Humanitext Reader

狄摩西尼 · 论和平 §10-17

公正判断的先见之明与维持和平的建议

第 2 段,共 3 段 · 希腊语

内容简介

德摩斯梯尼回顾了过去预言的准确性,并将其归功于不收受贿赂的公正判断。随后他建议维持现有的和平,以防希腊各城邦找到共同的借口联手对抗雅典。

§10τότε Θεσπιάς τινων καὶ Πλαταιὰς ὑπισχνουμένων οἰκισθήσεσθαι, καὶ τοὺς μὲν Φωκέας τὸν Φίλιππον, ἂν γένηται κύριος, σώσειν, τὴν δὲ Θηβαίων πόλιν διοικιεῖν, καὶ τὸν Ὠρωπὸν ὑμῖν ὑπάρξειν, καὶ τὴν Εὔβοιαν ἀντʼ Ἀμφιπόλεως ἀποδοθήσεσθαι, καὶ τοιαύτας ἐλπίδας καὶ φενακισμούς, οἷς ὑπαχθέντες ὑμεῖς οὔτε συμφόρως οὔτʼ ἴσως καλῶς προεῖσθε Φωκέας, οὐδὲν τούτων οὔτʼ ἐξαπατήσας οὔτε σιγήσας ἐγὼ φανήσομαι, ἀλλὰ προειπὼν ὑμῖν, ὡς οἶδʼ ὅτι μνημονεύετε, ὅτι ταῦτʼ οὔτʼ οἶδα οὔτε προσδοκῶ, νομίζω δὲ τὸν λέγοντα ληρεῖν.
当时,有人承诺特斯皮埃和普拉提亚将会重建,并且腓力一旦掌握主导权就会拯救福基斯人,并拆分重组底比斯城邦,且奥罗波斯将归你们所有,并将归还优波亚以代替安菲波利斯,以及诸如此类的希望与欺骗,你们受其诱导,既无利益也许亦不光彩地放弃了福基斯人,此时,我将被证明既没有在任何这些事情上欺骗你们,也没有保持沉默,而是预先告诉了你们(如我确信你们所记得的那样):“这些事我既不知道也不期待,并且我认为说这些话的人是在胡说八道。
§11ταῦτα τοίνυν ἅπανθʼ, ὅσα φαίνομαι βέλτιον τῶν ἄλλων προορῶν, οὐδʼ εἰς μίαν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε δεινότητʼ οὔτʼ ἀλαζονείαν ἐπανοίσω, οὐδὲ προσποιήσομαι διʼ οὐδὲν ἄλλο γιγνώσκειν καὶ προαισθάνεσθαι πλὴν διʼ ἃν ὑμῖν εἴπω, δύο· ἓν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ εὐτυχίαν, ἣν συμπάσης ἐγὼ τῆς ἐν ἀνθρώποις οὔσης δεινότητος καὶ σοφίας ὁρῶ κρατοῦσαν· §12ἕτερον δέ, προῖκα τὰ πράγματα κρίνω καὶ λογίζομαι, καὶ οὐδὲν λῆμμʼ ἂν οὐδεὶς ἔχοι πρὸς οἷς ἐγὼ πεπολίτευμαι καὶ λέγω δεῖξαι προσηρτημένον.
” 那么,对于所有这些我似乎比别人看得更清楚的事情,雅典的公民们,我不会将其归因于任何一种聪明才智或吹嘘,也不会假装是由于除我将告诉你们的两件事之外的其他原因才得以认识并预先察觉的:其一,雅典的公民们,是由于运气,我看到它主宰着人类之中存在的一切聪明与智慧;其二,是我无偿地对事务进行判断和考量,并且任何人也无法指出有任何贿赂与我所参与的国政和言论相勾连。
ὀρθὸν οὖν, ὅ τι ἄν ποτʼ ἀπʼ αὐτῶν ὑπάρχῃ τῶν πραγμάτων, τὸ συμφέρον φαίνεταί μοι.
因此,从事务本身中产生的任何利益,在我看来都是正确的。
ὅταν δʼ ἐπὶ θάτερʼ ὥσπερ εἰς τρυτάνην ἀργύριον προσενέγκῃς, οἴχεται φέρον καὶ καθείλκυκε τὸν λογισμὸν ἐφʼ αὑτό, καὶ οὐκ ἂν ἔτʼ ὀρθῶς οὐδʼ ὑγιῶς ὁ τοῦτο ποιήσας περὶ οὐδενὸς λογίσαιτο.
但是,当你把金钱放在天平的一端时,它便会立刻带走判断力,并将考量拉向自己的一边,这样做的人,便再也无法对任何事情做出正确和健康的考量。
§13ἓν μὲν οὖν ἔγωγε πρῶτον ὑπάρχειν φημὶ δεῖν, ὅπως, εἴτε συμμάχους εἴτε σύνταξιν εἴτʼ ἄλλο τι βούλεταί τις κατασκευάζειν τῇ πόλει, τὴν ὑπάρχουσαν εἰρήνην μὴ λύων τοῦτο ποιήσει, οὐχ ὡς θαυμαστὴν οὐδʼ ὡς ἀξίαν οὖσαν ὑμῶν· ἀλλʼ ὁποία τίς ποτʼ ἐστὶν αὕτη, μὴ γενέσθαι μᾶλλον εἶχε τοῖς πράγμασι καιρὸν ἢ γεγενημένη νῦν διʼ ἡμᾶς λυθῆναι· πολλὰ γὰρ προείμεθα, ὧν ὑπαρχόντων τότʼ ἂν ἢ νῦν ἀσφαλέστερος καὶ ῥᾴων ἦν ἡμῖν ὁ πόλεμος.
因此,我首先主张必须满足一个前提:那就是,无论有人想为城邦筹措盟友、贡金还是其他任何东西,都必须在不破坏现存和平的前提下进行——这并非因为这和平有多么美妙,或配得上你们;而是因为,无论这和平是怎样的,它不曾存在本比在我们手中被破坏对我们的局势更有利;因为我们已经放弃了许多东西,如果它们还在,那么无论在当时还是在现在,战争对我们来说都会更加安全和容易。
§14δεύτερον δʼ, ὁρᾶν ὅπως μὴ προαξόμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς συνεληλυθότας τούτους καὶ φάσκοντας Ἀμφικτύονας νῦν εἶναι εἰς ἀνάγκην καὶ πρόφασιν κοινοῦ πολέμου πρὸς ἡμᾶς.
第二,雅典的公民们,要提防我们不要招致这些聚集起来并自称为近邻同盟的人,给他们造成对我们发动共同战争的必要和借口。
ἐγὼ γάρ, εἰ γένοιθʼ ἡμῖν πρὸς Φίλιππον πάλιν πόλεμος διʼ Ἀμφίπολιν ἤ τι τοιοῦτον ἔγκλημʼ ἴδιον, οὗ μὴ μετέχουσι Θετταλοὶ μηδʼ Ἀργεῖοι μηδὲ Θηβαῖοι, οὐκ ἂν ἡμῖν οἴομαι τούτων οὐδένας πολεμῆσαι,
因为在我看来,如果我们与腓力之间因安菲波利斯或类似的私人恩怨而再次发生战争,而色萨利人、阿耳戈斯人和底比斯人并未参与其中的话,我认为他们中任何人都不会对我们作战。
§15καὶ πάντων ἥκιστα (καί μοι μὴ θορυβήσῃ μηδεὶς πρὶν ἀκοῦσαι) Θηβαίους, οὐχ ὡς ἡδέως ἔχουσιν ἡμῖν, οὐδʼ ὡς οὐκ ἂν χαρίζοιντο Φιλίππῳ, ἀλλʼ ἴσασιν ἀκριβῶς, εἰ καὶ πάνυ φησί τις αὐτοὺς ἀναισθήτους εἶναι, ὅτι, εἰ γενήσεται πόλεμος πρὸς ὑμᾶς αὐτοῖς, τὰ μὲν κακὰ πάνθʼ ἕξουσιν αὐτοί, τοῖς δʼ ἀγαθοῖς ἐφεδρεύων ἕτερος καθεδεῖται.
而在所有人中最不可能的(在我说完前请大家不要喧哗)就是底比斯人,这并非因为他们对我们怀有善意,也不是因为他们不想讨好腓力,而是因为他们非常清楚——哪怕有人说他们完全愚不可及——也就是说,如果他们与你们发生战争,所有的坏处都将由他们自己承担,而好处则会有另一个人坐享其成。
οὔκουν προοῖντʼ ἂν αὑτοὺς εἰς τοῦτο, μὴ κοινῆς τῆς ἀρχῆς καὶ τῆς αἰτίας οὔσης τοῦ πολέμου.
因此,除非战争的起因和责任是共同的,否则他们不会将自己置于这种境地。
§16οὐδέ γʼ εἰ πάλιν πρὸς τοὺς Θηβαίους πολεμήσαιμεν διʼ Ὠρωπὸν ἤ τι τῶν ἰδίων, οὐδὲν ἂν ἡμᾶς παθεῖν ἡγοῦμαι· καὶ γὰρ ἡμῖν κἀκείνοις τοὺς βοηθοῦντας ἂν οἶμαι, εἰς τὴν οἰκείαν εἴ τις ἐμβάλοι, βοηθεῖν, οὐ συνεπιστρατεύσειν οὐδετέροις.
此外,即使我们为了奥罗波斯或某些私人事务再次与底比斯人交战,我认为我们也不会遭受什么损失;因为我认为,那些愿意向我们双方提供援助的人,在任何一方的本土受到侵犯时都会予以防卫,但不会协助任何一方去进行侵略。
καὶ γὰρ αἱ συμμαχίαι τοῦτον ἔχουσι τὸν τρόπον, ὧν καὶ φροντίσειεν ἄν τις, καὶ τὸ πρᾶγμα φύσει τοιοῦτόν ἐστιν· §17οὐκ ἄχρι τῆς ἴσης ἕκαστός ἐστιν εὔνους οὔθʼ ἡμῖν οὔτε Θηβαίοις, σῶς τʼ εἶναι καὶ κρατεῖν τῶν ἄλλων, ἀλλὰ σῶς μὲν εἶναι πάντες ἂν βούλοινθʼ ἕνεχʼ αὑτῶν, κρατήσαντας δὲ τοὺς ἑτέρους δεσπότας ὑπάρχειν αὑτῶν οὐδὲ εἷς.
因为值得重视的同盟关系正是这样的,且事物的本质也是如此:各国对我们或底比斯人的友好程度,并不足以等同地支持我们“生存下去”并“统治他人”;相反,为了自身利益,大家都希望我们能够保全,但绝对没有任何一方希望我们中的任何一国在获胜后成为他们的主人。
τί οὖν ἡγοῦμαι φοβερὸν καὶ τί φυλάξασθαι δεῖν ἡμᾶς;
那么,我认为什么是可怕的,我们又必须防范什么呢?
μὴ κοινὴν πρόφασιν καὶ κοινὸν ἔγκλημʼ ὁ μέλλων πόλεμος πρὸς ἅπαντας λάβῃ.
就是让即将到来的战争针对所有人找到共同的借口和共同的控诉。

词汇与语法注释

  1. 10ὑπισχνουμένων — 属格独立结构(genitive absolute)现在分词。其逻辑主语为 τινων,并支配随后以 οἰκισθήσεσθαι 开始的、表示承诺内容的不定式从句。
  2. 12οἴχεται φέρον — 动词 οἴχομαι 与现在分词 φέρον 结合的惯用表达,表示天平盘因金钱的重量而迅速且彻底地被带走(指判断力被带偏)。
  3. 13μὴ γενέσθαι μᾶλλον εἶχε τοῖς πράγμασι καιρὸν — 伴随 μᾶλλον... ἤ(与其……不如),意思是“对于局势而言,不发生(μὴ γενέσθαι)反而更为有利(μᾶλλον εἶχε καιρόν)”,带有对过去事实的虚拟语气色彩。
  4. 15Θηβαίους — 宾格主语,连接前一节(§14)的动词 οἴομαι 及不定式 πολεμῆσαι,指“底比斯人对我们发动战争”是最不可能发生的情况。
  5. 17μὴ κοινὴν πρόφασιν ... λάβῃ — 由表示戒备的动词 φυλάξασθαι 引导的担忧从句(μή + 虚拟语气),表达对“即将到来的战争针对所有人找到共同借口”的担忧。

引用这一段

狄摩西尼, 论和平 §10-17. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg005.humanitext-grc2:10-17

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。