§41καὶ τοῦτʼ εἰκότως τρόπον τινὰ πράττει·
在某种程度上,他这样做是理所当然的。
οἶδεν γὰρ ἀκριβῶς ὅτι οὐδʼ ἂν πάντων τῶν ἄλλων γένηται κύριος, οὐδὲν ἔστʼ αὐτῷ βεβαίως ἔχειν, ἕως ἂν ὑμεῖς δημοκρατῆσθε, ἀλλʼ ἐάν ποτε συμβῇ τι πταῖσμα, ἃ πολλὰ γένοιτʼ ἂν ἀνθρώπῳ, ἥξει πάντα τὰ νῦν συμβεβιασμένα καὶ καταφεύξεται πρὸς ὑμᾶς·
因为他确切地知道,即使他成为所有其他人的主宰,只要你们维持着民主制,他就无法稳固地保有任何东西;相反,如果一旦发生某种人类常有的挫折,所有那些现在被迫服从的人都会跑来投奔你们。
§42ἐστὲ γὰρ ὑμεῖς οὐκ αὐτοὶ πλεονεκτῆσαι καὶ κατασχεῖν ἀρχὴν εὖ πεφυκότες, ἀλλʼ ἕτερον λαβεῖν κωλῦσαι καὶ ἔχοντʼ ἀφελέσθαι δεινοί, καὶ ὅλως ἐνοχλῆσαι τοῖς ἄρχειν βουλομένοις καὶ πάντας ἀνθρώπους εἰς ἐλευθερίαν ἐξελέσθαι ἕτοιμοι.
因为你们自己天生不擅长巧取豪夺和攫取统治权,但却极擅长阻止他人夺取统治权并从占有者手中夺回,总之擅长干扰那些想要统治的人,并且随时准备将所有人解救到自由之中。
οὔκουν βούλεται τοῖς ἑαυτοῦ καιροῖς τὴν παρʼ ὑμῶν ἐλευθερίαν ἐφεδρεύειν, οὐδὲ πολλοῦ δεῖ, οὐ κακῶς οὐδʼ ἀργῶς ταῦτα λογιζόμενος.
因此,他不希望你们的自由窥视着他的好机会,绝非如此,因为他对这些事情的考量既非不当也非懒散。
§43πρῶτον μὲν δὴ τοῦτο δεῖ, ἐχθρὸν ὑπειληφέναι τῆς πολιτείας καὶ τῆς δημοκρατίας ἀδιάλλακτον ἐκεῖνον· εἰ γὰρ μὴ τοῦτο πεισθήσεσθε ταῖς ψυχαῖς, οὐκ ἐθελήσεθʼ ὑπὲρ τῶν πραγμάτων σπουδάζειν·
首先,我们必须把那个人视为我们宪政和民主制的不可调和的死敌;因为如果你们在心中不确信这一点,你们就不会愿意为国家事务尽心尽力。
δεύτερον δʼ εἰδέναι σαφῶς ὅτι πάνθʼ ὅσα πραγματεύεται καὶ κατασκευάζεται νῦν, ἐπὶ τὴν ἡμετέραν πόλιν παρασκευάζεται, καὶ ὅπου τις ἐκεῖνον ἀμύνεται, ἐνταῦθʼ ὑπὲρ ἡμῶν ἀμύνεται.
其次,要清楚地知道,他现在所操持和准备的一切,都是针对我们城邦的,而且无论谁在哪里抗击他,都是在为我们抗击。
§44οὐ γὰρ οὕτω γʼ εὐήθης οὐδεὶς ὃς ὑπολαμβάνει τὸν Φίλιππον τῶν μὲν ἐν Θρᾴκῃ κακῶν (τί γὰρ ἂν ἄλλο τις εἴποι Δρογγίλον καὶ Καβύλην καὶ Μάστειραν καὶ ἃ νῦν ἐξαιρεῖ;
因为没有人会愚蠢到认为菲利普垂涎色雷斯那些贫瘠的地方(对于德隆吉隆、卡比勒、马斯泰拉以及他现在正在夺取的那些地方,人们还能叫它们什么呢?
) τούτων μὲν ἐπιθυμεῖν καὶ ὑπὲρ τοῦ ταῦτα λαβεῖν καὶ πόνους καὶ χειμῶνας καὶ τοὺς ἐσχάτους κινδύνους ὑπομένειν, §45τῶν δʼ Ἀθηναίων λιμένων καὶ νεωρίων καὶ τριήρων καὶ τῶν ἔργων τῶν ἀργυρείων καὶ τοσούτων προσόδων οὐκ ἐπιθυμεῖν, ἀλλὰ ταῦτα μὲν ὑμᾶς ἐάσειν ἔχειν, ὑπὲρ δὲ τῶν μελινῶν καὶ τῶν ὀλυρῶν τῶν ἐν τοῖς Θρᾳκίοις σιροῖς ἐν τῷ βαράθρῳ χειμάζειν.
),为了得到这些地方而忍受劳苦、严冬和极端的危险,却不垂涎雅典的港口、船坞、三段桨船、银矿和如此丰厚的收入,反而会允许你们保留这些,而他自己为了色雷斯地窖里的谷物和黑麦而在那个深渊里过冬。
οὐκ ἔστι ταῦτα, ἀλλὰ κἀκεῖνʼ ὑπὲρ τοῦ τούτων γενέσθαι κύριος καὶ τἄλλα πάντα πραγματεύεται.
绝非如此,他操持色雷斯的事情以及其他所有事情,都是为了成为雅典这些财富的主宰。
§46τί οὖν εὖ φρονούντων ἀνθρώπων ἐστίν;
那么,明智之人的职责是什么呢?
εἰδότας ταῦτα καὶ ἐγνωκότας τὴν μὲν ὑπερβάλλουσαν καὶ ἀνήκεστον ταύτην ῥᾳθυμίαν ἀποθέσθαι, χρήματα δʼ εἰσφέρειν καὶ τοὺς συμμάχους ἀξιοῦν, καὶ ὅπως τὸ συνεστηκὸς τοῦτο συμμενεῖ στράτευμʼ ὁρᾶν καὶ πράττειν, ἵνʼ ὥσπερ ἐκεῖνος ἕτοιμον ἔχει δύναμιν τὴν ἀδικήσουσαν καὶ καταδουλωσομένην ἅπαντας τοὺς Ἕλληνας, οὕτω τὴν σώσουσαν ὑμεῖς καὶ βοηθήσουσαν ἅπασιν ἕτοιμον ἔχητε.
在知道并认识到这些情况后,抛弃这种过度且无可救药的懒散,筹集资金,并要求盟友也这样做,并设法使这支组建起来的军队能够维持下去,以便正如他拥有一支随时准备行不义和奴役所有希腊人的力量一样,你们也拥有一支随时准备拯救和协助所有人的力量。
§47οὐ γὰρ ἔστι βοηθείαις χρωμένους οὐδέποτʼ οὐδὲν τῶν δεόντων πρᾶξαι, ἀλλὰ κατασκευάσαντας δεῖ δύναμιν, καὶ τροφὴν ταύτῃ πορίσαντας καὶ ταμίας καὶ δημοσίους, καὶ ὅπως ἔνι τὴν τῶν χρημάτων φυλακὴν ἀκριβεστάτην γενέσθαι, οὕτω ποιήσαντας, τὸν μὲν τῶν χρημάτων λόγον παρὰ τούτων λαμβάνειν, τὸν δὲ τῶν ἔργων παρὰ τοῦ στρατηγοῦ.
因为单靠临时的援助绝不可能完成任何必要的事情,而是必须建立一支军队,为其提供给养,并指派司库和公职人员,在使资金的管理尽可能严格之后,从他们那里接受财务报告,而从将军那里接受军事行动的报告。
κἂν οὕτω ποιήσητε καὶ ταῦτʼ ἐθελήσηθʼ ὡς ἀληθῶς, ἄγειν εἰρήνην δικαίαν καὶ μένειν ἐπὶ τῆς αὑτοῦ Φίλιππον ἀναγκάσετε, οὗ μεῖζον οὐδὲν ἂν γένοιτʼ ἀγαθόν, ἢ πολεμήσετʼ ἐξ ἴσου.
如果你们这样做并且真正愿意,你们将迫使菲利普遵守公正的和平并留在自己的土地上(没有比这更大的好事了),否则你们将在平等的条件下与之交战。
§48εἰ δέ τῳ δοκεῖ ταῦτα καὶ δαπάνης μεγάλης καὶ πόνων πολλῶν καὶ πραγματείας εἶναι, καὶ μάλʼ ὀρθῶς δοκεῖ· ἀλλʼ ἐὰν λογίσηται τὰ τῇ πόλει μετὰ ταῦτα γενησόμενα, ἂν ταῦτα μὴ ʼθέλῃ, εὑρήσει λυσιτελοῦν τὸ ἑκόντας ποιεῖν τὰ δέοντα.
如果有人认为这些事情需要巨大的开支、许多劳苦和麻烦,那么这种想法是非常正确的;但如果他算一算,如果你们不愿意这样做,此后城邦将会面临什么,他就会发现,自觉履行义务是有益的。
§49εἰ μὲν γάρ ἐστί τις ἐγγυητὴς θεῶν (οὐ γὰρ ἀνθρώπων γʼ οὐδεὶς ἂν γένοιτʼ ἀξιόχρεως τηλικούτου πράγματος) ὡς, ἐὰν ἄγηθʼ ἡσυχίαν καὶ ἅπαντα προῆσθε, οὐκ ἐπʼ αὐτοὺς ὑμᾶς τελευτῶν ἐκεῖνος ἥξει, αἰσχρὸν μὲν νὴ τὸν Δία καὶ πάντας θεοὺς καὶ ἀνάξιον ὑμῶν καὶ τῶν ὑπαρχόντων τῇ πόλει καὶ πεπραγμένων τοῖς προγόνοις, τῆς ἰδίας ἕνεκα ῥᾳθυμίας τοὺς ἄλλους πάντας Ἕλληνας εἰς δουλείαν προέσθαι, καὶ ἔγωγʼ αὐτὸς μὲν τεθνάναι μᾶλλον ἂν ἢ ταῦτʼ εἰρηκέναι βουλοίμην·
因为,如果有神灵作保(因为在如此重大的事情上,没有任何人能成为足够分量的保证人),保证如果你们保持安宁并放弃一切,他最终不会亲自来攻击你们,那么,指着宙斯和所有的神明发誓,为了你们自己的懒散而将所有其他希腊人拱手让给奴役,是可耻的,不配你们,不配城邦拥有的资源,也不配祖先的功绩。 我宁愿死也不愿说出这样的话。
οὐ μὴν ἀλλʼ εἴ τις ἄλλος λέγει καὶ ὑμᾶς πείθει, ἔστω, μὴ ἀμύνεσθε, ἅπαντα πρόεσθε.
然而,如果别人这样说并说服了你们,那就这样吧,不要防御,放弃一切。
§50εἰ δὲ μηδενὶ τοῦτο δοκεῖ, τοὐναντίον δὲ πρόϊσμεν ἅπαντες, ὅτι ὅσῳ ἂν πλειόνων ἐάσωμεν ἐκεῖνον γενέσθαι κύριον, τοσούτῳ χαλεπωτέρῳ καὶ ἰσχυροτέρῳ χρησόμεθʼ ἐχθρῷ, ποῖ ἀναδυόμεθα;
但如果谁也不这么认为,相反我们所有人都预见到,我们容许他主宰得越多,我们要对付的敌人就会越困难和强大,那我们还要退缩到哪里去?
ἢ τί μέλλομεν;
或者我们还要拖延到什么时候?
ἢ πότʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ δέοντα ποιεῖν ἐθελήσομεν;
或者,雅典人啊,我们什么时候才愿意履行我们的义务呢?