§20καὶ οἱ μὲν πρέσβεις αὐτοί, ὧν κατεψεύδετο τὸ ψήφισμα, ὅτʼ ἀπεκρίνεσθε αὐτοῖς ἀναγιγνώσκοντες καὶ ἐπὶ ξένια αὐτοὺς ἐκαλεῖτε, οὐκ ἐτόλμησαν παρελθεῖν, οὐδʼ εἰπεῖν ὅτι
καταψεύδεσθε ἡμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φατὲ ἡμᾶς εἰρηκέναι ἃ οὐκ εἰρήκαμεν,
ἀλλὰ σιωπῇ ἀπιόντες ᾤχοντο.
而使者们自己——决议案指控他们说谎——当你们向他们宣读并作答、同时邀请他们出席款宴时,却不敢走上前来说:“雅典的诸位,你们对我们撒了谎,说我们说了我们未曾说过的话”,而是保持沉默,径自离去。
βούλομαι δʼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι (καὶ γὰρ ηὐδοκίμησεν ὁ Πύθων παρʼ ὑμῖν ἐν τῇ δημηγορίᾳ, ὁ τότε πρεσβεύων), αὐτοὺς τοὺς λόγους οὓς ἔλεγεν ὑπομνῆσαι· οἶδα γὰρ ὅτι μέμνησθε.
雅典的诸位,我希望(因为当时担任使者的皮同在你们面前发表民会演说时赢得了声誉)让你们回想起他所说过的那些话本身;因为我知道你们还记得。
§21παραπλήσιοι δʼ ἦσαν οἷς καὶ νῦν ἐπέσταλκε Φίλιππος·
而那些话与斐里普现在在信中所写的非常相似。
ἐγκαλῶν γὰρ ἡμῖν τοῖς διαβάλλουσι τὸν Φίλιππον, καὶ ὑμῖν ἐμέμφετο ὅτι ὡρμηκότος αὐτοῦ εὖ ποιεῖν ὑμᾶς καὶ προῃρημένου μάλιστα τῶν Ἑλλήνων φίλους κεκτῆσθαι αὐτοὶ κωλύετε, ἀποδεχόμενοι τοὺς λόγους τῶν συκοφαντούντων καὶ χρήματα ἐκεῖνον αἰτούντων καὶ διαβαλλόντων·
因为他在指责我们这些中伤斐里普的人的同时,也责备你们,说尽管他热切地想对你们行善,并最愿意在希腊人中把你们当作朋友,你们自己却在阻挠,因为你们听信了那些进行诬告、向他索要钱财并中伤他的人的话。
τοὺς γὰρ τοιούτους λόγους, ὅταν ἀπαγγελλόντων ἀκούῃ, ὅτι κακῶς ἤκουεν, ὑμεῖς δʼ ἀπεδέχεσθε, μεταβάλλειν αὐτοῦ τὴν γνώμην, ὅταν ἄπιστος φαίνηται τούτοις ὧν προῄρηται εὐεργέτης εἶναι.
因为他说,当他从报告者那里听到此类言论,得知自己受到恶评而你们竟然予以接受时,他的想法就会改变,因为他在自己选择去施恩的人面前显得不被信任。
§22ἐκέλευεν οὖν τοὺς λέγοντας ἐν τῷ δήμῳ τῇ μὲν εἰρήνῃ μὴ ἐπιτιμᾶν· οὐ γὰρ ἄξιον εἶναι εἰρήνην λύειν·
因此,他要求在民会中发言的人不要指责和平条约;因为破坏和平是不妥当的。
εἰ δέ τι μὴ καλῶς γέγραπται ἐν τῇ εἰρήνῃ, τοῦτʼ ἐπανορθώσασθαι, ὡς ἅπαντα Φίλιππον ποιήσοντα ὅσʼ ἂν ὑμεῖς ψηφίσησθε.
而如果和平条约中有写得不好的地方,就应当予以修正,因为斐里普会履行你们所决议的一切。
ἂν δὲ διαβάλλωσι μέν, αὐτοὶ δὲ μηδὲν γράφωσι διʼ οὗ ἡ μὲν εἰρήνη ἔσται, παύσεται δʼ ἀπιστούμενος ὁ Φίλιππος, μὴ προσέχειν τὸν νοῦν τοῖς τοιούτοις ἀνθρώποις.
但如果他们只是中伤,而自己却不草拟任何能使和平得以维持、并使斐里普不再受人猜疑的提案,他就要求你们不要理会这样的人。
§23καὶ τούτους τοὺς λόγους ὑμεῖς ἀκούοντες ἀπεδέχεσθε, καὶ δίκαια ἔφατε τὸν Πύθωνα λέγειν· καὶ ἦν δίκαια.
而你们听了这些话便予以接受,并说皮同说得有理;而这确实是有理的。
ἔλεγε δὲ τούτους τοὺς λόγους, οὐχ ὅπως λυθείη ἐκ τῆς εἰρήνης ἃ ἦν ἐκείνῳ συμφέροντα καὶ ὧν πολλὰ χρήματα ἀνηλώκει ὥστε γενέσθαι, ἀλλʼ ὑπὸ τῶν ἐνθάδε διδασκάλων προδεδιδαγμένος, οἳ οὐκ ᾤοντο εἶναι τὸν γράψοντα ἐναντία τῷ Φιλοκράτους ψηφίσματι, τῷ ἀπολλύντι Ἀμφίπολιν.
但他之所以说这些话,并非为了废除和平条约中对他有利、且他曾花了大笔金钱才得以实现的那些条款,而是因为受到了此地导师们的预先指授,那些导师认为不会有人敢草拟与导致失去安菲波利斯的菲洛克拉底决议案相反的提案。
§24ἐγὼ δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, παράνομον μὲν οὐδὲν ἐτόλμησα γράψαι, τῷ δὲ Φιλοκράτους ψηφίσματι οὐκ ἦν παράνομον τἀναντία γράφειν, ὡς ἐγὼ ἐπιδείξω· τὸ γὰρ ψήφισμα τὸ Φιλοκράτους, καθʼ ὃ ὑμεῖς ἀπώλλυτε Ἀμφίπολιν, ἐναντίον ἦν τοῖς προτέροις ψηφίσμασι, καθʼ ἃ ὑμεῖς ἐκτήσασθε ταύτην τὴν χώραν.
雅典的诸位,但我却不敢草拟任何违法的提案,而草拟与菲洛克拉底决议案相反的提案并不违法,正如我将证明的那样;因为你们据以失去安菲波利斯的菲洛克拉底决议,是与你们据以获得这一地区的先前那些决议案相反的。
§25τοῦτο μὲν οὖν παράνομον ἦν τὸ ψήφισμα, τὸ τοῦ Φιλοκράτους, καὶ οὐχ οἷόν τʼ ἦν τὸν τὰ ἔννομα γράφοντα ταὐτὰ τῷ παρανόμῳ ψηφίσματι γράφειν.
因此,这项决议——菲洛克拉底的决议——本身才是违法的,而一个草拟合法提案的人是不可能草拟与违法决议相同的内容的。
ἐκείνοις δὲ τοῖς προτέροις ψηφίσμασι, τοῖς οὖσιν ἐννόμοις καὶ σῴζουσι τὴν ὑμετέραν χώραν, ταὐτὰ γράφων ἔννομά τʼ ἔγραψα καὶ ἐξήλεγχον τὸν Φίλιππον, ὅτι ἐξηπάτα ὑμᾶς καὶ οὐκ ἐπανορθώσασθαι ἐβούλετο τὴν εἰρήνην, ἀλλὰ τοὺς ὑπὲρ ὑμῶν λέγοντας ἀπίστους καταστῆσαι.
相反,通过草拟与先前那些合法并保全你们领土的决议相同的内容,我草拟了合法的提案,并揭露了斐里普,证明他是在欺骗你们,并且不想修正和平,而只是想让那些为你们说话的人变得不被信任。
§26καὶ ὅτι μὲν δοὺς τὴν ἐπανόρθωσιν νῦν ἔξαρνός ἐστιν, ἅπαντες ἴστε.
而他既然已经给予了修正许可,现在却又予以否认,这是大家共知的。
φησὶ δʼ Ἀμφίπολιν ἑαυτοῦ εἶναι· ὑμᾶς γὰρ ψηφίσασθαι ἐκείνου εἶναι, ὅτʼ ἐψηφίζεσθε ἔχειν αὐτὸν ἃ εἶχεν.
他说安菲波利斯是他自己的,因为当你们投票决定让他保有所拥有的东西时,你们就投票赞成那是他的了。
ὑμεῖς δὲ τὸ μὲν ψήφισμα τοῦτʼ ἐψηφίσασθε, οὐ μέντοι γʼ ἐκείνου εἶναι Ἀμφίπολιν· ἔστι γὰρ ἔχειν καὶ τἀλλότρια, καὶ οὐχ ἅπαντες οἱ ἔχοντες τὰ αὑτῶν ἔχουσιν, ἀλλὰ πολλοὶ καὶ ἀλλότρια κέκτηνται· ὥστε τοῦτό γε τὸ σοφὸν αὐτῷ ἠλίθιόν ἐστιν.
然而,你们虽然投票通过了这项决议,却绝非投票赞成安菲波利斯是他的;因为占有别人的东西也是可能的,而且并非所有占有着的人占有的都是自己的东西,许多人占有的甚至是别人的东西;因此他的这一聪明说辞其实非常愚蠢。
§27καὶ τοῦ μὲν Φιλοκράτους ψηφίσματος μέμνηται, τῆς δʼ ἐπιστολῆς, ἣν πρὸς ὑμᾶς ἔπεμψεν ὅτʼ Ἀμφίπολιν ἐπολιόρκει, ἐπιλέλησται, ἐν ᾗ ὡμολόγει τὴν Ἀμφίπολιν ὑμετέραν εἶναι· ἔφη γὰρ ἐκπολιορκήσας ὑμῖν ἀποδώσειν, ὡς οὖσαν ὑμετέραν καὶ οὐ τῶν ἐχόντων.
他记得菲洛克拉底的决议,却忘记了他在围攻安菲波利斯时给你们送来的信,在信中他承认安菲波利斯是你们的;因为他说,在攻占该城后,他会将其归还给你们,因为它是你们的,而不属于那些占有着它的人。