§1ὁρῶ μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ παρόντα πράγματα πολλὴν δυσκολίαν ἔχοντα καὶ ταραχὴν οὐ μόνον τῷ πολλὰ προεῖσθαι καὶ μηδὲν εἶναι προὔργου περὶ αὐτῶν εὖ λέγειν, ἀλλὰ καὶ περὶ τῶν ὑπολοίπων κατὰ ταὐτὰ μηδὲ καθʼ ἓν τὸ συμφέρον πάντας ἡγεῖσθαι, ἀλλὰ τοῖς μὲν ὡδί, τοῖς δʼ ἑτέρως δοκεῖν.
雅典的公民们,我看到眼下的局势充满了极大的困难与混乱,这不仅是因为我们放弃了许多机会,以至于现在对这些事情多加谈论也毫无益处,更是因为在剩下的事情上,大家同样无法就任何一个共同的利益达成一致,而是有的人这样想,有的人那样想。
§2δυσκόλου δʼ ὄντος φύσει καὶ χαλεποῦ τοῦ βουλεύεσθαι, ἔτι πολλῷ χαλεπώτερον ὑμεῖς αὐτὸ πεποιήκατʼ, ὦ ἄνδρες Ἀθηναῖοι·
协商这件事本身在天性上就是困难而艰巨的,而你们,雅典的公民们,却让它变得更加困难。
οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι πρὸ τῶν πραγμάτων εἰώθασι χρῆσθαι τῷ βουλεύεσθαι, ὑμεῖς δὲ μετὰ τὰ πράγματα.
因为其他所有的人都习惯在事情发生之前进行协商,而你们却在事情发生之后。
ἐκ δὲ τούτου συμβαίνει παρὰ πάντα τὸν χρόνον ὃν οἶδʼ ἐγώ, τὸν μὲν οἷς ἂν ἁμάρτητʼ ἐπιτιμῶντα εὐδοκιμεῖν καὶ δοκεῖν εὖ λέγειν, τὰ δὲ πράγματα καὶ περὶ ὧν βουλεύεσθʼ ἐκφεύγειν ὑμᾶς.
由此产生的结果是,在我所知道的所有时间里,那些对你们的错误进行指责的人赢得了声誉并被认为说得很好,而局势以及你们所协商的事情本身却从你们手中溜走了。
§3οὐ μὴν ἀλλὰ καίπερ τούτων οὕτως ἐχόντων οἴομαι καὶ πεπεικὼς ἐμαυτὸν ἀνέστηκα, ἂν ἐθελήσητε τοῦ θορυβεῖν καὶ φιλονικεῖν ἀποστάντες ἀκούειν, ὡς ὑπὲρ πόλεως βουλευομένοις καὶ τηλικούτων πραγμάτων προσήκει, ἕξειν καὶ λέγειν καὶ συμβουλεύειν διʼ ὧν καὶ τὰ παρόντʼ ἔσται βελτίω καὶ τὰ προειμένα σωθήσεται.
然而,尽管情况如此,我依然站了出来,并深信自己,如果你们愿意停止喧哗和争执,以一种为城邦和如此重大事务进行协商之人所应有的态度来倾听,我将能够提出建议和忠告,借此不仅能改善目前的局势,也能挽救那些已经失去的东西。
§4ἀκριβῶς δʼ εἰδώς, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ λέγειν περὶ ὧν αὐτὸς εἶπέ τις καὶ περὶ αὑτοῦ παρʼ ὑμῖν ἀεὶ τῶν πάνυ λυσιτελούντων τοῖς τολμῶσιν ὄν, οὕτως ἡγοῦμαι φορτικὸν καὶ ἐπαχθὲς ὥστε ἀνάγκην οὖσαν ὁρῶν ὅμως ἀποκνῶ.
雅典的公民们,我深知,在你们面前谈论自己曾经说过的话以及谈论自己,对于那些敢于这样做的人来说总是极其有利的,但我却认为这是如此粗俗和令人反感,以至于尽管我看到了其中的必要性,却仍然感到犹豫。
νομίζω δʼ ἄμεινον ἂν ὑμᾶς περὶ ὧν νῦν ἐρῶ κρῖναι, μικρὰ τῶν πρότερόν ποτε ῥηθέντων ὑπʼ ἐμοῦ μνημονεύσαντες.
但我认为,如果你们能稍微回忆一下我以前说过的几句话,你们就能对我现在要说的话做出更好的判断。
§5ἐγὼ γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, πρῶτον μέν, ἡνίκʼ ἔπειθόν τινες ὑμᾶς, τῶν ἐν Εὐβοίᾳ πραγμάτων ταραττομένων, βοηθεῖν Πλουτάρχῳ καὶ πόλεμον ἄδοξον καὶ δαπανηρὸν ἄρασθαι, πρῶτος καὶ μόνος παρελθὼν ἀντεῖπον, καὶ μόνον οὐ διεσπάσθην ὑπὸ τῶν ἐπὶ μικροῖς λήμμασιν πολλὰ καὶ μεγάλʼ ὑμᾶς ἁμαρτάνειν πεισάντων·
因为首先,雅典的公民们,当优波亚局势混乱、有人说服你们去援助普鲁塔科斯并承担一场毫无声誉且耗资巨大的战争时,我是第一个也是唯一一个站出来反对的人,并且几乎被那些为了微薄利益而说服你们犯下许多重大错误的人撕成碎片。
καὶ χρόνου βραχέος διελθόντος, μετὰ τοῦ προσοφλεῖν αἰσχύνην καὶ παθεῖν οἷα τῶν ὄντων ἀνθρώπων οὐδένες πώποτε πεπόνθασʼ ὑπὸ τούτων οἷς ἐβοήθησαν, πάντες ὑμεῖς ἔγνωτε τήν τε τῶν τότε ταῦτα πεισάντων κακίαν καὶ τὰ βέλτιστʼ εἰρηκότʼ ἐμέ.
没过多久,在遭受耻辱并经受了人类历史上从未有人从他们所援助的人那里遭受过的待遇之后,你们所有人都认清了当时说服你们的那些人的险恶,以及说出了最正确话语的我。
§6πάλιν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, κατιδὼν Νεοπτόλεμον τὸν ὑποκριτὴν τῷ μὲν τῆς τέχνης προσχήματι τυγχάνοντʼ ἀδείας, κακὰ δʼ ἐργαζόμενον τὰ μέγιστα τὴν πόλιν καὶ τὰ παρʼ ὑμῶν διοικοῦντα Φιλίππῳ καὶ πρυτανεύοντα, παρελθὼν εἶπον εἰς ὑμᾶς, οὐδεμιᾶς ἰδίας οὔτʼ ἔχθρας οὔτε συκοφαντίας ἕνεκα, ὡς ἐκ τῶν μετὰ ταῦτʼ ἔργων γέγονεν δῆλον.
其次,雅典的公民们,当我看出演员尼奥普托勒莫斯利用其职业的幌子享有安全,同时却对城邦造成了极大的危害,为腓力管理并支配你们的事务时,我站出来对你们说话,这绝非出于任何个人的私怨或诬告,正如之后的事情所表明的那样。
§7καὶ οὐκέτʼ ἐν τούτοις αἰτιάσομαι τοὺς ὑπὲρ Νεοπτολέμου λέγοντας (οὐδὲ εἷς γὰρ ἦν), ἀλλʼ αὐτοὺς ὑμᾶς·
在这件事上,我不再谴责那些为尼奥普托勒莫斯辩护的人(因为一个也没有),而是谴责你们自己。
εἰ γὰρ ἐν Διονύσου τραγῳδοὺς ἐθεᾶσθε, ἀλλὰ μὴ περὶ σωτηρίας καὶ κοινῶν πραγμάτων ἦν ὁ λόγος, οὐκ ἂν οὕτως οὔτʼ ἐκείνου πρὸς χάριν οὔτʼ ἐμοῦ πρὸς ἀπέχθειαν ἠκούσατε.
因为如果你们是在狄奥尼索斯剧场观看悲剧,而不是在讨论拯救和公共事务,你们就不会如此迎合地听他的话,也不会如此敌视地听我的话。
§8καίτοι τοῦτό γʼ ὑμᾶς οἶμαι νῦν ἅπαντας ᾐσθῆσθαι, ὅτι τὴν τότʼ ἄφιξιν εἰς τοὺς πολεμίους ποιησάμενος ὑπὲρ τοῦ τἀκεῖ χρήματʼ ὀφειλόμενʼ, ὡς ἔφη, κομίσας δεῦρο λῃτουργεῖν, καὶ τούτῳ τῷ λόγῳ πλείστῳ χρησάμενος, ὡς δεινὸν εἴ τις ἐγκαλεῖ τοῖς ἐκεῖθεν ἐνθάδε τὰς εὐπορίας ἄγουσιν, ἐπειδὴ διὰ τὴν εἰρήνην ἀδείας ἔτυχεν, ἣν ἐνθάδʼ ἐκέκτητʼ οὐσίαν φανεράν, ταύτην ἐξαργυρίσας πρὸς ἐκεῖνον ἀπάγων οἴχεται.
然而,我相信你们所有人现在都已经察觉到了这一点,即他当时前往敌人那里,声称是为了收回那里的欠款以便带回这里承担公共服务,并且极力使用这种论调,说如果有人指责那些将那里的财富带回这里的人是可恶的,但当他通过和平获得安全之后,他便将在这里拥有的所有显形财产变现,带去投奔腓力了。
§9δύο μὲν δὴ ταῦθʼ ὧν προεῖπον ἐγὼ μαρτυρεῖ τοῖς γεγενημένοις λόγοις ὀρθῶς καὶ δικαίως, οἷά περ ἦν, ἀποφανθένθʼ ὑπʼ ἐμοῦ·
我所预言的这两件事,确实见证了当时由我指出的言论是正确和公正的,正如事实所表现的那样。
τὸ τρίτον δʼ, ὦ ἄνδρες Ἀθηναῖοι, (καὶ μόνον ἓν τοῦτʼ εἰπὼν ἔτι καὶ δὴ περὶ ὧν παρελήλυθʼ ἐρῶ,) ἡνίκα τοὺς ὅρκους τοὺς περὶ τῆς εἰρήνης ἀπειληφότες ἥκομεν οἱ πρέσβεις,
而第三件事,雅典的公民们(我只说这最后一件事,然后就对我就此站出来的目的进行说明),当我们这些使节在接受了关于和平的誓言并返回时,