§15ἀλλʼ ὃς ἂν δείξῃ τίς πορισθεῖσα παρασκευὴ καὶ πόση καὶ πόθεν διαμεῖναι δυνήσεται, ἕως ἂν ἢ διαλυσώμεθα πεισθέντες τὸν πόλεμον ἢ περιγενώμεθα τῶν ἐχθρῶν· οὕτω γὰρ οὐκέτι τοῦ λοιποῦ πάσχοιμεν ἂν κακῶς.
相反,只有指出应当准备何种武装、规模有多大、从何处维持,直到我们通过达成和解结束战争,或者战胜敌人为止的人,才是最切合实际的;因为这样我们在未来就不会再遭受痛苦。
οἶμαι τοίνυν ἐγὼ ταῦτα λέγειν ἔχειν, μὴ κωλύων εἴ τις ἄλλος ἐπαγγέλλεταί τι.
那么,我认为我能够说明这些事情,同时并不妨碍别人做出任何承诺。
ἡ μὲν οὖν ὑπόσχεσις οὕτω μεγάλη, τὸ δὲ πρᾶγμʼ ἤδη τὸν ἔλεγχον δώσει· κριταὶ δʼ ὑμεῖς ἔσεσθε.
虽然我的承诺如此之大,但事实很快就会给出检验;而你们将是裁判。
§16πρῶτον μὲν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, τριήρεις πεντήκοντα παρασκευάσασθαι φημὶ δεῖν, εἶτʼ αὐτοὺς οὕτω τὰς γνώμας ἔχειν ὡς, ἐάν τι δέῃ, πλευστέον εἰς ταύτας αὐτοῖς ἐμβᾶσιν.
首先,雅典的公民们,我认为我们必须准备五十艘三段桨船,然后你们自己必须做好这样的思想准备:一旦有需要,你们必须自己登船并出海航行。
πρὸς δὲ τούτοις τοῖς ἡμίσεσιν τῶν ἱππέων ἱππαγωγοὺς τριήρεις καὶ πλοῖʼ ἱκανὰ εὐτρεπίσαι κελεύω.
此外,我要求为我们半数的骑兵准备好运马船和足够的运输船。
§17ταῦτα μὲν οἶμαι δεῖν ὑπάρχειν ἐπὶ τὰς ἐξαίφνης ταύτας ἀπὸ τῆς οἰκείας χώρας αὐτοῦ στρατείας εἰς Πύλας καὶ Χερρόνησον καὶ Ὄλυνθον καὶ ὅποι βούλεται·
我认为这些准备应当准备就绪,以应对他从本国发动的那些针对温泉关、赫尔松尼苏斯、奥林索斯以及任何他想去的地方的突然袭击。
δεῖ γὰρ ἐκείνῳ τοῦτʼ ἐν τῇ γνώμῃ παραστῆσαι, ὡς ὑμεῖς ἐκ τῆς ἀμελείας ταύτης τῆς ἄγαν, ὥσπερ εἰς Εὔβοιαν καὶ πρότερόν ποτέ φασιν εἰς Ἁλίαρτον καὶ τὰ τελευταῖα πρώην εἰς Πύλας, ἴσως ἂν ὁρμήσαιτε—
因为我们必须让他的脑子里明白这一点:你们随时可能从这过度的懈怠中清醒过来,发起突然袭击,就像他们说你们曾经对尤波亚、以前对哈利亚尔托斯,以及最近一次对温泉关所做的那样。
§18οὔτοι παντελῶς, οὐδʼ εἰ μὴ ποιήσαιτʼ ἂν τοῦτο, ὡς ἔγωγέ φημι δεῖν, εὐκαταφρόνητόν ἐστιν—ἵνʼ ἢ διὰ τὸν φόβον εἰδὼς εὐτρεπεῖς ὑμᾶς (εἴσεται γὰρ ἀκριβῶς·
确实,即使你们不按照我所说的那样去做,这也绝不是可以完全被轻视的。
εἰσὶ γάρ, εἰσὶν οἱ πάντʼ ἐξαγγέλλοντες ἐκείνῳ παρʼ ἡμῶν αὐτῶν πλείους τοῦ δέοντος) ἡσυχίαν ἔχῃ, ἢ παριδὼν ταῦτʼ ἀφύλακτος ληφθῇ, μηδενὸς ὄντος ἐμποδὼν πλεῖν ἐπὶ τὴν ἐκείνου χώραν ὑμῖν, ἂν ἐνδῷ καιρόν.
这样,他要么因为知道你们做好了准备而心存畏惧(他会精确地知道,因为我们自己人中,向他通报一切消息的人比需要的还要多)从而保持安静;要么因为轻视这一点而被杀个措手不及,因为一旦他留下机会,就没有什么能阻止你们向他的领土进军。
§19ταῦτα μέν ἐστιν ἃ πᾶσι δεδόχθαι φημὶ δεῖν καὶ παρεσκευάσθαι προσήκειν οἴομαι·
我认为这些是每个人都应该决议并做好准备的事情。
πρὸ δὲ τούτων δύναμίν τινʼ, ὦ ἄνδρες Ἀθηναῖοι, φημὶ προχειρίσασθαι δεῖν ὑμᾶς, ἣ συνεχῶς πολεμήσει καὶ κακῶς ἐκεῖνον ποιήσει.
但是在这些之前,雅典的公民们,我认为你们必须先准备好一支随时可以调遣的部队,它将连续不断地进行战争并打击他。
μή μοι μυρίους μηδὲ δισμυρίους ξένους, μηδὲ τὰς ἐπιστολιμαίους ταύτας δυνάμεις, ἀλλʼ ἣ τῆς πόλεως ἔσται, κἂν ὑμεῖς ἕνα κἂν πλείους κἂν τὸν δεῖνα κἂν ὁντινοῦν χειροτονήσητε στρατηγόν, τούτῳ πείσεται καὶ ἀκολουθήσει.
不要向我提起一万或两万名雇佣兵,也不要提起那些仅存在于信件纸面上的军队,而必须是属于城邦的军队;无论你们选出一位还是多位将军,无论是谁,这支军队都将服从并跟随他。
§20καὶ τροφὴν ταύτῃ πορίσαι κελεύω.
我要求为这支部队提供给养。
ἔσται δʼ αὕτη τίς ἡ δύναμις καὶ πόση, καὶ πόθεν τὴν τροφὴν ἕξει, καὶ πῶς ταῦτʼ ἐθελήσει ποιεῖν;
那么,这支部队由什么组成,规模多大,从哪里获得给养,又将如何执行这些任务?
ἐγὼ φράσω, καθʼ ἕκαστον τούτων διεξιὼν χωρίς.
我将分别详细说明其中的每一项。
ξένους μὲν λέγω—καὶ ὅπως μὴ ποιήσεθʼ ὃ πολλάκις ὑμᾶς ἔβλαψεν· πάντʼ ἐλάττω νομίζοντες εἶναι τοῦ δέοντος, καὶ τὰ μέγιστʼ ἐν τοῖς ψηφίσμασιν αἱρούμενοι, ἐπὶ τῷ πράττειν οὐδὲ τὰ μικρὰ ποιεῖτε·
我首先谈谈雇佣兵——切记不要做那些经常危害你们的事:你们总是认为一切都低于所需,在法令中选择最宏大的计划,而在付诸行动时连最小的事也做不成。
ἀλλὰ τὰ μικρὰ ποιήσαντες καὶ πορίσαντες τούτοις προστίθετε, ἂν ἐλάττω φαίνηται.
相反,先做好并提供小规模的准备,如果显得太少,再往上增加。
§21λέγω δὴ τοὺς πάντας στρατιώτας δισχιλίους, τούτων δʼ Ἀθηναίους φημὶ δεῖν εἶναι πεντακοσίους, ἐξ ἧς ἄν τινος ὑμῖν ἡλικίας καλῶς ἔχειν δοκῇ, χρόνον τακτὸν στρατευομένους, μὴ μακρὸν τοῦτον, ἀλλʼ ὅσον ἂν δοκῇ καλῶς ἔχειν, ἐκ διαδοχῆς ἀλλήλοις· τοὺς δʼ ἄλλους ξένους εἶναι κελεύω.
因此,我提议士兵总数为两千人,其中我认为必须有五百名雅典人,从你们认为合适的任何年龄段中选出,服役一段固定的时间——不要太长,而是以合适为度——彼此轮流替换;其余的人我要求是雇佣兵。
καὶ μετὰ τούτων ἱππέας διακοσίους, καὶ τούτων πεντήκοντʼ Ἀθηναίους τοὐλάχιστον, ὥσπερ τοὺς πεζούς, τὸν αὐτὸν τρόπον στρατευομένους· καὶ ἱππαγωγοὺς τούτοις.
与他们一起的还有两百名骑兵,其中至少有五十名雅典人,和步兵一样以同样的方式服役;并为他们准备运马船。
§22εἶεν· τί πρὸς τούτοις ἔτι;
好;除这些之外还需要什么?
ταχείας τριήρεις δέκα·
十艘快速三段桨船。
δεῖ γάρ, ἔχοντος ἐκείνου ναυτικόν, καὶ ταχειῶν τριήρων ἡμῖν, ὅπως ἀσφαλῶς ἡ δύναμις πλέῃ.
因为既然他拥有海军,我们也需要快速三段桨船,以便部队能安全航行。
πόθεν δὴ τούτοις ἡ τροφὴ γενήσεται;
那么,这些人的给养从哪里来?
ἐγὼ καὶ τοῦτο φράσω καὶ δείξω, ἐπειδάν, διότι τηλικαύτην ἀποχρῆν οἶμαι τὴν δύναμιν καὶ πολίτας τοὺς στρατευομένους εἶναι κελεύω, διδάξω.
在向你们说明了为什么我认为这样规模的部队已经足够、以及为什么我要求服役者必须是公民之后,我也将说明并指出这一点。