§7ἂν τοίνυν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ὑμεῖς ἐπὶ τῆς τοιαύτης ἐθελήσητε γενέσθαι γνώμης νῦν, ἐπειδήπερ οὐ πρότερον, καὶ ἕκαστος ὑμῶν, οὗ δεῖ καὶ δύναιτʼ ἂν παρασχεῖν αὑτὸν χρήσιμον τῇ πόλει, πᾶσαν ἀφεὶς τὴν εἰρωνείαν ἕτοιμος πράττειν ὑπάρξῃ, ὁ μὲν χρήματʼ ἔχων εἰσφέρειν, ὁ δʼ ἐν ἡλικίᾳ στρατεύεσθαι, — συνελόντι δʼ ἁπλῶς ἂν ὑμῶν αὐτῶν ἐθελήσητε γενέσθαι, καὶ παύσησθʼ αὐτὸς μὲν οὐδὲν ἕκαστος ποιήσειν ἐλπίζων, τὸν δὲ πλησίον πάνθʼ ὑπὲρ αὐτοῦ πράξειν, καὶ τὰ ὑμέτερʼ αὐτῶν κομιεῖσθʼ, ἂν θεὸς θέλῃ, καὶ τὰ κατερρᾳθυμημένα πάλιν ἀναλήψεσθε, κἀκεῖνον τιμωρήσεσθε.
因此,雅典的公民们,如果你们现在也愿意采取这种态度(既然你们以前没有这样做的话),并且如果你们每个人在能够且应该为城邦效力的地方,都丢开所有推托之词,随时准备行动——有钱的人出资,达到兵役年龄的人从军——简而言之,如果你们愿意成为自己的主人,并且你们每个人都停止幻想自己什么都不做而邻居会代劳一切,那么,如果神意允许,你们不仅能收回自己的财产,重新夺回因懈怠而失去的东西,还能惩罚那个家伙。
§8μὴ γὰρ ὡς θεῷ νομίζετʼ ἐκείνῳ τὰ παρόντα πεπηγέναι πράγματʼ ἀθάνατα, ἀλλὰ καὶ μισεῖ τις ἐκεῖνον καὶ δέδιεν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ φθονεῖ, καὶ τῶν πάνυ νῦν δοκούντων οἰκείως ἔχειν·
因为你们绝不要以为,他现在的局势就像神明一样被永远固定下来、不可动摇。 相反,雅典的公民们,即使在那些现在看起来与他极其亲近的人中,也有人憎恨他、惧怕他、嫉妒他。
καὶ ἅπανθʼ ὅσα περ κἀν ἄλλοις τισὶν ἀνθρώποις ἔνι, ταῦτα κἀν τοῖς μετʼ ἐκείνου χρὴ νομίζειν ἐνεῖναι.
我们必须认为,存在于其他任何人身上的所有情感,同样也存在于追随他的人身上。
κατέπτηχε μέντοι πάντα ταῦτα νῦν, οὐκ ἔχοντʼ ἀποστροφὴν διὰ τὴν ὑμετέραν βραδυτῆτα καὶ ῥᾳθυμίαν· ἣν ἀποθέσθαι φημὶ δεῖν ἤδη.
然而,目前所有这些人都屈服于恐惧之中,由于你们的迟缓和懈怠而没有退路;而我认为你们现在就必须抛弃这种懈怠。
§9ὁρᾶτε γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, τὸ πρᾶγμα, οἷ προελήλυθʼ ἀσελγείας ἅνθρωπος, ὃς οὐδʼ αἵρεσιν ὑμῖν δίδωσι τοῦ πράττειν ἢ ἄγειν ἡσυχίαν, ἀλλʼ ἀπειλεῖ καὶ λόγους ὑπερηφάνους, ὥς φασι, λέγει, καὶ οὐχ οἷός ἐστιν ἔχων ἃ κατέστραπται μένειν ἐπὶ τούτων, ἀλλʼ ἀεί τι προσπεριβάλλεται καὶ κύκλῳ πανταχῇ μέλλοντας ἡμᾶς καὶ καθημένους περιστοιχίζεται.
雅典的公民们,你们看看这局势,这个人的横暴已经发展到了什么地步。 他甚至不给你们选择行动还是保持静默的机会,而是发出威胁,据说还说出傲慢无礼的话;他并不满足于守住已经征服的地方,而是不断扩大侵略,趁着我们迟疑和闲坐的时候,从四面八方将我们包围。
§10πότʼ οὖν, ὦ ἄνδρες Ἀθηναῖοι, πόθʼ ἃ χρὴ πράξετε;
那么,雅典的公民们,你们到底什么时候才会做该做的事呢?
ἐπειδὰν τί γένηται;
要在发生什么事情之后呢?
ἐπειδὰν νὴ Δίʼ ἀνάγκη τις ᾖ.
难道要等到“凭宙斯起誓,某种迫不得已的关头到来”吗?
νῦν δὲ τί χρὴ τὰ γιγνόμενʼ ἡγεῖσθαι;
但我们该如何看待现在发生的事情呢?
ἐγὼ μὲν γὰρ οἴομαι τοῖς ἐλευθέροις μεγίστην ἀνάγκην τὴν ὑπὲρ τῶν πραγμάτων αἰσχύνην εἶναι.
因为我个人认为,对于自由人来说,对局势的耻辱才是最大的迫不得已。
ἢ βούλεσθʼ, εἰπέ μοι, περιιόντες αὑτῶν πυνθάνεσθαι,
λέγεταί τι καινόν;
或者,请告诉我,你们想四处闲逛,互相询问: “有什么新闻吗?
γένοιτο γὰρ ἄν τι καινότερον ἢ Μακεδὼν ἀνὴρ Ἀθηναίους καταπολεμῶν καὶ τὰ τῶν Ἑλλήνων διοικῶν;
” 难道还能有比一个马其顿人击败雅典人并主宰希腊人事务更新闻的事吗?
τέθνηκε Φίλιππος;
“腓力死了吗?
οὐ μὰ Δίʼ, ἀλλʼ ἀσθενεῖ.
” “不,凭宙斯起誓,他没死,但他病了。
§11τί δʼ ὑμῖν διαφέρει;
” 但这跟你们有什么关系呢?
καὶ γὰρ ἂν οὗτός τι πάθῃ, ταχέως ὑμεῖς ἕτερον Φίλιππον ποιήσετε, ἄνπερ οὕτω προσέχητε τοῖς πράγμασι τὸν νοῦν·
因为即使他出了什么事,只要你们还是这样对待国事,你们很快就会制造出另一个腓力。
οὐδὲ γὰρ οὗτος παρὰ τὴν αὑτοῦ ῥώμην τοσοῦτον ἐπηύξηται ὅσον παρὰ τὴν ἡμετέραν ἀμέλειαν.
因为他之所以变得如此强大,与其说是依靠他自己的力量,不如说是由于我们的疏忽。
§12καίτοι καὶ τοῦτο· εἴ τι πάθοι καὶ τὰ τῆς τύχης ἡμῖν, ἥπερ ἀεὶ βέλτιον ἢ ἡμεῖς ἡμῶν αὐτῶν ἐπιμελούμεθα, καὶ τοῦτʼ ἐξεργάσαιτο, ἴσθʼ ὅτι πλησίον μὲν ὄντες, ἅπασιν ἂν τοῖς πράγμασιν τεταραγμένοις ἐπιστάντες ὅπως βούλεσθε διοικήσαισθε, ὡς δὲ νῦν ἔχετε, οὐδὲ διδόντων τῶν καιρῶν Ἀμφίπολιν δέξασθαι δύναισθʼ ἄν, ἀπηρτημένοι καὶ ταῖς παρασκευαῖς καὶ ταῖς γνώμαις.
而且,请考虑这一点:如果他出了什么事,而一向比我们自己更关照我们的命运之神也为我们促成了这件事,你们要知道,如果你们就在附近,你们就能在一切陷入混乱时临场接管并随心所欲地处置。 但在你们现在的状态下,即使时机把安菲波利斯送上门来,由于你们在准备和思想上都远远脱节,你们也无法接管它。
§13ὡς μὲν οὖν δεῖ τὰ προσήκοντα ποιεῖν ἐθέλοντας ὑπάρχειν ἅπαντας ἑτοίμως, ὡς ἐγνωκότων ὑμῶν καὶ πεπεισμένων, παύομαι λέγων·
因此,关于每个人都必须做好准备、乐意履行职责这一点,由于你们已经明白并确信,我就不再多说了。
τὸν δὲ τρόπον τῆς παρασκευῆς ἣν ἀπαλλάξαι ἂν τῶν τοιούτων πραγμάτων ὑμᾶς οἴομαι, καὶ τὸ πλῆθος ὅσον, καὶ πόρους οὕστινας χρημάτων, καὶ τἄλλʼ ὡς ἄν μοι βέλτιστα καὶ τάχιστα δοκεῖ παρασκευασθῆναι, καὶ δὴ πειράσομαι λέγειν, δεηθεὶς ὑμῶν, ὦ ἄνδρες Ἀθηναῖοι, τοσοῦτον.
但是,关于我认为能使你们摆脱此类麻烦的准备方式、所需的兵力数量、何种资金来源,以及我认为如何能最好、最快地做好其他准备,雅典的公民们,在向你们请求仅此一点之后,我将努力予以阐述。
§14ἐπειδὰν ἅπαντʼ ἀκούσητε κρίνατε, μὴ πρότερον προλαμβάνετε· μηδʼ ἂν ἐξ ἀρχῆς δοκῶ τινι καινὴν παρασκευὴν λέγειν, ἀναβάλλειν με τὰ πράγμαθʼ ἡγείσθω.
请在听完一切之后再作判断,不要事先心存成见;即使在开始时,我提出的准备工作在某些人看来有些奇特,也请不要认为我是在拖延时间。
οὐ γὰρ οἱ
ταχὺ
καὶ
τήμερον
εἰπόντες μάλιστʼ εἰς δέον λέγουσιν (οὐ γὰρ ἂν τά γʼ ἤδη γεγενημένα τῇ νυνὶ βοηθείᾳ κωλῦσαι δυνηθεῖμεν),
因为那些口喊“快”和“就在今天”的人,其发言并不是最切合实际需要的(因为我们不可能通过眼前的这支援军来阻止已经发生的事情),