Humanitext Reader

狄摩西尼 · 论色雷斯赫勒斯滂 §51-60

自由人的耻辱感与亲菲利普派和平论的欺骗性

第 6 段,共 8 段 · 希腊语

内容简介

德摩斯梯尼将自由人感受到的羞耻心与奴隶遭受的肉体折磨进行对比,揭露了亲菲利普派欺骗性的和平宣传,并敦促雅典人立即进行防御,以对抗旨在彻底毁灭雅典的敌人。

§51ὅταν νὴ Δίʼ ἀναγκαῖον ᾖ.
指着宙斯发誓,在必要的时候。
ἀλλʼ ἣν μὲν ἄν τις ἐλευθέρων ἀνθρώπων ἀνάγκην εἴποι, οὐ μόνον ἤδη πάρεστιν, ἀλλὰ καὶ πάλαι παρελήλυθε, τὴν δὲ τῶν δούλων ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ.
但是,人们可能对自由人所说的必要性不仅已经存在,而且早已过去,而奴隶的必要性我们当然必须祈祷它永远不会发生。
διαφέρει δὲ τί;
这有什么区别呢?
ὅτι ἐστὶν ἐλευθέρῳ μὲν ἀνθρώπῳ μεγίστη ἀνάγκη ἡ ὑπὲρ τῶν γιγνομένων αἰσχύνη, καὶ μείζω ταύτης οὐκ οἶδʼ ἥντινʼ ἂν εἴποιμεν· δούλῳ δὲ πληγαὶ καὶ ὁ τοῦ σώματος αἰκισμός, ἃ μήτε γένοιτο οὔτε λέγειν ἄξιον.
因为对于自由人来说,最大的必要性是对正在发生的事情感到羞耻,我不知道我们还能说出比这更大的必要性;而对于奴隶来说,则是鞭打和肉体的虐待,愿这些永远不要发生,也不值得提起。
§52πάντα τοίνυν τἄλλʼ εἰπὼν ἂν ἡδέως, καὶ δείξας ὃν τρόπον ὑμᾶς ἔνιοι καταπολιτεύονται, τὰ μὲν ἄλλʼ ἐάσω·
因此,虽然我很乐意谈论所有其他事情,并揭示某些人是如何通过政治手段使你们陷入毁灭的,但我将略过其他事情。
ἀλλʼ ἐπειδάν τι τῶν πρὸς Φίλιππον ἐμπέσῃ, εὐθὺς ἀναστάς τις λέγει τὸ τὴν εἰρήνην ἄγειν ὡς ἀγαθὸν καὶ τὸ τρέφειν δύναμιν μεγάλην ὡς χαλεπόν, καὶ διαρπάζειν τινὲς τὰ χρήματα βούλονται, καὶ τοιούτους λόγους, ἐξ ὧν ἀναβάλλουσι μὲν ὑμᾶς, ἡσυχίαν δὲ ποιοῦσιν ἐκείνῳ πράττειν ὅ τι βούλεται.
但是,每当涉及菲利普的事情发生时,立刻就会有人站起来说保持和平是多么美好,而维持一支庞大的军队是多么困难,还有人想说‘有些人企图掠夺资金’,以及诸如此类的言论,通过这些言论他们拖延你们,并给那个人创造安静的机会去为所欲为。
§53ἐκ δὲ τούτων περιγίγνεται, ὑμῖν μὲν ἡ σχολὴ καὶ τὸ μηδὲν ἤδη ποιεῖν, ἃ δέδοιχʼ ὅπως μήποθʼ ἡγήσεσθʼ ἐπὶ πολλῷ γεγενῆσθαι, τούτοις δʼ αἱ χάριτες καὶ ὁ μισθὸς ὁ τούτων.
由此产生的结果是,对你们而言是闲暇和眼前的无所作为——我担心你们终有一天会发现这是付出了高昂代价换来的——而对他们而言则是恩宠和他们为此获得的报酬。
ἐγὼ δʼ οἴομαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν, οἳ πεπεισμένοι κάθησθε, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράττοντα· ἂν γὰρ ἐκεῖνος πεισθῇ, τά γʼ ἀφʼ ὑμῶν ὑπάρχει·
但我认为,不必说服你们保持和平,因为你们已经安坐于被说服的状态中,而应该说服那个正在进行战争行为的人;因为如果他被说服,你们这一边的准备早已就绪。
§54νομίζειν δʼ εἶναι χαλεπὰ οὐχ ὅσʼ ἂν εἰς σωτηρίαν δαπανῶμεν, ἀλλʼ ἃ πεισόμεθα, ἂν ταῦτα μὴ ʼθέλωμεν ποιεῖν· καὶ τὸ διαρπασθήσεται τὰ χρήματα τῷ φυλακὴν εἰπεῖν διʼ ἧς σωθήσεται κωλύειν, οὐχὶ τῷ τοῦ συμφέροντος ἀφεστάναι.
我们应当认为困难的,不是我们为拯救自己而付出的开支,而是如果我们不愿意这样做,我们将要遭受的痛苦;至于‘资金将被掠夺’这一点,我们应当通过提出一种能够确保资金安全的监管方式来阻止它,而不是通过放弃对我们有利的事情。
§55καίτοι ἔγωγʼ ἀγανακτῶ καὶ αὐτὸ τοῦτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ τὰ μὲν χρήματα λυπεῖ τινὰς ὑμῶν εἰ διαρπασθήσεται, ἃ καὶ φυλάττειν καὶ κολάζειν τοὺς ἀδικοῦντας ἐφʼ ὑμῖν ἐστι, τὴν δʼ Ἑλλάδα πᾶσαν οὑτωσὶ Φίλιππος ἐφεξῆς ἁρπάζων οὐ λυπεῖ, καὶ ταῦτʼ ἐφʼ ὑμᾶς ἁρπάζων.
然而,雅典人啊,我自己对这件事情本身感到愤怒:如果资金将被掠夺,你们中的一些人会感到痛苦,而保管资金和惩罚作恶者本是你们权力范围内的事;但菲利普这样接连不断地掠夺整个希腊,而且是针对你们进行掠夺,你们却不感到痛苦。
§56τί ποτʼ οὖν ἐστι τὸ αἴτιον, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ τὸν μὲν οὕτω φανερῶς στρατεύοντα, ἀδικοῦντα, πόλεις καταλαμβάνοντα, μηδένα τούτων πώποτʼ εἰπεῖν ὡς πόλεμον ποιεῖ, τοὺς δὲ μὴ ἐπιτρέπειν μηδὲ προΐεσθαι ταῦτα συμβουλεύοντας, τούτους τὸν πόλεμον ποιήσειν αἰτιᾶσθαι;
那么,雅典人啊,究竟是什么原因,使得对于那个如此公开地行军、作恶并占领城市的人,这些人中从未有人说他在发动战争,反而指责那些建议你们不要容许或放弃这些事情的人,说他们才是将要发动战争的人呢?
§57ἐγὼ διδάξω· ὅτι τὴν ὀργὴν ἣν εἰκός ἐστι γενέσθαι παρʼ ὑμῶν, ἄν τι λυπῆσθε τῷ πολέμῳ, εἰς τοὺς ὑπὲρ ὑμῶν λέγοντας τὰ βέλτιστα τρέψαι βούλονται, ἵνα τούτους κρίνητε, μὴ Φίλιππον ἀμύνησθε, καὶ κατηγορῶσιν αὐτοί, μὴ δίκην δῶσιν ὧν ποιοῦσι νῦν.
我来告诉你们:因为他们希望将你们因战争而感到痛苦时理所应当产生的愤怒,转移到那些为了你们的利益而发表最善言论的人身上,以便你们去审判这些人,而不是去抵御菲利普,并且使他们自己成为控告者,而不是为他们现在所做的事付出代价。
τοῦτʼ αὐτοῖς δύναται τὸ λέγειν ὡς ἄρα βούλονται πόλεμόν τινες ποιῆσαι παρʼ ὑμῖν, καὶ περὶ τούτου ἡ διαδικασία αὕτη ἐστίν.
这就是他们声称你们中有些人想要挑起战争的真实意图,而这场争论也正是围绕于此。
§58ἐγὼ δʼ οἶδʼ ἀκριβῶς ὅτι οὐ γράψαντος Ἀθηναίων οὐδενός πω πόλεμον, καὶ ἄλλα πολλὰ Φίλιππος ἔχει τῶν τῆς πόλεως καὶ νῦν εἰς Καρδίαν πέπομφε βοήθειαν.
但我确切地知道,虽然还没有任何雅典人提案发动战争,但菲利普已经占领了我们城邦的许多其他财富,并且就在现在向卡尔迪亚派遣了援军。
εἰ μέντοι βουλόμεθʼ ἡμεῖς μὴ προσποιεῖσθαι πολεμεῖν αὐτὸν ἡμῖν, ἀνοητότατος πάντων ἂν εἴη τῶν ὄντων ἀνθρώπων, εἰ τοῦτʼ ἐξελέγχοι.
然而,如果我们希望不承认他正在对我们作战,那么如果他要证明这一点,他将是所有活着的人中最愚蠢的一个。
§59ἀλλʼ ἐπειδὰν ἐπʼ αὐτοὺς ἡμᾶς ἴῃ, τί φήσομεν;
但是当他向我们自己袭来时,我们要说什么呢?
ἐκεῖνος μὲν γὰρ οὐ πολεμεῖν, ὥσπερ οὐδʼ Ὠρείταις, τῶν στρατιωτῶν ὄντων ἐν τῇ χώρᾳ, οὐδὲ Φεραίοις πρότερον, πρὸς τὰ τείχη προσβάλλων αὐτῶν, οὐδʼ Ὀλυνθίοις ἐξ ἀρχῆς, ἕως ἐν αὐτῇ τῇ χώρᾳ τὸ στράτευμα παρῆν ἔχων.
因为他会说他没有在发动战争,就像他的士兵在俄瑞乌斯人的领土上时对他们说的那样,就像以前他在攻击费赖人的城墙时对他们说的那样,以及从一开始对奥林索斯人说的那样,直到他的军队出现在他们的土地上。
ἢ καὶ τότε τοὺς ἀμύνεσθαι κελεύοντας πόλεμον ποιεῖν φήσομεν;
或者,甚至到那时,我们还要说那些要求我们防卫的人是在挑起战争吗?
οὐκοῦν ὑπόλοιπον δουλεύειν· οὐ γὰρ ἄλλο γʼ οὐδέν ἐστι μεταξὺ τοῦ μήτʼ ἀμύνεσθαι μήτʼ ἄγειν ἡσυχίαν ἐᾶσθαι.
那么剩下的就只有做奴隶了;因为在不进行防卫和不被允许保持安宁之间,根本没有其他选择。
§60καὶ μὴν οὐχ ὑπὲρ τῶν ἴσων ὑμῖν καὶ τοῖς ἄλλοις ἔσθʼ ὁ κίνδυνος· οὐ γὰρ ὑφʼ αὑτῷ τὴν πόλιν ποιήσασθαι βούλεται Φίλιππος, ἀλλʼ ὅλως ἀνελεῖν.
而且,对你们和对其他人来说,危险的赌注并不等同;因为菲利普并不想把城邦置于他的统治之下,而是要彻底消灭它。
οἶδεν γὰρ ἀκριβῶς ὅτι δουλεύειν μὲν ὑμεῖς οὔτʼ ἐθελήσετε, οὔτʼ, ἂν ἐθελήσητε, ἐπιστήσεσθε (ἄρχειν γὰρ εἰώθατε), πράγματα δʼ αὐτῷ παρασχεῖν, ἂν καιρὸν λάβητε, πλείω τῶν ἄλλων ἀνθρώπων ἁπάντων δυνήσεσθε.
因为他确切地知道,你们既不愿意做奴隶,而且即使愿意,你们也不知道该如何做(因为你们习惯于统治),并且如果你们找到机会,你们将能够给他制造比其他所有人加起来还要多的麻烦。

词汇与语法注释

  1. §51ἀπεύχεσθαι δήπου μὴ γενέσθαι δεῖ — 动词 ἀπεύχομαι(祈求不发生、排斥)本身含有否定意义,因此在其支配的不定式 γενέσθαι 前赘余地加上了否定词 μή。这是希腊语中在表示害怕、阻止或否认的动词后常见的语法现象。
  2. §52διαρπάζειν τινὲς τὰ χρήματα βούλονται — 此从句表示亲菲利普派说客所宣称的论调,在语法上隶属于前文的主动词 λέγει。此处未采用带宾格主语的不定式(τινάς ... βούλεσθαι)等标准间接引语,而是保留了直陈语气的独立结构进行松散并列,以生动呈现其宣传内容。
  3. §58εἰ μέντοι βουλόμεθʼ ἡμεῖς μὴ προσποιεῖσθαι πολεμεῖν αὐτὸν ἡμῖν, ἀνοητότατος πάντων ἂν εἴη τῶν ὄντων ἀνθρώπων, εἰ τοῦτʼ ἐξελέγχοι. — 这是一个潜在条件句,主句使用 ἂν εἴη(潜在希求法),条件从句使用 εἰ ἐξελέγχοι(εἰ+希求法)。μὴ προσποιεῖσθαι 中的否定词 μή 修饰该不定式,意为“不承认”或“装作不知道”。此句带有强烈的反讽:如果雅典人自欺欺人地不愿承认菲利普正在作战,那么菲利普若主动戳破雅典人的这种自欺(即通过公开宣战来“证实”这一点),他将是世上最愚蠢的人。

引用这一段

狄摩西尼, 论色雷斯赫勒斯滂 §51-60. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg008.humanitext-grc2:51-60

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。