Humanitext Reader

狄摩西尼 · 论和平 §18-25

为德尔斐虚名与全希腊开战之危险

第 3 段,共 3 段 · 希腊语

内容简介

德马斯提尼分析了希腊各国因各自私怨与利益而行动的现状,警告雅典不要因为招致全希腊的联合对抗而陷入战争深渊。他指出,既然雅典已经在诸多切身且重大的问题上对各国做出了单方面妥协,如今却为了德尔斐的虚名而与所有人开战是极其愚蠢的。

§18εἰ γὰρ Ἀργεῖοι μὲν καὶ Μεσσήνιοι καὶ Μεγαλοπολῖται καί τινες τῶν λοιπῶν Πελοποννησίων, ὅσοι ταὐτὰ τούτοις φρονοῦσι, διὰ τὴν πρὸς Λακεδαιμονίους ἡμῖν ἐπικηρυκείαν ἐχθρῶς σχήσουσι καὶ τὸ δοκεῖν ἐκδέχεσθαί τι τῶν ἐκείνοις πεπραγμένων, Θηβαῖοι δʼ ἔχουσι μέν, ὡς λέγουσιν, ἀπεχθῶς, ἔτι δʼ ἐχθροτέρως σχήσουσιν, ὅτι τοὺς παρʼ ἐκείνων φεύγοντας σῴζομεν καὶ πάντα τρόπον τὴν δυσμένειαν ἐνδεικνύμεθʼ αὐτοῖς, §19Θετταλοὶ δʼ, ὅτι τοὺς Φωκέων φυγάδας σῴζομεν, Φίλιππος δʼ, ὅτι κωλύομεν αὐτὸν κοινωνεῖν τῆς ἀμφικτυονίας, φοβοῦμαι μὴ πάντες περὶ τῶν ἰδίων ἕκαστος ὀργιζόμενος κοινὸν ἐφʼ ἡμᾶς ἀγάγωσι τὸν πόλεμον, τὰ τῶν Ἀμφικτυόνων δόγματα προστησάμενοι, εἶτʼ ἐπισπασθῶσιν ἕκαστοι πέρα τοῦ συμφέροντος ἑαυτοῖς, ὥσπερ καὶ περὶ Φωκέας.
因为,如果阿尔戈斯人、麦塞尼亚人、梅加洛波利斯人以及其他与他们持相同看法的伯罗奔尼撒人,由于我们与拉刻代蒙人的使节往来,以及我们似乎接受了那些人的某些行为而对我们怀有敌意;如果底比斯人如他们所说的那样对我们反感,并且由于我们保护了他们的流亡者,并在方方面面显示出对他们的敌意而将变得更加敌对;如果色萨利人因为我们保护了福基斯的流亡者而敌对,腓力因为我们阻止他参与近邻同盟而敌对——我担心所有人都会因为各自的私怨而发怒,以近邻同盟的决议为幌子,对我们发起一场共同的战争,然后就像在福基斯人的问题上那样,各方都被拖入超出自身利益的深渊。
§20ἴστε γὰρ δήπου τοῦθʼ ὅτι νῦν Θηβαῖοι καὶ Φίλιππος καὶ Θετταλοί, οὐχὶ ταὔθʼ ἕκαστοι μάλιστʼ ἐσπουδακότες, ταὐτὰ πάντες ἔπραξαν·
因为你们想必知道这一点,即底比斯人、腓力和色萨利人现在虽然各自最渴望的并非相同之物,却采取了相同的行动。
οἷον Θηβαῖοι τὸν μὲν Φίλιππον παρελθεῖν καὶ λαβεῖν τὰς παρόδους οὐκ ἐδύναντο κωλῦσαι, οὐδέ γε τῶν αὑτοῖς πεπονημένων ὕστατον ἐλθόντα τὴν δόξαν ἔχειν·
例如,底比斯人无法阻止腓力通过并占领关隘,也无法阻止这位最后到来的人夺走他们自己辛劳换来的荣耀。
§21νυνὶ γὰρ Θηβαίοις πρὸς μὲν τὸ τὴν χώραν κεκομίσθαι πέπρακταί τι, πρὸς δὲ τιμὴν καὶ δόξαν αἴσχιστα· εἰ γὰρ μὴ παρῆλθε Φίλιππος, οὐδὲν ἂν αὐτοῖς κέρδος εἶναι.
实际上,对于现在的底比斯人来说,在收复领土方面虽然取得了一点成效,但在荣誉和名声方面却是极其可耻的;因为如果腓力没有通过,他们就不会得到任何好处。
ταῦτα δʼ οὐκ ἐβούλοντο, ἀλλὰ τῷ τὸν Ὀρχομενὸν καὶ τὴν Κορώνειαν λαβεῖν ἐπιθυμεῖν, μὴ δύνασθαι δέ, πάντα ταῦθʼ ὑπέμειναν.
但他们并不希望看到这种局面,只是由于渴望夺取奥尔霍梅诺斯和科罗尼亚,而自己又无能为力,才忍受了这一切。
§22Φίλιππον τοίνυν τινὲς μὲν δήπου τολμῶσι λέγειν ὡς οὐδʼ ἐβούλετο Θηβαίοις Ὀρχομενὸν καὶ Κορώνειαν παραδοῦναι, ἀλλʼ ἠναγκάσθη·
那么,当然有人竟敢说,腓力甚至不想把奥尔霍梅诺斯和科罗尼亚交还给底比斯人,而是被迫如此。
ἐγὼ δὲ τούτοις μὲν ἐρρῶσθαι λέγω, ἐκεῖνο δʼ οἶδʼ, ὅτι οὐ μᾶλλόν γε ταῦτʼ ἔμελʼ αὐτῷ ἢ τὰς παρόδους λαβεῖν ἐβούλετο καὶ τὴν δόξαν τοῦ πολέμου τοῦ δοκεῖν διʼ αὑτὸν κρίσιν εἰληφέναι, καὶ τὰ Πύθια θεῖναι διʼ αὑτοῦ, καὶ ταῦτʼ ἦν ὧν μάλιστʼ ἐγλίχετο.
但我对这些人说“随他们去吧”,而我所知道的是,他关心这些事情,绝不亚于他渴望夺取关隘、获得因他而使战争尘埃落定的荣耀,以及亲自举办皮提亚竞技会,而这些才是他最梦寐一求的。
§23Θετταλοὶ δέ γʼ οὐδέτερʼ ἐβούλοντο τούτων, οὔτε Θηβαίους οὔτε τὸν Φίλιππον μέγαν γίγνεσθαι (ταῦτα γὰρ πάντʼ ἐφʼ ἑαυτοὺς ἡγοῦντο), τῆς πυλαίας δʼ ἐπεθύμουν καὶ τῶν ἐν Δελφοῖς, πλεονεκτημάτων δυοῖν, κύριοι γενέσθαι·
至于色萨利人,他们这两者都不希望,既不希望底比斯人也不希望腓力变得强大(因为他们认为这一切都对他们不利),他们只渴望主宰定期会议和德尔斐的事务,即获得这两项特权。
τῷ δὲ τούτων γλίχεσθαι τάδε συγκατέπραξαν.
由于对这些特权的渴望,他们共同参与了这些行动。
τῶν τοίνυν ἰδίων ἕνεχʼ εὑρήσεθʼ ἕκαστον πολλὰ προηγμένον ὧν οὐδὲν ἐβούλετο πρᾶξαι.
因此,你们会发现,各方为了自己的私利,被驱使着做了许多他们根本不想做的事情。
τοῦτο μέντοι, τοῦτʼ ἔστιν φυλακτέον ἡμῖν.
然而,正是这一点,正是我们需要防范的。
§24τὰ κελευόμενʼ ἡμᾶς ἄρα δεῖ ποιεῖν ταῦτα φοβουμένους;
那么,难道我们因为害怕这些,就必须按照别人的命令去做吗?
καὶ σὺ ταῦτα κελεύεις;
你也是这样命令的吗?
πολλοῦ γε καὶ δέω.
绝非如此。
ἀλλʼ ὡς οὔτε πράξομεν οὐδὲν ἀνάξιον ἡμῶν αὐτῶν οὔτʼ ἔσται πόλεμος, νοῦν δὲ δόξομεν πᾶσιν ἔχειν καὶ τὰ δίκαια λέγειν, τοῦτʼ οἶμαι δεῖν ποιεῖν.
相反,我认为我们必须做到:既不做任何有辱我们自身的事情,也不发生战争,同时还要让所有人觉得我们明智且言之有理。
πρὸς δὲ τοὺς θρασέως ὁτιοῦν οἰομένους ὑπομεῖναι δεῖν καὶ μὴ προορωμένους τὸν πόλεμον, ἐκεῖνα βούλομαι λογίσασθαι.
但是,对于那些认为我们应该大胆忍受任何事情、并且不预见战争的人,我想让他们考虑以下几点。
ἡμεῖς Θηβαίους ἐῶμεν ἔχειν Ὠρωπόν·
我们容许底比斯人占有奥罗波斯。
καὶ εἴ τις ἔροιθʼ ἡμᾶς, κελεύσας εἰπεῖν τἀληθῆ, διὰ τί;
如果有人要求我们说出真话:“为什么?
ἵνα μὴ πολεμῶμεν, φαῖμεν ἄν.
”,我们会说:“为了不打仗。
§25καὶ Φιλίππῳ νυνὶ κατὰ τὰς συνθήκας Ἀμφιπόλεως παρακεχωρήκαμεν, καὶ Καρδιανοὺς ἐῶμεν ἔξω Χερρονησιτῶν τῶν ἄλλων τετάχθαι, καὶ τὸν Κᾶρα τὰς νήσους καταλαμβάνειν, Χίον καὶ Κῶν καὶ Ῥόδον, καὶ Βυζαντίους κατάγειν τὰ πλοῖα, δῆλον ὅτι τὴν ἀπὸ τῆς εἰρήνης ἡσυχίαν πλειόνων ἀγαθῶν αἰτίαν εἶναι νομίζοντες ἢ τὸ προσκρούειν καὶ φιλονικεῖν περὶ τούτων.
” 我们现在也根据条约将安菲波利斯让给了腓力,我们容许卡尔迪亚人被排除在其他赫ersonese人之外,容许卡里亚人占领诸岛——希俄斯、科斯和罗得,容许拜占庭人拦截船只,这显然是因为我们认为由和平带来的安宁比在这些问题上发生冲突和争执能带来更多的好处。
οὐκοῦν εὔηθες καὶ κομιδῇ σχέτλιον, πρὸς ἑκάστους καθʼ ἕνʼ οὕτω προσενηνεγμένους περὶ τῶν οἰκείων καὶ ἀναγκαιοτάτων, πρὸς πάντας περὶ τῆς ἐν Δελφοῖς σκιᾶς νυνὶ πολεμῆσαι.
因此,既然我们对各方在关乎自身且最迫切的事务上都分别做出了这样的让步,现在却为了德尔斐的影子而与所有人开战,这真是愚蠢至极,且完全是自我毁灭。

词汇与语法注释

  1. §18εἰ γὰρ Ἀργεῖοι μὲν ... — §18开头的 `εἰ γὰρ` 引导的条件从句一直延伸到§19的中部(`κοινωνεῖν τῆς ἀμφικτυονίας`),之后才出现主句 `φοβοῦμαι μὴ...`(我担心……)。多个主语(阿尔戈斯人等、底比斯人、色萨利人、腓力)各自伴随着原因(由 `ὅτι` 从句或 `διὰ` 介词短语表示)并列呈现,需要理清整句话的主从属关系。
  2. §21πρὸς μὲν τὸ τὴν χώραν κεκομίσθαι — 介词 `πρὸς` 支配带冠词的不定式 `τὸ ... κεκομίσθαι`(完成时中动意),意为“关于收回……”。`τὴν χώραν` 是中动意不定式 `κεκομίσθαι`(源自 `κομίζω`,“为自己收回”)的宾格动作对象。
  3. §22ἐρρῶσθαι λέγω — 字面意思是“我祝他们身体健康”,但这是一个源自告别问候语 `ἔρρωσο`(“祝好、保重”)的惯用表达,在此处表示“随他们去吧”或“不予理睬”,传达出拒绝或忽视的语气。
  4. §25περὶ τῆς ἐν Δελφοῖς σκιᾶς — 字面意思是“争夺德尔斐的影子”。这利用了希腊谚语“争夺驴子的影子”(`περὶ ὄνου σκιᾶς`,比喻为虚无缥缈、微不足道的小事争吵)。德马斯提尼以此强调,为了与神圣战争及近邻同盟相关的虚名(“影子”)而与全希腊开战是多么愚蠢。

引用这一段

狄摩西尼, 论和平 §18-25. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg005.humanitext-grc2:18-25

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。