§11ἴστε γὰρ δήπου τοῦθʼ ὅτι οὐδενὶ τῶν πάντων πλέον κεκράτηκε Φίλιππος, ἢ τῷ πρότερος πρὸς τοῖς πράγμασι γίγνεσθαι.
因为你们无疑知道这一点,即菲利普之所以战胜我们,无非是因为他总是能对事务先发制人。
ὁ μὲν γὰρ ἔχων δύναμιν συνεστηκυῖαν ἀεὶ περὶ αὑτὸν καὶ προειδὼς ἃ βούλεται πρᾶξαι, ἐξαίφνης ἐφʼ οὓς ἂν αὐτῷ δόξῃ πάρεστιν· ἡμεῖς δʼ ἐπειδὰν πυθώμεθά τι γιγνόμενον, τηνικαῦτα θορυβούμεθα καὶ παρασκευαζόμεθα.
因为他身边始终拥有一支现成的军队,并且预先知道自己想要做什么,因此会突然出现在他属意攻击的任何人面前;而我们则是在听说事情发生之后,才在那个时候慌乱并开始准备。
§12εἶτʼ, οἶμαι, συμβαίνει τῷ μὲν ἐφʼ ἃν ἔλθῃ, ταῦτʼ ἔχειν κατὰ πολλὴν ἡσυχίαν, ἡμῖν δʼ ὑστερίζειν, καὶ ὅσʼ ἂν δαπανήσωμεν, ἅπαντα μάτην ἀνηλωκέναι, καὶ τὴν μὲν ἔχθραν καὶ τὸ βούλεσθαι κωλύειν ἐνδεδεῖχθαι, ὑστερίζοντας δὲ τῶν ἔργων αἰσχύνην προσοφλισκάνειν.
于是,我认为,结果就是他得以在极度安宁中占领他所侵犯的目标,而我们则总是落后;且不论我们花费了多少,全都白白浪费了,并且我们虽然展示了敌意和阻止的意图,却因在行动上落后而招致了额外的耻辱。
§13μὴ τοίνυν ἀγνοεῖτʼ, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι καὶ τὰ νῦν τἄλλα μέν ἐστι λόγοι ταῦτα καὶ προφάσεις, πράττεται δὲ καὶ κατασκευάζεται τοῦτο, ὅπως ὑμῶν μὲν οἴκοι μενόντων, ἔξω δὲ μηδεμιᾶς οὔσης τῇ πόλει δυνάμεως, μετὰ πλείστης ἡσυχίας ἅπανθʼ ὅσα βούλεται Φίλιππος διοικήσεται.
因此,雅典的诸位,请不要不明白这一点:现在其他的事情都不过是说辞和借口,而正在被实施和策划的则是——在你们留在国内、城邦在国外没有任何兵力的情况下,菲利普能够以最大的安宁来处置所有他想做的事情。
θεωρεῖτε γὰρ τὸ παρὸν πρῶτον, ὃ γίγνεται.
因为请先观察当前正在发生的事情。
§14νυνὶ δύναμιν μεγάλην ἐκεῖνος ἔχων ἐν Θρᾴκῃ διατρίβει, καὶ μεταπέμπεται πολλήν, ὥς φασιν οἱ παρόντες, ἀπὸ Μακεδονίας καὶ Θετταλίας.
现在,他拥有一支大军滞留在色雷斯,并且据在场的人说,他正从马其顿和色萨利召集大批援军。
ἐὰν οὖν περιμείνας τοὺς ἐτησίας ἐπὶ Βυζάντιον ἐλθὼν πολιορκῇ, πρῶτον μὲν οἴεσθε τοὺς Βυζαντίους μενεῖν ἐπὶ τῆς ἀνοίας τῆς αὐτῆς ὥσπερ νῦν, καὶ οὔτε παρακαλεῖν ὑμᾶς οὔτε βοηθεῖν αὑτοῖς ἀξιώσειν;
如果他等待季风结束,进军并围攻拜占庭,首先,你们认为拜占庭人还会像现在这样愚蠢,既不向你们求援,也不要求你们帮助他们脱困吗?
§15ἐγὼ μὲν οὐκ οἴομαι, ἀλλὰ καὶ εἴ τισι μᾶλλον ἀπιστοῦσιν ἢ ἡμῖν, καὶ τούτους εἰσφρήσεσθαι μᾶλλον ἢ ʼκείνῳ παραδώσειν τὴν πόλιν, ἄν περ μὴ φθάσῃ λαβὼν αὐτούς.
我可不这么认为,相反,即使有些他们比对我们更不信任的人,他们也会宁可接纳那些人,也绝不把城邦拱手让给那个人,除非他抢先占领了他们。
οὐκοῦν ἡμῶν μὲν μὴ δυναμένων ἐνθένδʼ ἀναπλεῦσαι, ἐκεῖ δὲ μηδεμιᾶς ὑπαρχούσης ἑτοίμου βοηθείας, οὐδὲν αὐτοὺς ἀπολωλέναι κωλύσει.
因此,如果我们无法从这里扬帆起航,且当地又没有任何现成可用的援助,那就没有什么能阻止他们毁灭了。
§16νὴ Δία, κακοδαιμονῶσι γὰρ ἅνθρωποι καὶ ὑπερβάλλουσιν ἀνοίᾳ.
天哪,有人会说,“因为那些人真是倒霉,而且愚蠢透顶。
πάνυ γε, ἀλλʼ ὅμως αὐτοὺς δεῖ σῶς εἶναι· συμφέρει γὰρ τῇ πόλει.
”的确如此,但他们依然必须得保全,因为这对我们城邦有利。
καὶ μὴν οὐδʼ ἐκεῖνό γε δῆλόν ἐστιν ἡμῖν, ὡς ἐπὶ Χερρόνησον οὐχ ἥξει· ἀλλʼ εἴγʼ ἐκ τῆς ἐπιστολῆς δεῖ σκοπεῖν ἧς ἔπεμψε πρὸς ὑμᾶς, ἀμυνεῖσθαί φησι τοὺς ἐν Χερρονήσῳ.
再者,我们也不能确定他不会向赫索尼苏斯进军;至少如果要从他写给你们的信来判断的话,他说他将对赫索尼苏斯的人进行报复。
§17ἂν μὲν τοίνυν ᾖ τὸ συνεστηκὸς στράτευμα, καὶ τῇ χώρᾳ βοηθῆσαι δυνήσεται καὶ τῶν ἐκείνου τι κακῶς ποιῆσαι· εἰ δʼ ἅπαξ διαλυθήσεται, τί ποιήσομεν, ἂν ἐπὶ Χερρόνησον ἴῃ;
因此,如果现存的军队存在,它既能援助该地区,也能给他的领地造成打击;但如果它一旦解散,当他进军赫索尼苏斯时,我们将怎么办?
κρινοῦμεν Διοπείθη νὴ Δία.
“天哪,我们要审判迪奥皮特斯。
καὶ τί τὰ πράγματʼ ἔσται βελτίω;
”那这又怎么能让事情好转呢?
ἀλλʼ ἐνθένδʼ ἂν βοηθήσαιμεν αὐτοί.
“但我们自己会从这里发兵援助。
ἂν δʼ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα;
”可如果我们因为风向而无法成行呢?
ἀλλὰ μὰ Δίʼ οὐχ ἥξει.
“但,天哪,他绝不会来。
§18καὶ τίς ἐγγυητής ἐστι τούτου;
” 谁能为此作保呢?
ἆρʼ ὁρᾶτε καὶ λογίζεσθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι καὶ παραδοῦναι Φιλίππῳ;
雅典的诸位,你们是否看到并考虑到了这一年中即将来临的季节? 某些人认为,我们应当在那个季节让赫勒斯滂对你们不设防,并将其双手奉送给菲利普。
τί δʼ, ἂν ἀπελθὼν ἐκ Θρᾴκης καὶ μηδὲ προσελθὼν Χερρονήσῳ μηδὲ Βυζαντίῳ (καὶ γὰρ ταῦτα λογίζεσθε) ἐπὶ Χαλκίδα καὶ Μέγαρʼ ἥκῃ τὸν αὐτὸν τρόπον ὅνπερ ἐπʼ Ὠρεὸν πρώην, πότερον κρεῖττον ἐνθάδʼ αὐτὸν ἀμύνεσθαι καὶ προσελθεῖν τὸν πόλεμον πρὸς τὴν Ἀττικὴν ἐᾶσαι, ἢ κατασκευάζειν ἐκεῖ τινʼ ἀσχολίαν αὐτῷ;
此外,如果他撤离色雷斯,甚至不接近赫索尼苏斯或拜占庭(因为你们也必须考虑到这一点),而是像先前对待奥雷乌斯那样,以同样的方式进军哈尔基斯和麦加拉,那该怎么办? 是在这里防御他、放任战争逼近阿提卡更好,还是在当地给他制造麻烦(使其分心)更好?
ἐγὼ μὲν οἴομαι τοῦτο.
我个人认为应当是后者。
§19ταῦτα τοίνυν ἅπαντας εἰδότας καὶ λογιζομένους χρή, οὐ μὰ Δίʼ οὐχ ἣν Διοπείθης πειρᾶται τῇ πόλει δύναμιν παρασκευάζειν, ταύτην βασκαίνειν καὶ διαλῦσαι πειρᾶσθαι, ἀλλʼ ἑτέραν αὐτοὺς προσπαρασκευάζειν καὶ συνευποροῦντας ἐκείνῳ χρημάτων καὶ τἄλλʼ οἰκείως συναγωνιζομένους.
因此,既然大家都知道并考虑到了这些,我们就绝不应当去嫉妒迪奥皮特斯正设法为城邦筹建的这支力量并企图予以瓦解,相反,我们应当自己另外增建一支军队,并共同为他提供资金支持,在其他方面也以亲善的态度通力协作、共同战斗。
§20εἰ γάρ τις ἔροιτο Φίλιππον,
εἰπέ μοι, πότερʼ ἂν βούλοιο τούτους τοὺς στρατιώτας οὓς Διοπείθης νῦν ἔχει, τοὺς ὁποιουστινασοῦν (οὐδὲν γὰρ ἀντιλέγω) εὐθενεῖν καὶ παρʼ Ἀθηναίοις εὐδοξεῖν καὶ πλείους γίγνεσθαι τῆς πόλεως συναγωνιζομένης, ἢ διαβαλλόντων τινῶν καὶ κατηγορούντων διασπασθῆναι καὶ διαφθαρῆναι;
因为如果有人问菲利普:“告诉我,你是希望迪奥皮特斯目前拥有的这些士兵——无论他们是什么样的人(我对此没有异议)——在雅典人中繁衍壮大并获得美誉,并且在城邦的协助下变得更多,还是希望他们因某些人的诽谤和控告而分崩离析、归于毁灭呢?
ταῦτʼ ἂν οἶμαι φήσειεν.
”我想他会说是后者。
εἶθʼ ἃ Φίλιππος ἂν εὔξαιτο τοῖς θεοῖς, ταῦθʼ ἡμῶν τινες ἐνθάδε πράττουσιν;
那么,我们这里的某些人不正是在干着菲利普会向神明祈求的那些事吗?
εἶτʼ ἔτι ζητεῖτε πόθεν τὰ τῆς πόλεως ἀπόλωλεν ἅπαντα;
如果是这样,你们现在还在寻找城邦的所有事务到底是从何处毁掉的吗?