§1ὦ ἄνδρες Ἀθηναῖοι, οὐκ ἔστιν ὅπως αἱ αἰτίαι, ἃς Φίλιππος αἰτιᾶται τοὺς ὑπὲρ τῶν δικαίων πρὸς ὑμᾶς λέγοντας, κωλύσουσι συμβούλους ἡμᾶς γίγνεσθαι ὑπὲρ τῶν ὑμῖν συμφερόντων·
雅典的诸位,斐里普对那些为正义而向你们发言的人所提出的指责,绝不可能阻止我们成为你们利益的建言者。
δεινὸν γὰρ ἂν εἴη, εἰ τὴν ἐπὶ τοῦ βήματος παρρησίαν αἱ παρʼ ἐκείνου πεμπόμεναι ἐπιστολαὶ ἀνέλοιεν.
因为如果从他那里送来的信件会剥夺演坛上的言论自由,那将是件可怕的事情。
ἐγὼ δʼ ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, βούλομαι πρῶτον μὲν περὶ ὧν Φίλιππος ἐπέσταλκε, περὶ τούτων διεξελθεῖν· ὕστερον δέ, περὶ ὧν οἱ πρέσβεις λέγουσι, καὶ ἡμεῖς λέξομεν.
雅典的诸位,我首先想向你们详细阐述斐里普在信中所写的内容;随后,关于使者们所说的话,我们也将会予以说明。
§2Φίλιππος γὰρ ἄρχεται μὲν περὶ Ἁλοννήσου λέγων ὡς ὑμῖν δίδωσιν ἑαυτοῦ οὖσαν, ὑμᾶς δὲ οὔ φησι δικαίως αὐτὸν ἀπαιτεῖν· οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε λαβεῖν οὔτε νῦν ἔχειν.
因为斐里普首先谈到哈洛涅索斯岛,声称因为这是他自己的,所以“赠送”给你们,并否认你们要求归还是合理的;因为他说,此岛本非你们所有,他既未从你们手中夺取,现在也非占有你们的财产。
ἔλεγε δὲ καὶ πρὸς ἡμᾶς τοιούτους λόγους, ὅτε πρὸς αὐτὸν ἐπρεσβεύσαμεν, ὡς λῃστὰς ἀφελόμενος ταύτην τὴν νῆσον κτήσαιτο, καὶ προσήκειν αὐτὴν ἑαυτοῦ εἶναι.
当我们作为使者拜访他时,他也对我们说过这样的话,声称他是从海盗手中夺取并占有了这个岛屿,因此该岛理应属于他自己。
§3τοῦτον δὲ τὸν λόγον, ὡς οὐκ ἔστι δίκαιος, οὐ χαλεπόν ἐστιν αὐτοῦ ἀφελέσθαι.
然而,要驳倒他这个论点,指出其不公正,并非难事。
ἅπαντες γὰρ οἱ λῃσταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχυροὺς ποιούμενοι, ἐντεῦθεν τοὺς ἄλλους κακῶς ποιοῦσιν.
因为所有海盗在占领他人的地方并使其成为据点后,都会从那里危害他人。
ὁ δὴ τοὺς λῃστὰς τιμωρησάμενος καὶ κρατήσας οὐκ ἂν δήπου εἰκότα λέγοι, εἰ φαίη, ἃ ἐκεῖνοι ἀδίκως καὶ ἀλλότρια εἶχον, ταῦθʼ ἑαυτοῦ γίγνεσθαι.
那么,惩罚并战胜了海盗的人,如果声称那些被海盗不义占有的他人财产现在归自己所有,这无疑是不合理的。
§4εἰ γὰρ ταῦτα συγχωρήσετε, τί κωλύει, καὶ εἴ τινα τῆς Ἀττικῆς λῃσταὶ τόπον καταλάβοιεν ἢ Λήμνου ἢ Ἴμβρου ἢ Σκύρου, καί τινες τούτους τοὺς λῃστὰς ἐκκόψαιεν, εὐθὺς καὶ τὸν τόπον τοῦτον, οὗ ἦσαν οἱ λῃσταί, τὸν ὄντα ἡμέτερον, τῶν τιμωρησαμένων τοὺς λῃστὰς γίγνεσθαι;
因为如果你们让步承认这一点,那么,一旦海盗占领了雅典境内的某个地方,或者是莱姆诺斯、伊姆布罗斯、斯基罗斯,而有人清剿了这些海盗,那么,这个曾经有海盗驻扎、本属于我们的地方,立刻就变成那些惩罚海盗之人的财产,又有什么能阻止这一切发生呢?
§5Φίλιππος δʼ οὐκ ἀγνοεῖ ταῦτʼ οὐ δίκαια λέγων, ἀλλʼ εἰ καί τις ἄλλος ἐπιστάμενος παρακρουσθῆναι ἂν ὑμᾶς οἴεται ὑπὸ τῶν τἀνταῦθα διοικήσειν, ὡς ἂν αὐτὸς ἐκεῖνος βούληται, καὶ πρὶν ὑπεσχημένων, καὶ νῦν δὲ πραττόντων.
斐里普并非不知道自己的话是不公正的,相反,他比任何人都清楚这一点;但他认为,你们会被那些在这里按照他自己的意愿处理事务的人所蒙蔽——这些人过去曾如此承诺,现在也正在这样做。
ἀλλὰ μὴν οὐδʼ ἐκεῖνό γε λανθάνει αὐτόν, ὅτι διʼ ἀμφοτέρων τῶν ὀνομάτων, ὁποτέρῳ ἂν χρῆσθε, ὑμεῖς ἕξετε τὴν νῆσον, ἄν τε λάβητε ἄν τʼ ἀπολάβητε.
然而,他也并非不明白,无论你们使用这两个词中的哪一个,无论你们是“接受”还是“收回”,你们都将拥有这个岛屿。
§6τί οὖν αὐτῷ διαφέρει, μὴ τῷ δικαίῳ ὀνόματι χρησάμενον ἀποδοῦναι ὑμῖν, ἀλλὰ δωρεὰν δεδωκέναι, τῷ ἀδίκῳ;
那么,对他来说,不用正当的词向你们“归还”,而是用不正当的词作为“赠礼”送出,这有什么区别呢?
οὐχ ἵνʼ εὐεργέτημά τι καταλογίσηται πρὸς ὑμᾶς (γελοῖον γὰρ ἂν εἴη τοῦτο τὸ εὐεργέτημα), ἀλλʼ ἵνʼ ἐνδείξηται ἅπασι τοῖς Ἕλλησιν ὅτι Ἀθηναῖοι τὰ ἐν τῇ θαλάττῃ χωρία ἀγαπῶσι παρὰ τοῦ Μακεδόνος λαμβάνοντες.
这绝非为了向你们表白恩惠(因为这样的恩惠未免太可笑了),而是为了向所有希腊人表明,雅典人甘于从马其顿人手中接受海上领地。
τοῦτο δʼ ὑμῖν οὐ ποιητέον ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι.
雅典的诸位,这绝不是你们应该做的事情。
§7ὅταν δὲ λέγῃ περὶ τούτων ὡς ἐθέλει διαδικάσασθαι, οὐδὲν ἀλλʼ ἢ χλευάζει ὑμᾶς, πρῶτον μὲν ἀξιῶν Ἀθηναίους ὄντας πρὸς τὸν ἐκ Πέλλης ὁρμώμενον περὶ τῶν νήσων διαδικάζεσθαι, πότερʼ ὑμέτεραι ἢ ἐκείνου εἰσίν.
当他谈到这些并表示愿意进行仲裁时,他无非是在嘲弄你们,首先是因为他要求身为雅典人的你们,去与一个来自佩拉的人就岛屿的所有权进行诉讼,判定它们是属于你们还是属于他。
ὁπότε γὰρ ἡ μὲν δύναμις ἡ ὑμετέρα, ἡ ἐλευθερώσασα τοὺς Ἕλληνας, μὴ δύναται ὑμῖν τὰ ἐν τῇ θαλάττῃ χωρία σῴζειν, οἱ δὲ δικασταί, οἷς ἂν ἐπιτρέψητε, οἱ κύριοι τῆς ψήφου, οὗτοι ὑμῖν σώσουσιν, ἐὰν μὴ Φίλιππος αὐτοὺς πρίηται,
因为,当你们那曾解放了希腊人的武力无法为你们保全海上领地,而你们所信赖的裁判官,即拥有投票权的人,却要来为你们保全它们——只要斐里普不收买他们的话—— 当你们做出这种事时,岂不是无可否认地承认自己已经放弃了大陆上的所有权益,并向全人类表明,你们甚至不会为了任何一件事与他竞争?
§8πῶς ὑμεῖς οὐχ ὁμολογουμένως, ὅταν ταῦτα διαπράττησθε, τῶν ἐν τῇ ἠπείρῳ ἁπάντων ἀφεστήκατε, καὶ ἐπιδείκνυτε ἅπασιν ἀνθρώποις ὅτι οὐδὲ περὶ ἑνὸς αὐτῷ διαγωνιεῖσθε, εἴγε περὶ τῶν ἐν τῇ θαλάττῃ, οὗ φατὲ ἰσχύειν, μὴ διαγωνιεῖσθε, ἀλλὰ δικάσεσθε;
因为如果连在你们自称强大的海上,你们都不愿竞争而是诉诸法律,那又何谈其他?
§9ἔτι περὶ συμβόλων φησὶ πεπομφέναι πρὸς ὑμᾶς τοὺς ποιησομένους, ταῦτα δὲ κύρια ἔσεσθαι, οὐκ ἐπειδὰν ἐν τῷ δικαστηρίῳ τῷ παρʼ ὑμῖν κυρωθῇ, ὥσπερ ὁ νόμος κελεύει, ἀλλʼ ἐπειδὰν ὡς ἑαυτὸν ἐπανενεχθῇ, ἐφέσιμον τὴν παρʼ ὑμῶν γενομένην γνῶσιν ὡς ἑαυτὸν ποιούμενος.
此外,关于通商条约,他声称已向你们派出了拟定条约的使者,且这些条约要生效,不是在你们的法庭上获得批准时(如法律所规定的那样),而是在被送回他那里时,从而使你们所作出的判决可以向他自己申诉。
βούλεται γὰρ ὑμῶν τοῦτο προλαβεῖν καὶ ὁμολογούμενον ἐν τοῖς συμβόλοις καταστῆσαι, ὅτι τῶν περὶ Ποτείδαιαν γεγενημένων ἀδικημάτων οὐδὲν ἐγκαλεῖτε αὐτῷ ὡς ἀδικούμενοι, ἀλλὰ βεβαιοῦτε δικαίως αὐτὴν ἐκεῖνον καὶ λαβεῖν καὶ κεκτῆσθαι.
因为他希望在这方面占你们的便宜,并在条约中确立这样一条共识:对于围绕波提代亚所发生的不义行为,你们作为受害者不向他提出任何指责,反而确认他既合理地夺取了该地,也合理地占有着它。