Humanitext Reader

狄摩西尼 · 论色雷斯赫勒斯滂 §21-30

对迪奥皮特斯的指责与雅典人的不作为

第 3 段,共 8 段 · 希腊语

内容简介

德摩斯梯尼指出雅典人自身的矛盾:他们既不愿履行义务或向迪奥皮特斯拨付军费,却又嫉妒并指控他从小亚细亚各邦筹集“好意”资金。他强调,对于国内将军的越轨行为,只需通过法庭传票或弹劾等简易法律程序即可解决,并严厉批评了公民大会在内耗中虚度光阴、放任真正敌人的愚蠢态度。

§21βούλομαι τοίνυν μετὰ παρρησίας ἐξετάσαι τὰ παρόντα πράγματα τῇ πόλει, καὶ σκέψασθαι τί ποιοῦμεν αὐτοὶ νῦν καὶ ὅπως χρώμεθʼ αὐτοῖς.
因此,我希望开诚布公地审视城邦当前的局势,并思考我们自己现在正在做什么,以及我们是如何应对这些局势的。
ἡμεῖς οὔτε χρήματʼ εἰσφέρειν βουλόμεθα, οὔτʼ αὐτοὶ στρατεύεσθαι, οὔτε τῶν κοινῶν ἀπέχεσθαι δυνάμεθα, οὔτε τὰς συντάξεις Διοπείθει δίδομεν, οὔθʼ ὅσʼ ἂν αὐτὸς αὑτῷ πορίσηται ἐπαινοῦμεν,
我们既不想交纳军费,也不想亲自服役,又无法放弃公共分配金,既不给迪奥皮特斯拨付军饷,也不赞赏他自筹的任何资金。
§22ἀλλὰ βασκαίνομεν καὶ σκοποῦμεν πόθεν, καὶ τί μέλλει ποιεῖν, καὶ πάντα τὰ τοιαυτί, οὔτʼ, ἐπειδήπερ οὕτως ἔχομεν, τὰ ἡμέτερʼ αὐτῶν πράττειν ἐθέλομεν, ἀλλʼ ἐν μὲν τοῖς λόγοις τοὺς τῆς πόλεως λέγοντας ἄξιʼ ἐπαινοῦμεν, ἐν δὲ τοῖς ἔργοις τοῖς ἐναντιουμένοις τούτοις συναγωνιζόμεθα.
相反,我们嫉妒他,盘问他资金是从哪里来的、他打算做什么,以及诸如此类的一切事情;然而,尽管我们处于这种状态,我们却不想履行自己的职责,而是在言语上赞扬那些发表配得上城邦之言论的人,在行动上却与那些反对他们的人通力合作。
§23ὑμεῖς μὲν τοίνυν εἰώθαθʼ ἑκάστοτε τὸν παριόντʼ ἐρωτᾶν, τί οὖν χρὴ ποιεῖν;
因此,你们习惯于在每次会议上询问发言者:“那么我们应该做什么?
ἐγὼ δʼ ὑμᾶς ἐρωτῆσαι βούλομαι, τί οὖν χρὴ λέγειν;
”但我倒想问你们:“那么我应该说什么?
εἰ γὰρ μήτʼ εἰσοίσετε, μήτʼ αὐτοὶ στρατεύσεσθε, μήτε τῶν κοινῶν ἀφέξεσθε, μήτε τὰς συντάξεις δώσετε, μήθʼ ὅσʼ ἂν αὐτὸς αὑτῷ πορίσηται ἐάσετε, μήτε τὰ ὑμέτερʼ αὐτῶν πράττειν ἐθελήσετε, οὐκ ἔχω τί λέγω.
”因为如果你们既不交纳军费,也不亲自服役,不放弃公共分配金,不拨付军饷,也不容许他自筹资金,更不想履行自己的职责,那我真不知道该说什么了。
οἱ γὰρ ἤδη τοσαύτην ἐξουσίαν τοῖς αἰτιᾶσθαι καὶ διαβάλλειν βουλομένοις διδόντες, ὥστε καὶ περὶ ὧν φασι μέλλειν αὐτὸν ποιεῖν, καὶ περὶ τούτων προκατηγορούντων ἀκροᾶσθαι, —τί ἄν τις λέγοι;
对于那些已经给意图控告和诽谤的人如此大权力,以至于连他们声称迪奥皮特斯将要做的事,都愿意去倾听其预先指控的人,任何人还能说什么呢?
§24ὅ τι τοίνυν δύναται ταῦτα ποιεῖν, ἐνίους μαθεῖν ὑμῶν δεῖ.
因此,你们中的某些人必须了解这种行为会带来什么后果。
λέξω δὲ μετὰ παρρησίας· καὶ γὰρ οὐδʼ ἂν ἄλλως δυναίμην.
我将坦率直言,因为除此之外我也别无他法。
πάντες ὅσοι πώποτʼ ἐκπεπλεύκασι παρʼ ὑμῶν στρατηγοί (ἢ ʼγὼ πάσχειν ὁτιοῦν τιμῶμαι) καὶ παρὰ Χίων καὶ παρʼ Ἐρυθραίων καὶ παρʼ ὧν ἂν ἕκαστοι δύνωνται, τούτων τῶν τὴν Ἀσίαν οἰκούντων λέγω, χρήματα λαμβάνουσιν.
所有从你们这里出航过的将军们(否则我甘愿接受任何惩罚),都从基奥斯人、埃里特莱人以及任何他们能索取的其他人那里——我指的是居住在小亚洲的这些人——收取资金。
§25λαμβάνουσι δʼ οἱ μὲν ἔχοντες μίαν ἢ δύο ναῦς ἐλάττονα, οἱ δὲ μείζω δύναμιν πλείονα.
拥有一两艘船的将军收得少些,拥有更大兵力的收得多些。
καὶ διδόασιν οἱ διδόντες οὔτε τὰ μικρὰ οὔτε τὰ πολλὰ ἀντʼ οὐδενός (οὐ γὰρ οὕτω μαίνονται), ἀλλʼ ὠνούμενοι μὴ ἀδικεῖσθαι τοὺς παρʼ αὑτῶν ἐκπλέοντας ἐμπόρους, μὴ συλᾶσθαι, παραπέμπεσθαι τὰ πλοῖα τὰ αὑτῶν, τὰ τοιαῦτα·
而给予资金的人,无论给多给少,绝不是无代价给予的(因为他们还没疯到那种程度),而是为了收买安全,使他们出航的商人免受不公和掠夺,并让他们的船只得到护航等。
φασὶ δʼ εὐνοίας διδόναι, καὶ τοῦτο τοὔνομʼ ἔχει τὰ λήμματα ταῦτα.
他们声称这是出于“好意”而给予的,这些进项也就有了这样的名目。
§26καὶ δὴ καὶ νῦν τῷ Διοπείθει στράτευμʼ ἔχοντι σαφῶς ἐστι τοῦτο δῆλον ὅτι δώσουσι χρήματα πάντες οὗτοι·
确实,现在对于拥有军队的迪奥皮特斯来说,显然所有这些人也都会给他资金。
πόθεν γὰρ οἴεσθʼ ἄλλοθεν τὸν μήτε λαβόντα παρʼ ὑμῶν μηδὲν μήτʼ αὐτὸν ἔχονθʼ ὁπόθεν μισθοδοτήσει, στρατιώτας τρέφειν;
因为你们认为,一个既没有从你们这里得到任何支持,自己也没有任何资金来支付军饷的人,还能从其他什么地方来养活士兵呢?
ἐκ τοῦ οὐρανοῦ;
难道是从天上掉下来吗?
οὐκ ἔστι ταῦτα, ἀλλʼ ἀφʼ ὧν ἀγείρει καὶ προσαιτεῖ καὶ δανείζεται, ἀπὸ τούτων διάγει.
并非如此,而是靠他募集、乞求和借贷来的资金,他正是靠这些维持下去的。
§27οὐδὲν οὖν ἄλλο ποιοῦσιν οἱ κατηγοροῦντες ἐν ὑμῖν ἢ προλέγουσιν ἅπασι μηδʼ ὁτιοῦν ἐκείνῳ διδόναι, ὡς καὶ τοῦ μελλῆσαι δώσοντι δίκην, μή τι ποιήσαντί γʼ ἢ καταπραξαμένῳ. τοῦτʼ εἰσὶν οἱ λόγοι·
因此,在你们当中进行指控的人,实际上就是在警告所有人不要给他任何东西,理由是他甚至只要有行动的意图就会受到惩罚,更不用说实际做出或完成了什么事。
μέλλει πολιορκεῖν, τοὺς Ἕλληνας ἐκδίδωσιν.
他们的说辞无非是:“他要发动围攻”,“他在出卖希腊人”。
μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων;
难道他们中有人真的关心这些居住在小亚洲的希腊人吗?
ἀμείνους μέντἂν εἶεν τῶν ἄλλων ἢ τῆς πατρίδος κήδεσθαι.
如果是这样,那他们在关心祖国方面可比其他人强多了。
§28καὶ τό γʼ εἰς τὸν Ἑλλήσποντον εἰσπέμπειν ἕτερον στρατηγὸν τοῦτʼ ἐστίν.
至于主张向赫勒斯滂派遣另一位将军,也是这个意思。
εἰ γὰρ δεινὰ ποιεῖ Διοπείθης καὶ κατάγει τὰ πλοῖα, μικρόν, ὦ ἄνδρες Ἀθηναῖοι, μικρὸν πινάκιον ταῦτα πάντα κωλῦσαι δύναιτʼ ἄν, καὶ λέγουσιν οἱ νόμοι, ταῦτα τοὺς ἀδικοῦντας εἰσαγγέλλειν, οὐ μὰ Δίʼ οὐ δαπάναις καὶ τριήρεσιν τοσαύταις ἡμᾶς αὐτοὺς φυλάττειν, ἐπεὶ τοῦτό γʼ ἐστὶν ὑπερβολὴ μανίας·
因为如果迪奥皮特斯真干了可怕的事并拦截了船只,雅典的诸位啊,一块小小的、极其微小的木牌就足以阻止这一切,而且法律规定应当对这些违法者进行弹劾,而绝不是让我们自己花费巨额开支、派出这么多三段式战船来防范他,因为这简直是疯狂透顶。
§29ἀλλʼ ἐπὶ μὲν τοὺς ἐχθρούς, οὓς οὐκ ἔστι λαβεῖν ὑπὸ τοῖς νόμοις, καὶ στρατιώτας τρέφειν καὶ τριήρεις ἐκπέμπειν καὶ χρήματʼ εἰσφέρειν δεῖ καὶ ἀναγκαῖόν ἐστιν, ἐπὶ δʼ ἡμᾶς αὐτοὺς ψήφισμα, εἰσαγγελία, πάραλος ταῦτʼ ἔστιν.
相反,对待无法用法律来约束的敌人,养活士兵、派出战船并交纳军费是必要且不可避免的;但对待我们自己人,一项法令、一次弹劾、一艘帕拉洛斯号公船就足够了。
ταῦτʼ ἦν εὖ φρονούντων ἀνθρώπων, ἐπηρεαζόντων δὲ καὶ διαφθειρόντων τὰ πράγμαθʼ ἃ νῦν οὗτοι ποιοῦσιν.
这才是明白人的做法,而这些人现在所做的,则是心怀怨恨并败坏国家事务者的行径。
§30καὶ τὸ μὲν τούτων τινὰς εἶναι τοιούτους, δεινὸν ὂν οὐ δεινόν ἐστιν· ἀλλʼ ὑμεῖς οἱ καθήμενοι οὕτως ἤδη διάκεισθε, ὥστʼ, ἂν μέν τις εἴπῃ παρελθὼν ὅτι Διοπείθης ἐστὶ τῶν κακῶν πάντων αἴτιος, ἢ Χάρης ἢ Ἀριστοφῶν ἢ ὃν ἂν τῶν πολιτῶν εἴπῃ τις, εὐθέως φατὲ καὶ θορυβεῖθʼ ὡς ὀρθῶς λέγει·
哪怕这些人中有一些是这样的货色,虽然可怕,但还不是最可怕的;最可怕的是,坐在这里的你们现在也已经有了这样的心态,以至于如果有人走上台来说,迪奥皮特斯是所有灾祸的根源,或者是哈雷斯,或者是阿里斯托丰,或者说出任何一个公民的名字,你们立刻就会附和并起哄,说他说得对。

词汇与语法注释

  1. §23οἱ γὰρ ἤδη τοσαύτην ἐξουσίαν τοῖς αἰτιᾶσθαι καὶ διαβάλλειν βουλομένοις διδόντες — 分词 διδόντες 具有名词性用法,指代雅典听众。它在句中起到呼格或条件/让步状语分词的作用,与主句中的潜在希求语气“τί ἄν τις λέγοι;”(谁还能说什么呢?)相呼应,强调向这些放任毁谤者预先指控的人提出建议是毫无意义的。
  2. §24ἢ ʼγὼ πάσχειν ὁτιοῦν τιμῶμαι — 动词 τιμῶμαι 搭配不定式 πάσχειν。这一表达源于雅典法庭中被告为自己估定刑罚的司法术语,在此作为插入句使用,意为“否则我甘愿接受任何惩罚”,用以誓言并担保其陈述的绝对真实性。
  3. §27ἀμείνους μέντἂν εἶεν τῶν ἄλλων ἢ τῆς πατρίδος κήδεσθαι — 由比较级 ἀμείνους 搭配连词 ἤ 和不定式 κήδεσθαι 构成的句式。结合小词 ἄν,带有潜在或反事实的语气,表示强烈的反讽:“那么他们在关心祖国方面,可比其他人在关心这些亚洲希腊人上强多了(而实际上他们根本不关心)。”
  4. §28μικρὸν πινάκιον — 字面意思是“小木牌”。在雅典法律语境中,这比喻性地指代用于公布起诉书、传票或法令的小木板。作者以此强调,只需一张简单的法律公文或诉状就足以约束本国将军,而无需动用庞大的海军军事力量。

引用这一段

狄摩西尼, 论色雷斯赫勒斯滂 §21-30. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg008.humanitext-grc2:21-30

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。