§61ὡς οὖν ὑπὲρ τῶν ἐσχάτων ὄντος τοῦ ἀγῶνος, οὕτω προσήκει γιγνώσκειν, καὶ τοὺς πεπρακότας αὑτοὺς ἐκείνῳ μισεῖν κἀποτυμπανίσαι·
因此,应当把这场斗争视为关乎生死存亡的斗争,并应当憎恨那些将自己出卖给那个人的人,并将他们处死。
οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῶν ἔξω τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσητʼ ἐχθρούς.
因为在惩罚城邦内部的敌人之前,是不可能,绝对不可能战胜城邦外部的敌人的。
§62πόθεν οἴεσθε νῦν αὐτὸν ὑβρίζειν ὑμᾶς (οὐδὲν γὰρ ἄλλʼ ἔμοιγε δοκεῖ ποιεῖν ἢ τοῦτο) καὶ τοὺς μὲν ἄλλους εὖ ποιοῦντα, εἰ μηδὲν ἄλλο, ἐξαπατᾶν, ὑμῖν δʼ ἀπειλεῖν ἤδη;
你们认为他现在是以什么原因来侮辱你们的(因为在我看来,他除了做这件事之外没做别的),并且在通过施以恩惠(如果没有别的话)来欺骗其他人的同时,现在却在威胁你们呢?
οἷον Θετταλοὺς πολλὰ δοὺς ὑπηγάγετʼ εἰς τὴν νῦν παροῦσαν δουλείαν· οὐδʼ ἂν εἰπεῖν δύναιτʼ οὐδεὶς ὅσα τοὺς ταλαιπώρους Ὀλυνθίους πρότερον δοὺς Ποτείδαιαν ἐξηπάτησε καὶ πόλλʼ ἕτερα·
例如,他通过给予色萨利人许多东西,将他们引诱到了如今的奴隶状态中;至于他此前通过将波提代亚和许多其他东西给予那些可怜的奥林索斯人来欺骗他们,其程度是没有人能够说得清的。
§63Θηβαίους νῦν ὑπάγει τὴν Βοιωτίαν αὐτοῖς παραδοὺς καὶ ἀπαλλάξας πολέμου πολλοῦ καὶ χαλεποῦ· ὥστε καρπωσάμενοί τινʼ ἕκαστοι τούτων πλεονεξίαν οἱ μὲν ἤδη πεπόνθασιν ἃ δὴ πάντες ἴσασιν, οἱ δʼ ὅταν ποτὲ συμβῇ πείσονται.
他现在通过将波伊奥蒂亚移交给底比斯人,并使他们免受一场巨大而艰难的战争,来引诱他们;其结果是,虽然这些人中的每一个都分享了一些利益,但他们中的一些人已经遭受了众所周知的命运,而另起人则在时机到来时也会遭受。
ὑμεῖς δʼ ὧν μὲν ἀπεστέρησθε, σιωπῶ· ἀλλʼ ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι, πόσʼ ἐξηπάτησθε, πόσων ἀπεστέρησθε.
至于你们被剥夺了什么,我保持沉默;但在缔结和平协议的这件事本身中,你们被欺骗了多少,被剥夺了多少东西啊!
§64οὐχὶ Φωκέας, οὐ Πύλας, οὐχὶ τἀπὶ Θρᾴκης, Δορίσκον, Σέρριον, τὸν Κερσοβλέπτην αὐτόν;
不正是福基斯人、皮莱、色雷斯的地方、多里斯科斯、塞里翁以及克尔索布莱普特斯本人吗?
οὐ νῦν τὴν πόλιν τὴν Καρδιανῶν ἔχει καὶ ὁμολογεῖ;
他现在不是占有着卡尔迪亚人的城邦并公开承认吗?
τί ποτʼ οὖν ἐκείνως τοῖς ἄλλοις καὶ οὐ τὸν αὐτὸν τρόπον ὑμῖν προσφέρεται;
那么,他究竟为什么对其他人采取那样的方式,而不以同样的方式对待你们呢?
ὅτι ἐν μόνῃ τῶν πασῶν πόλεων τῇ ὑμετέρᾳ ἄδειʼ ὑπὲρ τῶν ἐχθρῶν λέγειν δέδοται, καὶ λαβόντα χρήματʼ αὐτὸν ἀσφαλές ἐστι λέγειν παρʼ ὑμῖν, κἂν ἀφῃρημένοι τὰ ὑμέτερʼ αὐτῶν ἦτε.
因为在所有的城邦中,唯独在你们的城邦里,被赋予了为敌人说话的自由,而且在你们这里,一个人收了钱并公开发言是安全的,即使你们已经被剥夺了属于自己的财产。
οὐκ ἦν ἀσφαλὲς λέγειν ἐν Ὀλύνθῳ τὰ Φιλίππου μὴ σὺν εὖ πεπονθότων τῶν πολλῶν Ὀλυνθίων τῷ Ποτείδαιαν καρποῦσθαι· §65οὐκ ἦν ἀσφαλὲς λέγειν ἐν Θετταλίᾳ τὰ Φιλίππου μὴ σὺν εὖ πεπονθότος τοῦ πλήθους τοῦ Θετταλῶν τῷ τοὺς τυράννους ἐκβαλεῖν Φίλιππον αὐτοῖς καὶ τὴν Πυλαίαν ἀποδοῦναι· οὐκ ἦν ἐν Θήβαις ἀσφαλές, πρὶν τὴν Βοιωτίαν ἀπέδωκε καὶ τοὺς Φωκέας ἀνεῖλεν.
如果在奥林索斯,当大多数奥林索斯人没有因为享有波提代亚而得到好处时,为菲利普说话是不安全的;如果在色萨利,当色萨利的大众没有因为菲利普为他们驱逐僭主并归还皮莱亚会议席位而得到好处时,为菲利普说话是不安全的;如果在底比斯,在他归还波伊奥蒂亚并消灭福基斯人之前,也是不安全的。
§66ἀλλʼ Ἀθήνησιν, οὐ μόνον Ἀμφίπολιν καὶ τὴν Καρδιανῶν χώραν ἀπεστερηκότος Φιλίππου, ἀλλὰ καὶ κατασκευάζοντος ὑμῖν ἐπιτείχισμα τὴν Εὔβοιαν καὶ νῦν ἐπὶ Βυζάντιον παριόντος, ἀσφαλές ἐστι λέγειν ὑπὲρ Φιλίππου.
但在雅典,尽管菲利普不仅剥夺了你们的安菲波利斯和卡尔迪亚人的领土,而且还把埃维亚建立为针对你们的要塞,并且现在正向拜占庭进军,为菲利普说话却是安全的。
καὶ γάρ τοι τούτων μὲν ἐκ πτωχῶν ἔνιοι ταχὺ πλούσιοι γίγνονται, καὶ ἐξ ἀνωνύμων καὶ ἀδόξων ἔνδοξοι καὶ γνώριμοι, ὑμεῖς δὲ τοὐναντίον ἐκ μὲν ἐνδόξων ἄδοξοι, ἐκ δʼ εὐπόρων ἄποροι·
事实上,这些人中的一些人迅速从穷人变成了富人,从无名无实、名声扫地的人变成了著名和显赫的人,而你们相反,从显赫变成了名声扫地,从富裕变成了困穷。
πόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν, ὧν πάντων ἔσθʼ ὑμεῖς ἄποροι.
因为我个人认为,一个城邦的财富是盟友、信义和好意,而你们在所有这些方面都处于匮乏之中。
§67ἐκ δὲ τοῦ τούτων ὀλιγώρως ἔχειν καὶ ἐᾶν ταῦτα φέρεσθαι ὁ μὲν εὐδαίμων καὶ μέγας καὶ φοβερὸς πᾶσιν Ἕλλησι καὶ βαρβάροις, ὑμεῖς δʼ ἔρημοι καὶ ταπεινοί, τῇ τῶν ὠνίων ἀφθονίᾳ λαμπροί, τῇ δʼ ὧν προσῆκε παρασκευῇ καταγέλαστοι.
由于对这些事情的懈怠并任其流失,那个人变得繁荣、伟大,并让所有的希腊人和异民族感到恐惧,而你们则被孤立和卑微,仅在市场上货物的充裕上显得光鲜,但在应当做出的准备上却成了笑柄。
οὐ τὸν αὐτὸν δὲ τρόπον περί θʼ ὑμῶν καὶ περὶ αὑτῶν ἐνίους τῶν λεγόντων ὁρῶ βουλευομένους· ὑμᾶς μὲν γὰρ ἡσυχίαν ἄγειν φασὶ δεῖν, κἄν τις ὑμᾶς ἀδικῇ, αὐτοὶ δʼ οὐ δύνανται παρʼ ὑμῖν ἡσυχίαν ἄγειν οὐδενὸς αὐτοὺς ἀδικοῦντος.
而且,我看到某些发言人在考虑你们的事情和他们自己的事情时,并没有采用同样的方式;因为他们说你们应当保持静默,即使有人对你们行不义,但他们自己在你们面前却无法保持静默,尽管没有人对他们行不义。
§68εἶτα φησὶν ὃς ἂν τύχῃ παρελθών
οὐ γὰρ ἐθέλεις γράφειν, οὐδὲ κινδυνεύειν, ἀλλʼ ἄτολμος εἶ καὶ μαλακός.
然后,随随便便上台的某个人会说: “因为你不愿意草拟提案,也不愿意冒风险,而是胆怯和软弱。
ἐγὼ δὲ θρασὺς μὲν καὶ βδελυρὸς καὶ ἀναιδὴς οὔτʼ εἰμὶ μήτε γενοίμην, ἀνδρειότερον μέντοι πολλῶν πάνυ τῶν ἰταμῶς πολιτευομένων παρʼ ὑμῖν ἐμαυτὸν ἡγοῦμαι.
” 但我既不粗暴,也不卑鄙,更不厚颜无耻,愿我永远不要成为这样的人,但我认为自己比你们中间那些以鲁莽的方式参与政治的极大多数人都要勇敢。
§69ὅστις μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, παριδὼν ἃ συνοίσει τῇ πόλει, κρίνει, δημεύει, δίδωσι, κατηγορεῖ, οὐδεμιᾷ ταῦτʼ ἀνδρείᾳ ποιεῖ, ἀλλʼ ἔχων ἐνέχυρον τῆς αὑτοῦ σωτηρίας τὸ πρὸς χάριν ὑμῖν λέγειν καὶ πολιτεύεσθαι, ἀσφαλῶς θρασύς ἐστιν· ὅστις δʼ ὑπὲρ τοῦ βελτίστου πολλὰ τοῖς ὑμετέροις ἐναντιοῦται βουλήμασι, καὶ μηδὲν λέγει πρὸς χάριν ἀλλὰ τὸ βέλτιστον ἀεί, καὶ τὴν τοιαύτην πολιτείαν προαιρεῖται ἐν ᾗ πλειόνων ἡ τύχη κυρία γίγνεται ἢ οἱ λογισμοί, τούτων δʼ ἀμφοτέρων ἑαυτὸν ὑπεύθυνον ὑμῖν παρέχει, οὗτός ἐστʼ ἀνδρεῖος,
因为,雅典人啊,凡是忽视对城邦有利的事,而进行审判、没收财产、赠予、指控的人,并不是凭借什么勇气在做这些事,而是因为他们将顺从你们的喜好发言和施政作为自己安全的担保,从而能安全地保持粗暴;但凡是为了最善而经常反对你们的意愿,绝不为了讨好而说话,而是始终说最善之言,并选择那种运气比筹划起更大支配作用的政治方式,并让自己在雅典人面前对这两者都承担责任的人,他才是勇敢的。