Humanitext Reader

狄摩西尼 · 论色雷斯赫勒斯滂 §31-40

菲利普的真实威胁与雅典民主政体的保卫

第 4 段,共 8 段 · 希腊语

内容简介

德摩斯梯尼揭露了雅典人的虚伪:他们不敢面对菲利普这一真正的威胁,却热衷于内斗指责。他呼吁雅典重拾强硬的外交与军事态度,警告称菲利普的终极目标是彻底摧毁雅典的民主政体,并表明自己准备提出具体的行动方案。

§31ἂν δὲ παρελθὼν λέγῃ τις τἀληθῆ, ὅτι ληρεῖτʼ, Ἀθηναῖοι·
但如果有人走上台来说出真理,说: “雅典人啊,你们在胡说八道。
πάντων τῶν κακῶν καὶ τῶν πραγμάτων τούτων Φίλιππός ἐστʼ αἴτιος·
菲利普才是这一切灾祸和目前混乱的根源。
εἰ γὰρ ἐκεῖνος ἦγεν ἡσυχίαν, οὐδὲν ἂν ἦν πρᾶγμα τῇ πόλει, ὡς μὲν οὐκ ἀληθῆ ταῦτʼ ἐστὶν οὐκ ἔχετʼ ἀντιλέγειν, ἄχθεσθαι δέ μοι δοκεῖτε καὶ ὥσπερ ἀπολλύναι τι νομίζειν.
因为如果他保持安宁,城邦就不会有任何麻烦。 ” 对于这些话,你们无法反驳其非真实,但你们似乎对我感到气恼,仿佛觉得失去了什么一样。
§32αἴτιον δὲ τούτων (καί μοι πρὸς θεῶν, ὅταν εἵνεκα τοῦ βελτίστου λέγω, ἔστω παρρησία)· παρεσκευάκασιν ὑμᾶς τῶν πολιτευομένων ἔνιοι ἐν μὲν ταῖς ἐκκλησίαις φοβεροὺς καὶ χαλεπούς, ἐν δὲ ταῖς παρασκευαῖς ταῖς τοῦ πολέμου ῥᾳθύμους καὶ εὐκαταφρονήτους.
而其原因在于(看在天神的份上,当我为了你们的最大利益而发言时,请允许我直言):有些政客使你们在公民大会中变得可怕而严厉,但在战争的准备工作中,却变得懒散和易受轻视。
ἂν μὲν οὖν τὸν αἴτιον εἴπῃ τις ὃν ἴσθʼ ὅτι λήψεσθε παρʼ ὑμῖν αὐτοῖς, φατὲ καὶ βούλεσθε· ἂν δὲ τοιοῦτον λέγῃ τις, ὃν κρατήσαντας τοῖς ὅπλοις, ἄλλως δʼ οὐκ ἔστιν κολάσαι, οὐκ ἔχετʼ, οἶμαι, τί ποιήσετε, ἐξελεγχόμενοι δʼ ἄχθεσθε.
因此,如果有人指出一个你们知道可以在你们自己人当中惩办的负责人,你们就会赞同并乐意这样做;但如果有人指出的,是一个只有通过武力战胜、此外别无他法惩罚的人,我想,你们就不知道该怎么办了,而且由于被揭露,你们感到气恼。
§33ἐχρῆν γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὐναντίον ἢ νῦν ἅπαντας τοὺς πολιτευομένους ἐν μὲν ταῖς ἐκκλησίαις πράους καὶ φιλανθρώπους ὑμᾶς ἐθίζειν εἶναι (πρὸς γὰρ ὑμᾶς αὐτοὺς καὶ τοὺς συμμάχους ἐν ταύταις ἐστὶ τὰ δίκαια), ἐν δὲ ταῖς παρασκευαῖς ταῖς τοῦ πολέμου φοβεροὺς καὶ χαλεποὺς ἐπιδεικνύναι·
因为,雅典人啊,本来应该相反,所有政客都应该让你们在公民大会中习惯于温和与仁慈(因为在公民大会中,对待你们自己和盟友是正义所在),而在战争准备中表现得可怕和严厉。
πρὸς γὰρ τοὺς ἐχθροὺς καὶ τοὺς ἀντιπάλους ἐκεῖνός ἐσθʼ ἁγών.
因为对待敌人和对手的斗争就在那里。
§34νῦν δὲ δημαγωγοῦντες ὑμᾶς καὶ χαριζόμενοι καθʼ ὑπερβολὴν οὕτω διατεθήκασιν, ὥστʼ ἐν μὲν ταῖς ἐκκλησίαις τρυφᾶν καὶ κολακεύεσθαι πάντα πρὸς ἡδονὴν ἀκούοντας, ἐν δὲ τοῖς πράγμασι καὶ τοῖς γιγνομένοις περὶ τῶν ἐσχάτων ἤδη κινδυνεύειν.
但现在,他们通过蛊惑和极度迎合你们,使你们落入了如此境地:在公民大会上,你们备受骄纵和奉承,听到的全是迎合你们心意的话;但在实际的事务和正在发生的事情中,你们已经处于极大的危险之中。
φέρε γὰρ πρὸς Διός, εἰ λόγον ὑμᾶς ἀπαιτήσειαν οἱ Ἕλληνες ὧν νυνὶ παρείκατε καιρῶν διὰ ῥᾳθυμίαν, §35καὶ ἔροινθʼ ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, πέμπεθʼ ὡς ἡμᾶς ἑκάστοτε πρέσβεις, καὶ λέγεθʼ ὡς ἐπιβουλεύει Φίλιππος ἡμῖν καὶ πᾶσι τοῖς Ἕλλησι, καὶ ὡς φυλάττεσθαι δεῖ τὸν ἄνθρωπον, καὶ πάντα τὰ τοιαυτί;
因为,看在宙斯的份上,想一想吧:如果希腊人要你们对由于懒惰而失去的那些机会作出交代,并问你们: “雅典人啊,你们每次不都派使节到我们这里来,说菲利普在阴谋对付我们和所有希腊人,我们必须防范这个人,以及诸如此类的一切吗?
ἀνάγκη φάσκειν καὶ ὁμολογεῖν· ποιοῦμεν γὰρ ταῦτα.
” 我们必须承认并同意,因为我们确实做了这些事。
εἶτʼ, ὦ πάντων ἀνθρώπων φαυλότατοι, δέκα μῆνας ἀπογενομένου τἀνθρώπου καὶ νόσῳ καὶ χειμῶνι καὶ πολέμοις ἀποληφθέντος ὥστε μὴ ἂν δύνασθαι ἐπανελθεῖν οἴκαδε, §36οὔτε τὴν Εὔβοιαν ἠλευθερώσατε, οὔτε τῶν ὑμετέρων αὐτῶν οὐδὲν ἐκομίσασθε, ἀλλʼ ἐκεῖνος μὲν ὑμῶν οἴκοι μενόντων, σχολὴν ἀγόντων, ὑγιαινόντων (εἰ δὴ τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιμεν), δύʼ ἐν Εὐβοίᾳ κατέστησε τυράννους, τὸν μὲν ἀπαντικρὺ τῆς Ἀττικῆς ἐπιτειχίσας, τὸν δʼ ἐπὶ Σκίαθον, §37ὑμεῖς δʼ οὐδὲ ταῦτʼ ἀπελύσασθε, εἰ μηδὲν ἄλλʼ ἐβούλεσθε, ἀλλʼ εἰάκατε;
“那么,你们这些天下最愚蠢的人啊,在此人离开十个月期间,他因生病、冬天的风暴和战争而被阻隔,以至于无法返回家园,你们既没有解放欧波亚,也没有收回你们自己的任何领地,反而在你们留在家里、闲暇、健康(如果能说做这种事的人算健康的话)的时候,他却在欧波亚扶植了两个僭主,一个就在阿提卡的对岸建立了军事堡垒威胁着你们,另一个则对着斯基亚托斯岛;而你们甚至没有清除这两个僭主,即使你们不想做别的事,却反而听之任之?
ἀφέστατε δῆλον ὅτι αὐτῷ, καὶ φανερὸν πεποιήκατε ὅτι οὐδʼ ἂν δεκάκις ἀποθάνῃ, οὐδὲν μᾶλλον κινήσεσθε.
你们显然已经向他让步,并且表明,即使他死上十次,你们也不会有更多的行动。
τί οὖν πρεσβεύετε καὶ κατηγορεῖτε καὶ πράγμαθʼ ἡμῖν παρέχετε;
那你们为什么还要派遣使节、进行指控、给我们增添麻烦呢?
ἂν ταῦτα λέγωσι, τί ἐροῦμεν ἢ τί φήσομεν, Ἀθηναῖοι;
” 如果他们这样说,雅典人啊,我们该说什么,或者该怎么回答呢?
ἐγὼ μὲν γὰρ οὐχ ὁρῶ.
因为我看不出。
§38εἰσὶ τοίνυν τινὲς οἳ τότʼ ἐξελέγχειν τὸν παριόντʼ οἴονται, ἐπειδὰν ἐρωτήσωσι τί οὖν χρὴ ποιεῖν;
然而,有些人认为,当他们问: “那么我们应该做什么? ” 时,就是在驳倒发言者。
οἷς ἐγὼ μὲν τὸ δικαιότατον καὶ ἀληθέστατον τοῦτʼ ἀποκρινοῦμαι, ταῦτα μὴ ποιεῖν ἃ νυνὶ ποιεῖτε, οὐ μὴν ἀλλὰ καὶ καθʼ ἕκαστον ἀκριβῶς ἐρῶ.
对于他们,我将给出这个最公正和最真实的回答:不要做你们现在正在做的这些事;不过,我也会准确地详述每一个细节。
καὶ ὅπως, ὥσπερ ἐρωτῶσι προθύμως, οὕτω καὶ ποιεῖν ἐθελήσουσιν.
为了让他们能像迫切提问那样,也同样乐意去付诸行动。
§39πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο παρʼ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκεν (καὶ παύσασθε περὶ τούτου κατηγοροῦντες ἀλλήλων) καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει καὶ τῷ τῆς πόλεως ἐδάφει, §40προσθήσω δὲ καὶ τοῖς ἐν τῇ πόλει πᾶσιν ἀνθρώποις, καὶ τοῖς μάλιστʼ οἰομένοις αὐτῷ χαρίζεσθαι (εἰ δὲ μή, σκεψάσθων Εὐθυκράτη καὶ Λασθένη τοὺς Ὀλυνθίους, οἳ δοκοῦντες οἰκειότατʼ αὐτῷ διακεῖσθαι, ἐπειδὴ τὴν πόλιν προὔδοσαν, πάντων κάκιστʼ ἀπολώλασιν), οὐδενὶ μέντοι μᾶλλον ἢ τῇ πολιτείᾳ πολεμεῖ οὐδʼ ἐπιβουλεύει, καὶ σκοπεῖ μᾶλλον οὐδὲ ἓν τῶν πάντων, ἢ πῶς ταύτην καταλύσει.
首先,雅典人啊,你们要在自己心中确立这一信念:菲利普正在与城邦交战,并破坏了和平(停止在这件事上互相指责),并且他对整个城邦以及城邦的土地都心怀恶意,是我们的敌人,我还要补充一句,他对城邦里所有的人也是如此,甚至包括那些最以为自己是在迎合他的人(否则,让他们看看奥林索斯人尤西克拉底和拉斯提尼斯,他们曾自以为与菲利普的关系最为亲密,但在出卖了城邦之后,却死得最惨);然而,他与任何事物的交战和阴谋对抗,都比不上针对我们的宪政,他所图谋的事情,没有一件比如何摧毁这一体制更首要。

词汇与语法注释

  1. §31ὡς μὲν οὐκ ἀληθῆ ταῦτʼ ἐστὶν οὐκ ἔχετʼ ἀντιλέγειν — ὡς 引导名词从句。动词 ἔχετε 连同不定式 ἀντιλέγειν 并不表示“拥有”,而是表示“有能力做,能够”。整句意为“你们无法反驳这些话是不真实的”。
  2. §32ὃν ἴσθʼ ὅτι λήψεσθε παρʼ ὑμῖν αὐτοῖς — 关系代词 ὃν 是 ἴστε(此处缩略为 ἴσθʼ,意为“你们知道”)所引导的 ὅτι 从句中动词 λήψεσθε 的宾语。整句意为“你们知道你们可以在自己人当中惩办(或逮捕)的人”。
  3. §35δέκα μῆνας ἀπογενομένου τἀνθρώπου — 短语 ἀπογενομένου τἀνθρώπου 是属格绝对结构,相对于主句表示时间或让步(“当那人离开时”或“尽管他离开了”)。δέκα μῆνας 是表示时间持续的对格。
  4. §39γνῶναι — 不定式 γνῶναι 在此用作命令式(infinitive for imperative),表达对雅典公民的强烈命令,要求他们必须确信这一事实。

引用这一段

狄摩西尼, 论色雷斯赫勒斯滂 §31-40. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg008.humanitext-grc2:31-40

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。