§21βούλομαι τοίνυν μετὰ παρρησίας ἐξετάσαι τὰ παρόντα πράγματα τῇ πόλει, καὶ σκέψασθαι τί ποιοῦμεν αὐτοὶ νῦν καὶ ὅπως χρώμεθʼ αὐτοῖς.
それゆえ、私は率直に国家の現在の状況を検証し、我々自身が今何をしており、それらに対してどのように対応しているかを考えたいと思います。
ἡμεῖς οὔτε χρήματʼ εἰσφέρειν βουλόμεθα, οὔτʼ αὐτοὶ στρατεύεσθαι, οὔτε τῶν κοινῶν ἀπέχεσθαι δυνάμεθα, οὔτε τὰς συντάξεις Διοπείθει δίδομεν, οὔθʼ ὅσʼ ἂν αὐτὸς αὑτῷ πορίσηται ἐπαινοῦμεν,
我々は、資金を納めることも望まず、自ら従軍することも望まず、公金を手放すこともできず、かと言って分担金をディオペイトヘスに与えることもせず、彼が自力で調達した資金のことも称賛しません。
§22ἀλλὰ βασκαίνομεν καὶ σκοποῦμεν πόθεν, καὶ τί μέλλει ποιεῖν, καὶ πάντα τὰ τοιαυτί, οὔτʼ, ἐπειδήπερ οὕτως ἔχομεν, τὰ ἡμέτερʼ αὐτῶν πράττειν ἐθέλομεν, ἀλλʼ ἐν μὲν τοῖς λόγοις τοὺς τῆς πόλεως λέγοντας ἄξιʼ ἐπαινοῦμεν, ἐν δὲ τοῖς ἔργοις τοῖς ἐναντιουμένοις τούτοις συναγωνιζόμεθα.
むしろ我々は彼を妬み、彼がどこから資金を得たのか、何を企んでいるのか、といったことばかりを詮索しています。 そして、我々がこのような状態にあるからといって、自分自身のやるべき義務を果たそうとするわけでもなく、言葉の上では国家にふさわしいことを語る者たちを称賛する一方で、実際の行動においては、彼らに反対する者たちに加担しているのです。
§23ὑμεῖς μὲν τοίνυν εἰώθαθʼ ἑκάστοτε τὸν παριόντʼ ἐρωτᾶν, τί οὖν χρὴ ποιεῖν;
それゆえ、あなた方はいつも壇上に立つ者に『では、どうすべきか』と尋ねる習慣があります。
ἐγὼ δʼ ὑμᾶς ἐρωτῆσαι βούλομαι, τί οὖν χρὴ λέγειν;
しかし私は、あなた方に尋ねたい。 『では、何と言うべきか』と。
εἰ γὰρ μήτʼ εἰσοίσετε, μήτʼ αὐτοὶ στρατεύσεσθε, μήτε τῶν κοινῶν ἀφέξεσθε, μήτε τὰς συντάξεις δώσετε, μήθʼ ὅσʼ ἂν αὐτὸς αὑτῷ πορίσηται ἐάσετε, μήτε τὰ ὑμέτερʼ αὐτῶν πράττειν ἐθελήσετε, οὐκ ἔχω τί λέγω.
というのも、もしあなた方が資金を納めず、自ら従軍もせず、公金を手放すこともせず、分担金を与えることもせず、彼が自力で調達するのを許すこともしの、自分たちのやるべきことを果たそうともしないのであれば、私は何と言うべきか分かりません。
οἱ γὰρ ἤδη τοσαύτην ἐξουσίαν τοῖς αἰτιᾶσθαι καὶ διαβάλλειν βουλομένοις διδόντες, ὥστε καὶ περὶ ὧν φασι μέλλειν αὐτὸν ποιεῖν, καὶ περὶ τούτων προκατηγορούντων ἀκροᾶσθαι, —τί ἄν τις λέγοι;
非難し誹謗することを望む者たちに対して、すでにこれほど大きな権限を与えており、彼がなそうとしていると彼らが主張することについてさえ、あらかじめ非難する彼らの言うことに耳を傾けているような人々に対して、一体誰が何を言えるでしょうか。
§24ὅ τι τοίνυν δύναται ταῦτα ποιεῖν, ἐνίους μαθεῖν ὑμῶν δεῖ.
それゆえ、これらの状況が何を意味するのか、あなた方のうちの何人かは知る必要があります。
λέξω δὲ μετὰ παρρησίας·
私は率直に言いましょう。
καὶ γὰρ οὐδʼ ἂν ἄλλως δυναίμην.
実際、他の方法では言えませんから。
πάντες ὅσοι πώποτʼ ἐκπεπλεύκασι παρʼ ὑμῶν στρατηγοί (ἢ ʼγὼ πάσχειν ὁτιοῦν τιμῶμαι) καὶ παρὰ Χίων καὶ παρʼ Ἐρυθραίων καὶ παρʼ ὧν ἂν ἕκαστοι δύνωνται, τούτων τῶν τὴν Ἀσίαν οἰκούντων λέγω, χρήματα λαμβάνουσιν.
あなた方のところから船出したことのある将軍たちは全員(さもなければ私はどんな罰でも受ける覚悟ですが)、キオス島民からも、エリュトライの人々からも、そして彼らがそれぞれ得ることのできるその他の人々――小アジアに住むこれらの人々のことですが――から、資金を受け取っています。
§25λαμβάνουσι δʼ οἱ μὲν ἔχοντες μίαν ἢ δύο ναῦς ἐλάττονα, οἱ δὲ μείζω δύναμιν πλείονα.
そして、1隻か2隻の船を率いる者は少額を、より大きな兵力を持つ者はより多額を受け取ります。
καὶ διδόασιν οἱ διδόντες οὔτε τὰ μικρὰ οὔτε τὰ πολλὰ ἀντʼ οὐδενός (οὐ γὰρ οὕτω μαίνονται), ἀλλʼ ὠνούμενοι μὴ ἀδικεῖσθαι τοὺς παρʼ αὑτῶν ἐκπλέοντας ἐμπόρους, μὴ συλᾶσθαι, παραπέμπεσθαι τὰ πλοῖα τὰ αὑτῶν, τὰ τοιαῦτα·
そして、与える側も、少額であれ多額であれ、何の見返りもなしに与えるわけではありません(彼らはそこまで狂ってはいませんから)。 むしろ、自国から船出する商人が不当な扱いを受けず、略奪されず、自国の船が護衛されることなど、そうした便宜を買い取っているのです。
φασὶ δʼ εὐνοίας διδόναι, καὶ τοῦτο τοὔνομʼ ἔχει τὰ λήμματα ταῦτα.
彼らはそれを『好意』として与えると言っており、これらの収入はそうした名前で呼ばれています。
§26καὶ δὴ καὶ νῦν τῷ Διοπείθει στράτευμʼ ἔχοντι σαφῶς ἐστι τοῦτο δῆλον ὅτι δώσουσι χρήματα πάντες οὗτοι·
そして、まさしく今、軍隊を率いているディオペイトヘスに対しても、これらの人々全員が資金を与えるであろうことは極めて明白です。
πόθεν γὰρ οἴεσθʼ ἄλλοθεν τὸν μήτε λαβόντα παρʼ ὑμῶν μηδὲν μήτʼ αὐτὸν ἔχονθʼ ὁπόθεν μισθοδοτήσει, στρατιώτας τρέφειν;
なぜなら、あなた方から何も受け取っておらず、自らも兵士に給与を支払う資金源を持たない者が、他の一体どこから兵士を養うと思うのですか。
ἐκ τοῦ οὐρανοῦ;
天から降ってくるとでも言うのですか。
οὐκ ἔστι ταῦτα, ἀλλʼ ἀφʼ ὧν ἀγείρει καὶ προσαιτεῖ καὶ δανείζεται, ἀπὸ τούτων διάγει.
そんなはずはありません。 むしろ彼が方々から集め、乞い求め、借財するもの、それらによって彼は何とかやりくりしているのです。
§27οὐδὲν οὖν ἄλλο ποιοῦσιν οἱ κατηγοροῦντες ἐν ὑμῖν ἢ προλέγουσιν ἅπασι μηδʼ ὁτιοῦν ἐκείνῳ διδόναι, ὡς καὶ τοῦ μελλῆσαι δώσοντι δίκην, μή τι ποιήσαντί γʼ ἢ καταπραξαμένῳ.
それゆえ、あなた方の前で告発している者たちがしていることといえば、彼に何一つ与えてはならないと万人に警告していることに他なりません。 彼が何かを行ったり成し遂げたりした場合はおろか、何かを『企てた』というだけで処罰されるだろう、と思わせることによって。
τοῦτʼ εἰσὶν οἱ λόγοι·
彼らの言う口実とは次のようなものです。
μέλλει πολιορκεῖν,
τοὺς Ἕλληνας ἐκδίδωσιν.
『彼は包囲しようとしている』『彼はギリシア人を引き渡そうとしている』と。
μέλει γάρ τινι τούτων τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων;
実際、彼らのうちの誰かが、アジアに住むギリシア人のことを気にかけているとでも言うのですか。
ἀμείνους μέντἂν εἶεν τῶν ἄλλων ἢ τῆς πατρίδος κήδεσθαι.
もしそうなら、彼らは自国のことを気にかけるにおいて、他の誰よりも優れているということになりますが。
§28καὶ τό γʼ εἰς τὸν Ἑλλήσποντον εἰσπέμπειν ἕτερον στρατηγὸν τοῦτʼ ἐστίν.
また、ヘレスポントスに別の将軍を派遣しようとするのも、これにあたります。
εἰ γὰρ δεινὰ ποιεῖ Διοπείθης καὶ κατάγει τὰ πλοῖα, μικρόν, ὦ ἄνδρες Ἀθηναῖοι, μικρὸν πινάκιον ταῦτα πάντα κωλῦσαι δύναιτʼ ἄν, καὶ λέγουσιν οἱ νόμοι, ταῦτα τοὺς ἀδικοῦντας εἰσαγγέλλειν, οὐ μὰ Δίʼ οὐ δαπάναις καὶ τριήρεσιν τοσαύταις ἡμᾶς αὐτοὺς φυλάττειν, ἐπεὶ τοῦτό γʼ ἐστὶν ὑπερβολὴ μανίας·
もしディオペイトヘスが恐ろしいことを行い、船を拿捕しているのだとしたら、アテナイの皆さん、小さな、本当に小さな木札だけで、これらすべてを阻止することができるはずです。 そして法律は、このような不正を行う者たちを弾劾せよと命じています。 決して、巨額の出費とこれほど多くの三段櫂船を用いて我々自身を彼から防衛せよとは命じていません。 というのも、そのようなことをするのは狂気の極みだからです。
§29ἀλλʼ ἐπὶ μὲν τοὺς ἐχθρούς, οὓς οὐκ ἔστι λαβεῖν ὑπὸ τοῖς νόμοις, καὶ στρατιώτας τρέφειν καὶ τριήρεις ἐκπέμπειν καὶ χρήματʼ εἰσφέρειν δεῖ καὶ ἀναγκαῖόν ἐστιν, ἐπὶ δʼ ἡμᾶς αὐτοὺς ψήφισμα, εἰσαγγελία, πάραλος ταῦτʼ ἔστιν.
そうではなく、法律のもとに捉えることができない敵に対しては、兵士を養い、三段櫂船を派遣し、軍資金を納めることが必要であり不可避なのです。 これに対して、我々自身に対しては、民衆議決、弾劾、パラロス号の派遣、これらがあれば十分です。
ταῦτʼ ἦν εὖ φρονούντων ἀνθρώπων, ἐπηρεαζόντων δὲ καὶ διαφθειρόντων τὰ πράγμαθʼ ἃ νῦν οὗτοι ποιοῦσιν.
これこそが、思慮ある人々のやり方でした。 しかし、現在あの者たちがしていることは、嫌がらせをし、国家の体制を破壊する者のやり方です。
§30καὶ τὸ μὲν τούτων τινὰς εἶναι τοιούτους, δεινὸν ὂν οὐ δεινόν ἐστιν·
そして、彼らのうちの一部がそのような者であるということは、恐ろしいことではありますが、真に恐ろしいことではありません。
ἀλλʼ ὑμεῖς οἱ καθήμενοι οὕτως ἤδη διάκεισθε, ὥστʼ, ἂν μέν τις εἴπῃ παρελθὼν ὅτι Διοπείθης ἐστὶ τῶν κακῶν πάντων αἴτιος, ἢ Χάρης ἢ Ἀριστοφῶν ἢ ὃν ἂν τῶν πολιτῶν εἴπῃ τις, εὐθέως φατὲ καὶ θορυβεῖθʼ ὡς ὀρθῶς λέγει·
むしろ、(民会に)席を置いているあなた方自身がすでにそのような状態にあること、それこそが問題なのです。 すなわち、もし誰かが壇上に進み出て『ディオペイトヘスこそがすべての災いの原因だ』とか、ハレスとか、アリストポンとか、市民の誰であれその名を挙げれば、あなた方はすぐにその通りだと言って、彼が正論を吐いていると騒ぎ立てるほどなのです。