← デモステネス

第八弁論 ケロネソス情勢について

§61-69

親フィリッポス派の害毒と真の勇気ある政治家

デモステネスは親マケドニア派の弁論家たちが私利を貪り、フィリッポスの便宜を図る一方でアテナイを危機に陥れている現状を批判し、同盟国や好意といった国家本来の富の回復を呼びかける。そして、民衆に迎合する者ではなく、たとえ危険が伴おうとも国家の最善のために発言し責任を負う者こそが真の勇者であると説く。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§61

ὡς οὖν ὑπὲρ τῶν ἐσχάτων ὄντος τοῦ ἀγῶνος,1 οὕτω προσήκει γιγνώσκειν, καὶ τοὺς πεπρακότας αὑτοὺς ἐκείνῳ μισεῖν κἀποτυμπανίσαι· οὐ γὰρ ἔστιν, οὐκ ἔστι τῶν ἔξω τῆς πόλεως ἐχθρῶν κρατῆσαι, πρὶν ἂν τοὺς ἐν αὐτῇ τῇ πόλει κολάσητʼ ἐχθρούς.

それゆえ、戦いが極限の事態にかかわるものであるかのように判断し、彼に身を売った者たちを憎み、処刑することが相応しい。城邦の内部にいる敵を懲らしめるまでは、城邦の外部の敵に打ち勝つことは不可能であり、絶対に不可能なのだから。

§62

πόθεν οἴεσθε νῦν αὐτὸν ὑβρίζειν ὑμᾶς (οὐδὲν γὰρ ἄλλʼ ἔμοιγε δοκεῖ ποιεῖν ἢ τοῦτο) καὶ τοὺς μὲν ἄλλους εὖ ποιοῦντα, εἰ μηδὲν ἄλλο, ἐξαπατᾶν, ὑμῖν δʼ ἀπειλεῖν ἤδη; οἷον Θετταλοὺς πολλὰ δοὺς ὑπηγάγετʼ εἰς τὴν νῦν παροῦσαν δουλείαν· οὐδʼ ἂν εἰπεῖν δύναιτʼ οὐδεὶς ὅσα τοὺς ταλαιπώρους Ὀλυνθίους πρότερον δοὺς Ποτείδαιαν ἐξηπάτησε καὶ πόλλʼ ἕτερα·

いかなる理由から、今や彼があなた方を侮辱している(私には彼がこれ以外のことをしているとは思えないが)とお考えか。また、他の者たちには、他のことはどうあれ、善を施しつつ騙す一方で、あなた方に対しては今や脅しをかけているとお考えか。例えばテッサリア人に対しては、多くのものを与えて現在の奴隷状態へと誘い込んだ。また、哀れなオリントス人に対しては、かつてポテイダイアや他の多くのものを与えて騙したが、その大きさは誰も語ることができないほどである。

§63

Θηβαίους νῦν ὑπάγει τὴν Βοιωτίαν αὐτοῖς παραδοὺς καὶ ἀπαλλάξας πολέμου πολλοῦ καὶ χαλεποῦ· ὥστε καρπωσάμενοί τινʼ ἕκαστοι τούτων πλεονεξίαν οἱ μὲν ἤδη πεπόνθασιν ἃ δὴ πάντες ἴσασιν, οἱ δʼ ὅταν ποτὲ συμβῇ πείσονται. ὑμεῖς δʼ ὧν μὲν ἀπεστέρησθε, σιωπῶ· ἀλλʼ ἐν αὐτῷ τῷ τὴν εἰρήνην ποιήσασθαι, πόσʼ ἐξηπάτησθε, πόσων ἀπεστέρησθε.

テーバイ人に対しては、今やボイオティアを彼らに引き渡し、多くの困難な戦争から解放してやることで誘い込んでいる。その結果、これらの人々はそれぞれ何らかの利益を享受したものの、ある者はすべての人が知っているような目に既に遭っており、他の者はいつかその時が来れば遭うことになるだろう。あなた方が奪われたものについては、私は黙っておこう。しかし、まさに平和を結んだそのことにおいて、どれほど騙され、どれほど多くのものを奪われたことか。

§64

οὐχὶ Φωκέας, οὐ Πύλας, οὐχὶ τἀπὶ Θρᾴκης, Δορίσκον, Σέρριον, τὸν Κερσοβλέπτην αὐτόν; οὐ νῦν τὴν πόλιν τὴν Καρδιανῶν ἔχει καὶ ὁμολογεῖ; τί ποτʼ οὖν ἐκείνως τοῖς ἄλλοις καὶ οὐ τὸν αὐτὸν τρόπον ὑμῖν προσφέρεται; ὅτι ἐν μόνῃ τῶν πασῶν πόλεων τῇ ὑμετέρᾳ ἄδειʼ ὑπὲρ τῶν ἐχθρῶν λέγειν δέδοται, καὶ λαβόντα χρήματʼ αὐτὸν ἀσφαλές ἐστι λέγειν παρʼ ὑμῖν, κἂν ἀφῃρημένοι τὰ ὑμέτερʼ αὐτῶν ἦτε. οὐκ ἦν ἀσφαλὲς λέγειν ἐν Ὀλύνθῳ τὰ Φιλίππου μὴ σὺν εὖ πεπονθότων τῶν πολλῶν Ὀλυνθίων τῷ Ποτείδαιαν καρποῦσθαι·2

フォキス人を、ピュライを、トラキア地方の諸地、ドリスコス、セリオン、そしてケルソブレプテス自身をではないか。今やカルディア人の城邦を領有し、それを認めているではないか。では一体なぜ、彼は他の人々に対してはあのように振る舞い、あなた方に対しては同じように振る舞わないのか。なぜなら、すべての城邦の中であなた方の城邦においてのみ、敵のために語る自由が与えられており、あなた方が自分自身のものを奪い取られたとしても、彼から金を受け取ってあなた方の前で安全に発言することができるからである。オリントスにおいては、オリントスの大衆がポテイダイアを享受することで共に恩恵を受けているのでなければ、フィリッポスの味方をして語ることは安全ではなかった。

§65

οὐκ ἦν ἀσφαλὲς λέγειν ἐν Θετταλίᾳ τὰ Φιλίππου μὴ σὺν εὖ πεπονθότος τοῦ πλήθους τοῦ Θετταλῶν τῷ τοὺς τυράννους ἐκβαλεῖν Φίλιππον αὐτοῖς καὶ τὴν Πυλαίαν ἀποδοῦναι· οὐκ ἦν ἐν Θήβαις ἀσφαλές, πρὶν τὴν Βοιωτίαν ἀπέδωκε καὶ τοὺς Φωκέας ἀνεῖλεν.

テッサリアにおいては、フィリッポスが彼らのために僭主たちを追放しピュライアを返還したことによってテッサリアの民衆が共に恩恵を受けているのでなければ、フィリッポスの味方をして語ることは安全ではなかった。テーバイにおいては、彼がボイオティアを返還しフォキス人を滅ぼすまでは安全ではなかった。

§66

ἀλλʼ Ἀθήνησιν, οὐ μόνον Ἀμφίπολιν καὶ τὴν Καρδιανῶν χώραν ἀπεστερηκότος Φιλίππου, ἀλλὰ καὶ κατασκευάζοντος ὑμῖν ἐπιτείχισμα τὴν Εὔβοιαν καὶ νῦν ἐπὶ Βυζάντιον παριόντος, ἀσφαλές ἐστι λέγειν ὑπὲρ Φιλίππου. καὶ γάρ τοι τούτων μὲν ἐκ πτωχῶν ἔνιοι ταχὺ πλούσιοι γίγνονται, καὶ ἐξ ἀνωνύμων καὶ ἀδόξων ἔνδοξοι καὶ γνώριμοι, ὑμεῖς δὲ τοὐναντίον ἐκ μὲν ἐνδόξων ἄδοξοι, ἐκ δʼ εὐπόρων ἄποροι· πόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν, ὧν πάντων ἔσθʼ ὑμεῖς ἄποροι.

しかしアテナイにおいては、フィリッポスがアンフィポリスとカルディア人の土地を奪っただけでなく、あなた方に対する攻撃拠点としてエウボイアを構築し、さらに今やビュザンティオンへと進軍しているにもかかわらず、フィリッポスのために語ることは安全である。そして実際、これらの者たちの一部は貧者から急速に富者になり、無名で不名誉な者から著名で名誉ある者になっている。一方であなた方はその逆であり、名誉ある者から不名誉な者へ、富裕な者から困窮した者へとなっている。なぜなら、私自身は城邦の富とは同盟者、信頼、好意であると考えており、あなた方はそのすべてを欠いているからである。

§67

ἐκ δὲ τοῦ τούτων ὀλιγώρως ἔχειν καὶ ἐᾶν ταῦτα φέρεσθαι ὁ μὲν εὐδαίμων καὶ μέγας καὶ φοβερὸς πᾶσιν Ἕλλησι καὶ βαρβάροις, ὑμεῖς δʼ ἔρημοι καὶ ταπεινοί, τῇ τῶν ὠνίων ἀφθονίᾳ λαμπροί, τῇ δʼ ὧν προσῆκε παρασκευῇ καταγέλαστοι. οὐ τὸν αὐτὸν δὲ τρόπον περί θʼ ὑμῶν καὶ περὶ αὑτῶν ἐνίους τῶν λεγόντων ὁρῶ βουλευομένους· ὑμᾶς μὲν γὰρ ἡσυχίαν ἄγειν φασὶ δεῖν, κἄν τις ὑμᾶς ἀδικῇ, αὐτοὶ δʼ οὐ δύνανται παρʼ ὑμῖν ἡσυχίαν ἄγειν οὐδενὸς αὐτοὺς ἀδικοῦντος.

そして、これらを軽視し、物事が流されるままに任せておいた結果として、彼は繁栄し、偉大になり、すべてのギリシア人と異民族にとって恐るべき存在となった。一方であなた方は見捨てられ、卑小となり、売り物の豊富さにおいてのみ華やかであるが、しかるべき備えにおいては物笑いの種となっている。また私は、弁論家たちの一部が、あなた方についてと自分自身についてとで同じように考えているとは思わない。なぜなら彼らは、誰かがあなた方に不義を働こうともあなた方は静穏を保つべきだと言う一方で、自分たちは誰も不義を働いていないにもかかわらず、あなた方の前で静穏を保つことができないからである。

§68

εἶτα φησὶν ὃς ἂν τύχῃ παρελθών οὐ γὰρ ἐθέλεις γράφειν, οὐδὲ κινδυνεύειν, ἀλλʼ ἄτολμος εἶ καὶ μαλακός. ἐγὼ δὲ θρασὺς μὲν καὶ βδελυρὸς καὶ ἀναιδὴς οὔτʼ εἰμὶ μήτε γενοίμην, ἀνδρειότερον μέντοι πολλῶν πάνυ τῶν ἰταμῶς πολιτευομένων παρʼ ὑμῖν ἐμαυτὸν ἡγοῦμαι.

そして、たまたま登壇した誰かが言う。 「お前は決議案を起草しようとせず、危険を冒そうともしない。臆病で骨抜きなのだ。」 しかし、私は図々しくも下劣でも破廉恥でもないし、そうなりたくもないが、あなた方の前で向こう見ずに国政に関わっている極めて多くの者たちよりも、自分自身をより勇敢であると考えている。

§69

ὅστις μὲν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, παριδὼν ἃ συνοίσει τῇ πόλει, κρίνει, δημεύει, δίδωσι, κατηγορεῖ, οὐδεμιᾷ ταῦτʼ ἀνδρείᾳ ποιεῖ, ἀλλʼ ἔχων ἐνέχυρον τῆς αὑτοῦ σωτηρίας τὸ πρὸς χάριν ὑμῖν λέγειν καὶ πολιτεύεσθαι, ἀσφαλῶς θρασύς ἐστιν· ὅστις δʼ ὑπὲρ τοῦ βελτίστου πολλὰ τοῖς ὑμετέροις ἐναντιοῦται βουλήμασι, καὶ μηδὲν λέγει πρὸς χάριν ἀλλὰ τὸ βέλτιστον ἀεί, καὶ τὴν τοιαύτην πολιτείαν προαιρεῖται ἐν ᾗ πλειόνων ἡ τύχη κυρία γίγνεται ἢ οἱ λογισμοί, τούτων δʼ ἀμφοτέρων ἑαυτὸν ὑπεύθυνον ὑμῖν παρέχει,3 οὗτός ἐστʼ ἀνδρεῖος,

なぜなら、アテネ人よ、城邦に益するものを顧みず、裁判にかけ、財産を没収し、与え、告発するような者は、いかなる勇気によってこれを行っているのでもない。むしろ、あなた方にへつらって語り、政治を行うことを、自らの安全の担保として持っているがゆえに、安全に図々しく振る舞っているのである。しかし、最善のためにあなた方の意向にしばしば反対し、へつらいを決して語らず常に最善を語り、そして熟慮よりも運が多くのものを支配するような政治のあり方を選び取り、その双方に対して自分自身をあなた方への責任ある立場に置くような者、彼こそが勇敢なのである。

構文注3 件
  1. 61ὡς οὖν ὑπὲρ τῶν ἐσχάτων ὄντος τοῦ ἀγῶνος

    ὡς に導かれる絶対属格(ὄντος τοῦ ἀγῶνος)であり、アテナイ市民が抱くべき主観的な前提、あるいは状況の切迫性を「〜であるかのように」と強調して提示している。οὕτω がこの ὡς 節を受け、「そのように判断すべき(γιγνώσκειν)」へとつながる。

  2. 64μὴ σὺν εὖ πεπονθότων τῶν πολλῶν Ὀλυνθίων τῷ Ποτείδαιαν καρποῦσθαι

    条件を表す否定辞 μή が分詞 πεπονθότων(絶対属格)を修飾し、「もしオリントス人の多くが、ポテイダイアを享受すること(τῷ καρποῦσθαι、手段・原因を表す冠詞付き不定詞の与格)によって善を施されている最中でなければ」という仮定・条件の意味を表す。

  3. 69τούτων δʼ ἀμφοτέρων ἑαυτὸν ὑπεύθυνον ὑμῖν παρέχει

    属格 τούτων ἀμφοτέρων(これら両方、すなわち運/偶然 τύχη と熟慮/計算 λογισμοί)は、責任や説明義務があることを示す形容詞 ὑπεύθυνος の補語(客観属格的役割)である。自分の政策がもたらす結果のすべてに対して、アテナイの人々に対して責任を引き受ける態度を示している。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(5 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 2 件
  • 2026-11-15 AI校閲 — 訳文 3 件
urn:cts:greekLit:tlg0014.tlg008.humanitext-grc2:61-69