Humanitext Reader

狄摩西尼 · 论色雷斯赫勒斯滂 §70-77

真正公民的职责与行动建议的总结

第 8 段,共 8 段 · 希腊语

内容简介

德摩斯梯尼辩称自己是为城邦说最善之言的勇敢市民,并通过提摩太的先例说明了言辞与行动结合的重要性。最后,他总结了自己的具体建议——包括捐献军费、维持军事力量、派遣使节和惩治贿赂,并敦促雅典人采取实际行动。

§70καὶ χρήσιμός γε πολίτης ὁ τοιοῦτός ἐστιν, οὐχ οἱ τῆς παρʼ ἡμέραν χάριτος τὰ μέγιστα τῆς πόλεως ἀπολωλεκότες, οὓς ἐγὼ τοσούτου δέω ζηλοῦν ἢ νομίζειν ἀξίους πολίτας τῆς πόλεως εἶναι, ὥστʼ εἴ τις ἔροιτό με, εἰπέ μοι, σὺ δὲ δὴ τί τὴν πόλιν ἡμῖν ἀγαθὸν πεποίηκας;
这样的人才是对城邦有用的市民,而不是那些为了日常的讨好而毁灭了城邦最重要利益的人。 我绝不羡慕他们,也不认为他们配作城邦的市民。 因此,如果有人问我: “告诉我,你究竟为我们的城邦做过什么好事?
ἔχων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ τριηραρχίας εἰπεῖν καὶ χορηγίας καὶ χρημάτων εἰσφορὰς καὶ λύσεις αἰχμαλώτων καὶ τοιαύτας ἄλλας φιλανθρωπίας, §71οὐδὲν ἂν τούτων εἴποιμι, ἀλλʼ ὅτι τῶν τοιούτων πολιτευμάτων οὐδὲν πολιτεύομαι, ἀλλὰ δυνάμενος ἂν ἴσως, ὥσπερ καὶ ἕτεροι, καὶ κατηγορεῖν καὶ χαρίζεσθαι καὶ δημεύειν καὶ τἄλλʼ ἃ ποιοῦσιν οὗτοι ποιεῖν, οὐδʼ ἐφʼ ἓν τούτων πώποτʼ ἐμαυτὸν ἔταξα, οὐδὲ προήχθην οὔθʼ ὑπὸ κέρδους οὔθʼ ὑπὸ φιλοτιμίας, ἀλλὰ διαμένω λέγων ἐξ ὧν ἐγὼ μὲν πολλῶν ἐλάττων εἰμὶ παρʼ ὑμῖν, ὑμεῖς δʼ, εἰ πείσεσθέ μοι, μείζους ἂν εἴητε·
” 雅典人啊,尽管我能够列举出担任三段战船指挥官、赞助歌队、捐献军费、赎回俘虏以及其他类似的慈善善举,我却绝不会提及其中任何一项,而只会说,我从不参与那样的政治活动;相反,尽管我或许也像其他人一样,有能力去指控、讨好、没收财产以及做他们所做的其他一切事情,但我从未让自己投身于其中任何一件,也从未被利益或虚荣心所诱惑,而是坚持发表那些能使我自己虽然在你们面前不如许多人,但如果你们听从我,你们却能变得更加伟大的言论。
οὕτω γὰρ ἴσως ἀνεπίφθονον εἰπεῖν.
因为或许这样说最不易招致反感。
§72οὐδʼ ἔμοιγε δοκεῖ δικαίου τοῦτʼ εἶναι πολίτου, τοιαῦτα πολιτεύμαθʼ εὑρίσκειν ἐξ ὧν ἐγὼ μὲν πρῶτος ὑμῶν ἔσομαι εὐθέως, ὑμεῖς δὲ τῶν ἄλλων ὕστατοι·
在我看来,一个正义的市民也不应该去策划这样的政治举措,以使我自己立刻在你们中间居于首位,而你们却在所有人中沦为末流。
ἀλλὰ συναυξάνεσθαι δεῖ τὴν πόλιν τοῖς τῶν ἀγαθῶν πολιτῶν πολιτεύμασι, καὶ τὸ βέλτιστον ἀεί, μὴ τὸ ῥᾷστον ἅπαντας λέγειν·
相反,城邦应当伴随着优秀市民的政治举措而共同成长,所有人应当始终说最善之言,而不是最易之言。
ἐπʼ ἐκεῖνο μὲν γὰρ ἡ φύσις αὐτὴ βαδιεῖται, ἐπὶ τοῦτο δὲ τῷ λόγῳ δεῖ προάγεσθαι διδάσκοντα τὸν ἀγαθὸν πολίτην.
因为对于后者,本性自身就会趋向它,而对于前者,优秀的市民必须用言论去引导并教导你们。
§73ἤδη τοίνυν τινὸς ἤκουσα τοιοῦτόν τι λέγοντος, ὡς ἄρʼ ἐγὼ λέγω μὲν ἀεὶ τὰ βέλτιστα, ἔστιν δʼ οὐδὲν ἀλλʼ ἢ λόγοι τὰ παρʼ ἐμοῦ, δεῖ δʼ ἔργων τῇ πόλει καὶ πράξεώς τινος.
此外,我已经听过有人说这样的话:据说我虽然总是说最善之言,但我这里出来的不过是言辞,而城邦需要的是行动和某种实践。
ἐγὼ δʼ ὡς ἔχω περὶ τούτων, λέξω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι.
对于这些事我怎么看,我会对你们说明,决不隐瞒。
οὐδʼ εἶναι νομίζω τοῦ συμβουλεύοντος ὑμῖν ἔργον οὐδὲν πλὴν εἰπεῖν τὰ βέλτιστα.
我认为,给你们提出建议的人除了说最善之言外,没有任何其他的任务。
καὶ τοῦθʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον ῥᾳδίως οἶμαι δείξειν.
而且我认为,我可以很容易地证明事情确实就是这样。
§74ἴστε γὰρ δήπου τοῦθʼ ὅτι Τιμόθεός ποτʼ ἐκεῖνος ἐν ὑμῖν ἐδημηγόρησεν ὡς δεῖ βοηθεῖν καὶ τοὺς Εὐβοέας σῴζειν, ὅτε Θηβαῖοι κατεδουλοῦντʼ αὐτούς, καὶ λέγων εἶπεν οὕτω πως· εἰπέ μοι, βουλεύεσθε, ἔφη, Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρήσεσθε καὶ τί δεῖ ποιεῖν;
因为你们肯定知道这件事:以前那位著名的提摩太曾在你们面前演说,说在底比斯人奴役埃维亚人时,应当去救援并拯救他们,他在演讲中大致是这样说的: “告诉我,”他说,“既然底比斯人就在岛上,你们还在商量如何处置他们,以及应当做什么吗?
οὐκ ἐμπλήσετε τὴν θάλατταν, ὦ ἄνδρες Ἀθηναῖοι, τριήρων;
雅典人啊,难道你们不让海里布满三段战船吗?
οὐκ ἀναστάντες ἤδη πορεύσεσθʼ εἰς τὸν Πειραιᾶ;
难道你们不立刻站起来,前往比雷埃夫斯吗?
§75οὐ καθέλξετε τὰς ναῦς;
难道你们不把船拉下水吗?
οὐκοῦν εἶπε μὲν ταῦθʼ ὁ Τιμόθεος, ἐποιήσατε δʼ ὑμεῖς·
” 那么,提摩太说了这些,而你们做了。
ἐκ δὲ τούτων ἀμφοτέρων τὸ πρᾶγμʼ ἐπράχθη.
由于这两者的结合,事情成功了。
εἰ δʼ ὁ μὲν εἶπεν ὡς οἷόν τε ἄριστα, ὥσπερ εἶπεν, ὑμεῖς δʼ ἀπερρᾳθυμήσατε καὶ μηδὲν ὑπηκούσατε, ἆρʼ ἂν ἦν γεγονός τι τῶν τότε συμβάντων τῇ πόλει;
但是,如果他说了尽可能好的话,而你们却怠惰并不予理睬,那么当时发生在城邦身上的那些事情还会有任何一件实现吗?
οὐχ οἷόν τε.
是不可能的。
οὕτω τοίνυν καὶ περὶ ὧν ἂν ἐγὼ λέγω καὶ περὶ ὧν ἂν ὁ δεῖνʼ εἴπῃ, τὰ μὲν ἔργα παρʼ ὑμῶν αὐτῶν ζητεῖτε, τὰ δὲ βέλτιστα ἐπιστήμῃ λέγειν παρὰ τοῦ παριόντος.
因此,关于我所说的以及任何其他人可能说的话,你们要在自己身上寻找行动,而要求登坛发言的人用知识说出最善之言。
§76ἐν κεφαλαίῳ δʼ ἃ λέγω φράσας καταβῆναι βούλομαι.
总而言之,在说明了我的意思后,我想下台。
χρήματʼ εἰσφέρειν φημὶ δεῖν· τὴν ὑπάρχουσαν δύναμιν συνέχειν, ἐπανορθοῦντας εἴ τι δοκεῖ μὴ καλῶς ἔχειν, μὴ ὅσοις ἄν τις αἰτιάσηται τὸ ὅλον καταλύοντας· πρέσβεις ἐκπέμπειν πανταχοῖ τοὺς διδάξοντας, νουθετήσοντας, πράξοντας· παρὰ πάντα ταῦτα τοὺς ἐπὶ τοῖς πράγμασι δωροδοκοῦντας κολάζειν καὶ μισεῖν πανταχοῦ, ἵνʼ οἱ μέτριοι καὶ δικαίους αὑτοὺς παρέχοντες εὖ βεβουλεῦσθαι δοκῶσι καὶ τοῖς ἄλλοις καὶ ἑαυτοῖς.
我说,我们必须捐献军费;必须维持现有的军事力量,纠正任何看起来不妥当的地方,而不是因为有人指责某些地方就把整个力量解散;必须向各处派出使使节去教导、规劝和行动;而在这一切之外,必须在到处惩罚并憎恨那些在国家事务中收受贿赂的人,以便那些克己并表现出正义的人,在他人和自己看来都被认为做出了良好的抉择。
§77ἂν οὕτω τοῖς πράγμασι χρῆσθε καὶ παύσησθʼ ὀλιγωροῦντες ἁπάντων, ἴσως ἄν, ἴσως καὶ νῦν ἔτι βελτίω γένοιτο.
如果你们这样对待事务,并停止对一切事情的懈怠,也许,是的,也许甚至现在情况仍然会好转。
εἰ μέντοι καθεδεῖσθε, ἄχρι τοῦ θορυβῆσαι καὶ ἐπαινέσαι σπουδάζοντες, ἐὰν δὲ δέῃ τι ποιεῖν ἀναδυόμενοι, οὐχ ὁρῶ λόγον ὅστις ἄνευ τοῦ ποιεῖν ὑμᾶς ἃ προσήκει δυνήσεται τὴν πόλιν σῶσαι.
然而,如果你们只是坐着,只热衷于鼓噪和赞赏,但在需要采取行动时却退缩不前,那么我看不出有任何言论,能在你们不履行应尽职责的情况下,拯救这个城邦。

词汇与语法注释

  1. §70οὓς ἐγὼ τοσούτου δέω ζηλοῦν — 短语 τοσούτου δέω 后接不定式(ζηλοῦν 和 νομίζειν),是一种强烈的否定表达,意为“我远非/绝不(做某事)”。
  2. §70ἔχων ... εἰπεῖν — 分词 ἔχων 具有让步含义(“虽然我拥有”),且动词 ἔχω 伴随不定式 εἰπεῖν 表达有能力或有立场列举这些政绩。
  3. §71διαμένω λέγων ἐξ ὧν ἐγὼ μὲν πολλῶν ἐλάττων εἰμὶ ..., ὑμεῖς δʼ ... μείζους ἂν εἴητε — 动词 διαμένω 支配补充性分词 λέγων,表示“持续说”。ἐξ ὧν 是关系代名词的引出,意为“由此(等言论)”。主句中使用潜能祈愿式 ἂν εἴητε,与条件从句中的将来直陈式 εἰ πείσεσθέ μοι 相对。
  4. §72ἐπʼ ἐκεῖνο μὲν ... ἐπὶ τοῦτο δὲ ... — 在这组指示代词的对比中,指远的 ἐκεῖνο 指代前文的 τὸ ῥᾷστον(最易之言),而指近的 τοῦτο 指代 τὸ βέλτιστον(最善之言)。
  5. §74βουλεύεσθε ... τί χρήσεσθε — 动词 βουλεύεσθε 后接由疑问代词引导的间接疑问句 τί χρήσεσθε(“你们将如何处置他们”)。虽然 χράομαι 通常支配与格,但与中性对格 τί 连用,表示对待和处理的方式。

引用这一段

狄摩西尼, 论色雷斯赫勒斯滂 §70-77. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg008.humanitext-grc2:70-77

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。