁ βάρβαρος τοῖς Ἕλλησιν.
正因如此,希腊人的事务在蛮族看来才是可怕的,而不是蛮族让希腊人感到可怕。
ἀλλʼ οὐ νῦν·
但现在并非如此,因为你们对待这些事或其他事情的态度都并非如此。
οὐ γὰρ οὕτως ἔχεθʼ ὑμεῖς οὔτε πρὸς τὰ τοιαῦτʼ οὔτε πρὸς τἄλλα, ἀλλὰ πῶς;
那么你们是什么态度呢?
§46ἴστʼ αὐτοί·
你们自己心里清楚。
τί γὰρ δεῖ περὶ πάντων ὑμῶν κατηγορεῖν;
我何必对你们所有人求全责备呢?
παραπλησίως δὲ καὶ οὐδὲν βέλτιον ὑμῶν ἅπαντες οἱ λοιποὶ Ἕλληνες·
其他所有的希腊人也和你们类似,好不到哪里去。
διόπερ φήμʼ ἔγωγε καὶ σπουδῆς πολλῆς καὶ βουλῆς ἀγαθῆς τὰ παρόντα πράγματα προσδεῖσθαι.
因此,我才说当前的局势不仅需要极大的热忱,更需要明智的决策。
τίνος;
需要什么决策?
εἴπω κελεύετε;
你们让我说吗?
καὶ οὐκ ὀργιεῖσθε;
你们不会生气吧?
§47ἔστι τοίνυν τις εὐήθης λόγος παρὰ τῶν παραμυθεῖσθαι βουλομένων τὴν πόλιν, ὡς ἄρʼ οὔπω Φίλιππός ἐστιν οἷοί ποτʼ ἦσαν Λακεδαιμόνιοι, οἳ θαλάττης μὲν ἦρχον καὶ γῆς ἁπάσης, βασιλέα δὲ σύμμαχον εἶχον, ὑφίστατο δʼ οὐδὲν αὐτούς· ἀλλʼ ὅμως ἠμύνατο κἀκείνους ἡ πόλις καὶ οὐκ ἀνηρπάσθη.
现在,在那些想要粉饰太平的人中间,流传着一种愚蠢的论调,说什么腓力如今还比不上当年的斯巴达人,当时斯巴达人称霸海洋与全部陆地,并有波斯国王作为盟友,没有任何力量能阻挡他们;但即便如此,我们的城市依然抵御住了他们,没有被消灭。
ἐγὼ δʼ ἁπάντων ὡς ἔπος εἰπεῖν πολλὴν εἰληφότων ἐπίδοσιν, καὶ οὐδὲν ὁμοίων ὄντων τῶν νῦν τοῖς πρότερον, οὐδὲν ἡγοῦμαι πλέον ἢ τὰ τοῦ πολέμου κεκινῆσθαι κἀπιδεδωκέναι.
但我认为,尽管可以说一切事物都取得了巨大的发展,如今的情况与过去完全不同,但没有任何东西比战争事务的变化和发展更为剧烈。
§48πρῶτον μὲν γὰρ ἀκούω Λακεδαιμονίους τότε καὶ πάντας τοὺς ἄλλους, τέτταρας μῆνας ἢ πέντε, τὴν ὡραίαν αὐτήν, ἐμβαλόντας ἂν καὶ κακώσαντας τὴν χώραν ὁπλίταις καὶ πολιτικοῖς στρατεύμασιν ἀναχωρεῖν ἐπʼ οἴκου πάλιν·
因为首先,我听说当时的斯巴达人以及其他所有人,在一年的好时节里,只用重装步兵和公民军队入侵四五个月,摧毁敌方领土,然后就退兵回家。
οὕτω δʼ ἀρχαίως εἶχον, μᾶλλον δὲ πολιτικῶς, ὥστʼ οὐδὲ χρημάτων ὠνεῖσθαι παρʼ οὐδενὸς οὐδέν, ἀλλʼ εἶναι νόμιμόν τινα καὶ προφανῆ τὸν πόλεμον.
他们行事如此古板,或者说如此具有公民风范,以至于从不向任何人用金钱收买任何东西,他们的战争是合乎规则且公开透明的。