§10τότε Θεσπιάς τινων καὶ Πλαταιὰς ὑπισχνουμένων οἰκισθήσεσθαι, καὶ τοὺς μὲν Φωκέας τὸν Φίλιππον, ἂν γένηται κύριος, σώσειν, τὴν δὲ Θηβαίων πόλιν διοικιεῖν, καὶ τὸν Ὠρωπὸν ὑμῖν ὑπάρξειν, καὶ τὴν Εὔβοιαν ἀντʼ Ἀμφιπόλεως ἀποδοθήσεσθαι, καὶ τοιαύτας ἐλπίδας καὶ φενακισμούς, οἷς ὑπαχθέντες ὑμεῖς οὔτε συμφόρως οὔτʼ ἴσως καλῶς προεῖσθε Φωκέας, οὐδὲν τούτων οὔτʼ ἐξαπατήσας οὔτε σιγήσας ἐγὼ φανήσομαι, ἀλλὰ προειπὼν ὑμῖν, ὡς οἶδʼ ὅτι μνημονεύετε, ὅτι ταῦτʼ οὔτʼ οἶδα οὔτε προσδοκῶ, νομίζω δὲ τὸν λέγοντα ληρεῖν.
At that time, when certain people were promising that Thespiae and Plataea would be rebuilt, and that Philip, if he became master, would save the Phocians, and would reorganize the city of the Thebans, and that Oropus would belong to you, and Euboea would be restored in exchange for Amphipolis, and such hopes and deceptions, led on by which you surrendered the Phocians neither advantageously nor perhaps honorably, I shall be shown to have neither deceived you nor kept silent about any of these things, but to have told you beforehand (as I know you remember) that I neither know nor expect these things, and I think the one who says them is talking nonsense.
§11ταῦτα τοίνυν ἅπανθʼ, ὅσα φαίνομαι βέλτιον τῶν ἄλλων προορῶν, οὐδʼ εἰς μίαν, ὦ ἄνδρες Ἀθηναῖοι, οὔτε δεινότητʼ οὔτʼ ἀλαζονείαν ἐπανοίσω, οὐδὲ προσποιήσομαι διʼ οὐδὲν ἄλλο γιγνώσκειν καὶ προαισθάνεσθαι πλὴν διʼ ἃν ὑμῖν εἴπω, δύο· ἓν μέν, ὦ ἄνδρες Ἀθηναῖοι, διʼ εὐτυχίαν, ἣν συμπάσης ἐγὼ τῆς ἐν ἀνθρώποις οὔσης δεινότητος καὶ σοφίας ὁρῶ κρατοῦσαν· §12ἕτερον δέ, προῖκα τὰ πράγματα κρίνω καὶ λογίζομαι, καὶ οὐδὲν λῆμμʼ ἂν οὐδεὶς ἔχοι πρὸς οἷς ἐγὼ πεπολίτευμαι καὶ λέγω δεῖξαι προσηρτημένον.
Now all these things, as many as I am shown to foresee better than the others, I will refer, men of Athens, to not even a single cleverness or boastfulness, nor will I pretend to know and perceive them beforehand through anything else than two things which I will tell you: one, men of Athens, because of good fortune, which I see ruling over all the cleverness and wisdom existing among men; and the other, that I judge and calculate matters for free, and no one could show any bribe attached to my political acts and words.
ὀρθὸν οὖν, ὅ τι ἄν ποτʼ ἀπʼ αὐτῶν ὑπάρχῃ τῶν πραγμάτων, τὸ συμφέρον φαίνεταί μοι.
Therefore, whatever the benefit is that arises from the facts themselves, it appears correct to me.
ὅταν δʼ ἐπὶ θάτερʼ ὥσπερ εἰς τρυτάνην ἀργύριον προσενέγκῃς, οἴχεται φέρον καὶ καθείλκυκε τὸν λογισμὸν ἐφʼ αὑτό, καὶ οὐκ ἂν ἔτʼ ὀρθῶς οὐδʼ ὑγιῶς ὁ τοῦτο ποιήσας περὶ οὐδενὸς λογίσαιτο.
But when you apply money to one of the scales, as if on a balance, it goes off carrying the judgment with it and drags the calculation down to itself, and the one who does this can no longer calculate correctly or soundly about anything.
§13ἓν μὲν οὖν ἔγωγε πρῶτον ὑπάρχειν φημὶ δεῖν, ὅπως, εἴτε συμμάχους εἴτε σύνταξιν εἴτʼ ἄλλο τι βούλεταί τις κατασκευάζειν τῇ πόλει, τὴν ὑπάρχουσαν εἰρήνην μὴ λύων τοῦτο ποιήσει, οὐχ ὡς θαυμαστὴν οὐδʼ ὡς ἀξίαν οὖσαν ὑμῶν· ἀλλʼ ὁποία τίς ποτʼ ἐστὶν αὕτη, μὴ γενέσθαι μᾶλλον εἶχε τοῖς πράγμασι καιρὸν ἢ γεγενημένη νῦν διʼ ἡμᾶς λυθῆναι·
One thing, therefore, I at least say must first be established: that, whether one wants to procure allies or a contribution or anything else for the city, he will do this without breaking the existing peace—not because it is wonderful or worthy of you; but because, whatever sort of peace this is, it would have been more opportune for our affairs if it had never been made than, now that it has been made, to be broken by us.
πολλὰ γὰρ προείμεθα, ὧν ὑπαρχόντων τότʼ ἂν ἢ νῦν ἀσφαλέστερος καὶ ῥᾴων ἦν ἡμῖν ὁ πόλεμος.
For we have surrendered many things, with which existing, war then or now would have been safer and easier for us.
§14δεύτερον δʼ, ὁρᾶν ὅπως μὴ προαξόμεθʼ, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς συνεληλυθότας τούτους καὶ φάσκοντας Ἀμφικτύονας νῦν εἶναι εἰς ἀνάγκην καὶ πρόφασιν κοινοῦ πολέμου πρὸς ἡμᾶς.
And secondly, to see to it, men of Athens, that we do not provoke these people who have assembled and who now claim to be Amphictyons into a necessity and pretext for a common war against us.
ἐγὼ γάρ, εἰ γένοιθʼ ἡμῖν πρὸς Φίλιππον πάλιν πόλεμος διʼ Ἀμφίπολιν ἤ τι τοιοῦτον ἔγκλημʼ ἴδιον, οὗ μὴ μετέχουσι Θετταλοὶ μηδʼ Ἀργεῖοι μηδὲ Θηβαῖοι, οὐκ ἂν ἡμῖν οἴομαι τούτων οὐδένας πολεμῆσαι, §15καὶ πάντων ἥκιστα (καί μοι μὴ θορυβήσῃ μηδεὶς πρὶν ἀκοῦσαι) Θηβαίους, οὐχ ὡς ἡδέως ἔχουσιν ἡμῖν, οὐδʼ ὡς οὐκ ἂν χαρίζοιντο Φιλίππῳ, ἀλλʼ ἴσασιν ἀκριβῶς, εἰ καὶ πάνυ φησί τις αὐτοὺς ἀναισθήτους εἶναι, ὅτι, εἰ γενήσεται πόλεμος πρὸς ὑμᾶς αὐτοῖς, τὰ μὲν κακὰ πάνθʼ ἕξουσιν αὐτοί, τοῖς δʼ ἀγαθοῖς ἐφεδρεύων ἕτερος καθεδεῖται.
For I, if war should arise for us again with Philip over Amphipolis or some such private complaint, in which the Thessalians, Argives, and Thebans have no share, do not think any of these would make war on us, and least of all—and let no one make a disturbance before hearing me—the Thebans; not because they are well-disposed towards us, nor because they would not do Philip a favor, but because they know accurately, even if someone says they are completely senseless, that if a war arises for them against you, they themselves will have all the evils, while another will sit by in reserve for the benefits.
οὔκουν προοῖντʼ ἂν αὑτοὺς εἰς τοῦτο, μὴ κοινῆς τῆς ἀρχῆς καὶ τῆς αἰτίας οὔσης τοῦ πολέμου.
Therefore, they would not throw themselves into this, unless the origin and cause of the war were common.
§16οὐδέ γʼ εἰ πάλιν πρὸς τοὺς Θηβαίους πολεμήσαιμεν διʼ Ὠρωπὸν ἤ τι τῶν ἰδίων, οὐδὲν ἂν ἡμᾶς παθεῖν ἡγοῦμαι· καὶ γὰρ ἡμῖν κἀκείνοις τοὺς βοηθοῦντας ἂν οἶμαι, εἰς τὴν οἰκείαν εἴ τις ἐμβάλοι, βοηθεῖν, οὐ συνεπιστρατεύσειν οὐδετέροις.
Nor, if we should make war again against the Thebans over Oropus or some private matter, do I think we would suffer anything; for I think those who would help both us and them would give help if anyone invaded their own territory, but would not join in an offensive campaign against either.
καὶ γὰρ αἱ συμμαχίαι τοῦτον ἔχουσι τὸν τρόπον, ὧν καὶ φροντίσειεν ἄν τις, καὶ τὸ πρᾶγμα φύσει τοιοῦτόν ἐστιν· §17οὐκ ἄχρι τῆς ἴσης ἕκαστός ἐστιν εὔνους οὔθʼ ἡμῖν οὔτε Θηβαίοις, σῶς τʼ εἶναι καὶ κρατεῖν τῶν ἄλλων, ἀλλὰ σῶς μὲν εἶναι πάντες ἂν βούλοινθʼ ἕνεχʼ αὑτῶν, κρατήσαντας δὲ τοὺς ἑτέρους δεσπότας ὑπάρχειν αὑτῶν οὐδὲ εἷς.
For alliances are of this character—those that anyone would care about—and the matter is by nature such; each is not well-disposed to us or to the Thebans to an equal degree—namely, that we should be safe and that we should rule over the others; rather, they would all wish us to be safe for their own sakes, but not a single one would wish either of us, having conquered, to become their masters.
τί οὖν ἡγοῦμαι φοβερὸν καὶ τί φυλάξασθαι δεῖν ἡμᾶς;
What, then, do I consider fearsome, and what must we guard against?
μὴ κοινὴν πρόφασιν καὶ κοινὸν ἔγκλημʼ ὁ μέλλων πόλεμος πρὸς ἅπαντας λάβῃ.
Lest the impending war find a common pretext and a common grievance against all.